Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
81.1
ΚΕΦΑΛ. ΚΖ'. Ἐρώτησις περὶ ψυχῶν, δι' ἀποκαλύψεως Γεροντίου καὶ Μελλετίου μοναχῶν, καὶ περὶ τοῦ θανάτου τοῦ παιδὸς τοῦ Ἀρμενταρίου.
81.1
ΓΡΗΓΟΡΙΟΣ. Ποτὲ μὲν αὐτῷ τῷ θελήματι τῶν ψυχῶν διὰ τῆς λεπτότητος αὐτῶν τινα προθεωροῦσι. Ποτὲ δὲ ἐξερχομένων τῶν ψυχῶν ἐκ τῶν σωμάτων δι' ἀποκαλύψεως τὰ μέλλοντα προγιγνώσκουσιν. Ἔστι δὲ λοιπὸν, ὅτι καὶ ἐν τῷ πλησιάζειν τοῦ καταλεῖψαι τὸ σῶμα τὴν ψυχὴν, θείᾳ ἐπιπνοίᾳ ἐν τοῖς οὐρανοῖς μυστηρίοις, τὸν τοῦ νοὸς αὐτῆς ἀσώματον ὀφθαλμὸν ἐπιβάλλει. Ὄτι δὲ τῷ θελήματι ἡ ψυχὴ τῇ λεπτότητι αὐτῆς ἐκεῖνα τὰ μέλλοντα γίνεσθαι διαγινώσκει, φανερὸν ἐκ τῶν γεγονότων καθίσταται. Κουνκοδέους γὰρ ὁ ἀδβοκᾶτος, ὅστις ἐν ταύτῃ τῇ πόλει πρὸ δύο ἡμερῶν τῷ τοῦ πλευροῦ πόνῳ ἐτελεύτησε, πρὸ ὀλίγου τοῦ ἀποθανεῖν αὐτὸν ἐκάλεσε τὸν παῖδα αὑτοῦ, καὶ τούτῳ εὐτρεπίσαι τὰ ἱμάτια αὐτοῦ πρὸς τὸ προελθεῖν αὐτὸν ἐκέλευσεν. Ὁ δὲ αὐτὸς παῖς, ὥσπερ ἐξηχήσαντα αὐτὸν λογισάμενος, οὐδαμῶς τοῖς προστάγμασιν αὐτοῦ ὑπήκουσεν· αὐτὸς δὲ ἀναστὰς, ἑαυτὸν τοῖς ἱματίοις ἐνέδυσε, καὶ διὰ τῆς Ἀππίας ὁδοῦ ἐν τῇ τοῦ μακαρίου Σύξτου ἐκκλησίᾳ ἑαυτὸν προελθεῖν εἴρηκε. Μετ' ὀλίγον δὲ τῇ νόσῳ βαρηθεὶς ἐτελεύτησεν. Ὡρισμένον δὲ ὑπῆρχεν, ὅπως εἰς τὸν μακάριον Ἰανουάριον τὸν μάρτυρα ἐν τῇ Πραινεστίνῃ ὁδῷ ταφῇ. Διὰ δὲ τὸ ἐκ μήκους τὸν τόπον ὑπάρχειν, οἱ τὴν κηδείαν αὐτοῦ ποιούμενοι αἴφνης ἐβουλεύσαντο, ἵνα ἐξερχόμενοι μετὰ τῆς κηδείας διὰ τῆς ὁδοῦ τῆς Ἀππίας ἀπέλθωσιν, καὶ ἐν ἐκείνῃ τῇ ἐκκλησίᾳ αὐτὸν θάψωσιν, ἐν ᾗ αὐτὸς προεῖπε, καί τοι μὴ γινώσκοντες τί ἦν προειπὼν, ὅπερ καὶ γέγονε. Τοῦτον δὲ τὸν ἄνδρα γινώσκομεν κοσμικαῖς μερίμναις ἐμπεπλεγμένον, καὶ εἰς κέρδη ἐπίγεια κατεπειγόμενον. Πόθεν οὖν τοῦτο προειπεῖν ἠδυνήθη, ὅπερ ἤμελλεν ἐν τῷ σώματι αὐτοῦ γίνεσθαι, εἰ μὴ δηλονότι τῷ τῆς ψυχῆς θελήματι διὰ τῆς λεπτότητος αὐτῆς προεθεώρησεν; Τὸ δὲ δι' ἀποκαλύψεως πολκάκις γινώσκειν τοὺς τελευτῶντας τὰ μέλλοντα γίνεσθαι, ἐκ τούτων ἐπιδεῖξαι δυνάμεθα, ἐξ ὧν παρ' ἡμῖν ἐν τοῖς μοναστηρίοις γεγόνασι διέγνωμεν. Ἐν γὰρ τῷ ἐμῷ μοναστηρίῳ ἀδελφός τις ὑπῆρχε Γερόντιος ὀνομαζόμενος, ὅστις πρὸ τῆς δεκαετίας ταύτης ἐν βαρείᾳ ἀῤῥωστίᾳ τοῦ σώματος κατατεθεὶς, ἐν τῇ καθ' ὕπνον ὁράσει ἄνδρας εὐσχημονοῦντας, καὶ λαμπρῷ λίαν τῷ σχήματι ἐκ τῶν ἄνωθεν κατερχομένους, καὶ ἐν τῷ μοναστηρίῳ εἰσελθόντας ἐθεάσατο. Ἔμπροσθεν δὲ τῆς κλίνης αὐτοῦ σταθέντες, ὁ εἷς ἐξ αὐτῶν εἶπε· Ἐπὶ τοῦτο ἤλθομεν, ὅπως ἐκ τοῦ μοναστηρίου τοῦ Γρηγορίου τινὰς ἀδελφοὺς ἐν τῇ στρατιᾷ βάλωμεν. Ἑτέρῳ δὲ κελεύσας, προσέθετο, λέγων· Γράψον Μάρκελλον, Βαλεντιανὸν, 411 Ἀγνέλλον, καὶ ἄλλους τινὰς, οὕσπερ ἀρτίως οὐ μέμνημαι. Πληρωθέντων δὲ αὐτῶν, προσθεὶς εἶπε· Γράψον καὶ τοῦτον αὐτὸν τὸν θεωροῦντα ἡμᾶς. Ἐκ δὲ ταύτης τῆς ὁράσεως, ἀληθῆ εἶναι τὰ ῥηθέντα ὁ προλεχθεὶς ἀδελφὸς πιστεύσας, πρωΐας τοῖς ἀδελφοῖς ἐγνώρισε, τίνες εἰσὶν οἱ μέλλοντες ἐξ αὐτοῦ τοῦ μοναστηρίου τελευτᾷν. Καὶ περὶ ἑαυτοῦ διεμήνυσεν, ὅτι τούτοις μέλλει ἀκολουθεῖν. Ἐν δὲ ἑτέρᾳ ἡμέρᾳ οἱ προλεχθέντες ἀδελφοὶ ἀποθνήσκειν ἤρξαντο. Καὶ κατὰ τὸν ὄρδινον ὃν εἶπεν, ἀλλήλοις ἐν τῷ θανάτῳ ἐπηκολούθησαν, καθάπερ ἐν τῇ ἀναγραφῇ ἦσαν ὀνομασθέντες. Ἔσχατον δὲ καὶ αὐτὸς ἐτελεύτησεν ὁ προθεωρήσας τῶν αὐτῶν ἀδελφῶν τὸν θάνατον. Ἐν τῷ θανατικῷ δὲ τῷ πρὸ τριετίας ταύτην τὴν πόλιν σφοδροτάτῃ συμφορᾷ λυμῃναμένῳ, ἐν τῷ μοναστηρίῳ τῆς πόλεως τοῦ Πόρτου, μοναχός τις Μελίτων λεγόμενος, νέαν μὲν ἄγων τὴν ἡλικίαν, θαυμαστῆς δὲ ἀκακίας καὶ ταπειν φροσύνης ἀνὴρ ὑπάρχων, ἐκ τῆς συμφορᾶς τοῦ αὐτοῦ θανατικοῦ κρουσθεὶς, πλησιαζούσης τῆς ἡμέρας τῆς κλήσεως αὐτοῦ, εἰς τὰ ἔσχατα ἀπηνέχθη. Τοῦτο δὲ ὁ τῇ ζωῇ εὐλαβέστατος φύλαξ ἀκούσας ὁ τῆς αὐτῆς πόλεως ἐπίσκοπος, ὅστις μοι καὶ διηγήσατο, πρὸς αὐτὸν ἀπελθεῖν ἔσπευσε, βουλόμενος αὐτὸν λόγοις παραινετικοῖς ἐνισχῦσαι, ὥστε μὴ φοβηθῆναι τὸν θάνατον. Ἀπελθὼν οὖν ἤρξατο περὶ τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας αὐτῷ διηγήσασθαι, καὶ ἐπιμηκέστερον τὸ τῆς ζωῆς διάστημα τούτῳ ἐπαγγέλλεσθαι. Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίθη, λέγων, τὸν τῆς ζωῆς αὐτοῦ χρόνον πεπληρωμένον ὑπάρχειν. Ὀφθῆναι γὰρ αὐτῷ νεανίαν ἔφασκεν ἐπιστολὰς βαστάζοντα, καὶ πρὸς αὐτὸν λέγοντα· Ἄνοιξον καὶ ἀνάγνωθι. Ἀνοιχθεισῶν δὲ αὐτῶν, ἔλεγεν, ὅτι ἑαυτὸν καὶ πάντας τοὺς βαπτισθέντας παρὰ τοῦ προλεχθέντος ἐπισκόπου τῷ καιρῷ ἐκείνῳ ἐν τῇ ἑορτῇ τοῦ πάσχα γεγραμμένους ἐν ταῖς αὐταῖς ἐπιστολαῖς χρυσοῖς γράμμασιν εὗρε. Πρὸ δὲ πάντων, καθὼς ἔλεγε, τὸ ἴδιον ὄνομα εὗρε, καὶ τότε πάντων τῶν ἐν ἐκείνῳ τῷ καιρῷ βαπτισθέντων. Ἐξ οὗ πράγματος ἀσφαλῶς ἐπιστώθη, καὶ ἑαυτὸν κἀκείνους ἐκ ταύτης τῆς ζωῆς ἐν σπουδῇ μεταρσίους γενέσθαι, ὥστε ἐν αὐτῇ τῇ ἡμέρᾳ συνέβη αὐτὸν τελευτῆσαι, μετ' ἐκεῖνον δὲ, ἐντὸς ὀλίγων ἡμερῶν, καὶ πάντας τοὺς τότε βαπτισθέντας, ὥστε μηδένα ἐξ αὐτῶν ἐν ταύτῃ τῇ ζωῇ ἀπομεῖναι. Περὶ τούτου οὖν ἀληθὲς καθέστηκεν, ὅτι ὁ προλεχθεὶς τοῦ Θεοῦ οἰκέτης διὰ τοῦτο ἐκ χρυσίου γεγραμμένους αὐτοὺς ἐθεάσατο, ὅτι τὰ ὀνόματα αὐτῶν παρ' ἑαυτὴν πεπηγμένα εἶχεν ἡ αἰώνιος λαμπρότης. Καθὼς δὲ οὗτοι δι' ἀποκαλύψεων ἠδυνήθησαν τὰ μέλλοντα διαγνῶναι, οὕτω πολλάκις καὶ ἐξερχόμεναι αἱ ψυχαὶ δύνανται μυστήρια οὐράνια οὐχὶ δι' ἐνυπνίων, ἀλλὰ γρηγοροῦσαι θεάσασθαι. Ὅθεν καὶ περὶ τούτου δῆλον γενήσεται. Ἀμμώνιον τὸν τοῦ μοναστηρίου μου μοναχὸν καλῶς ἔγνως. Οὗτος ἔτι ἐν τῷ κοσμικῷ ὑπάρχων σχήματι, Βαλεριανοῦ τοῦ ἀδβοκάτου, τοῦ ἐν ταύτῃ τῇ πόλει οἰκοῦντος, γνησίαν θυγατέρα πρὸς συζυγίαν ἡρμόσατο, ὅστις ἐν τῇ τούτου ὑπουργίᾳ ἀδιαλείπτως προσεκαρτέρει. Ὅθεν καὶ πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ γενόμενα καλῶς ἐγίνωσκεν. Ἐν δὲ τῷ μοναστηρίῳ λοιπὸν ἐλθὼν αὐτό μοι διηγήσατο, λέγων, ὅτι ἐν τοῖς χρόνοις τοῦ πατρικίου Ναρσῆ σφοδρῶς τὸ θανατικὸν ταύτην τὴν πόλιν ἐλυμῄνατο. Ἐν δὲ τῷ οἴκῳ τοῦ προλεχθέντος Βαλεριανοῦ παῖς ὑπῆρχε Βουκόλος, πολλῇ ἀκακίᾳ καὶ ταπεινοφρασύνῃ συζῶν. Ἡνίκα δὲ ἐκ τῆς αὐτῆς τοῦ θανατικοῦ συμφορᾶς καὶ ὁ τούτου οἶκος ἐλυμαίνετο, αὐτὸς ὁ παῖς ἐκρούσθη, καὶ μέχρι τῶν ἐσχάτων ἀπηνέχθη. Αἴφνης δὲ ἁρπαγεὶς ἐκ τῶν παρόντων, πάλιν εἰς ἑαυτὸν ὑπέστρεψε, τὸν δὲ κύριον αὐτοῦ πρὸς ἑαυτὸν κληθῆναι πεποίηκεν. Τούτου δὲ ἐλθόντος, ἔφη αὐτῷ, λέγων· Ἐγὼ 414 ἐν τῷ οὐρανῷ ἤμην, καὶ τίνες ἐκ τοῦ οἴκου τούτου τελευτῆσαι μέλλουσιν ἔγνων, ὁ δεῖνα, καὶ ὁ δεῖνα, καὶ ὁ δεῖνα· σύ δὲ μὴ φοβοῦ, τῷ γὰρ χρόνῳ τούτῳ οὐκ ἀποθνήσκεις. Ἵνα δὲ πληροφορηθῇς, ὅτι ἀληθῆ λέγω ἐν τῷ οὐρανῷ με γεγονέναι, ἰδοὺ ἐπιτροπὴν ἔλαβον, ἵνα πάσαις ταῖς γλωσσαις λαλήσω. Καὶ ὡς οὖν ἐπίστασαι τὴν Ἑλληνίδα γλῶτταν παντελῶς οὐκ ἐγίνωσκον. Πλὴν ὅμως ἵνα γνῷς ὅτι ἀληθῆ λέγω, τῇ Ἑλληνίδι μοι γλώττῃ λάλησον, καὶ ἀποκρινοῦμαί σοι. Τούτῳ δὲ ὁ κύριος αὐτοῦ Ἑλληνιστὶ συντυχὼν, καὶ αὐτὸς ἐν τῇ αὐτῇ γλώσσῃ ἀπεκρίθη αὐτῷ, ὡστε πάντας τοὺς παρόντας θαυμάσαι. Ἐν δὲ τῳ αὐτῷ οἴκῳ σπαθάριος τοῦ προλεχθέντος πατρικίου Ναρσῆ ἦν ἀπληκευμένος, τῷ γένει Βούλγαρος· οὗτος πρὸς αὐτὸν ἀπενεχθεὶς, τῇ τῶν Βουλγάρων γλώσσῃ ἐλάλησεν αὐτῷ. Ὁ δὲ αὐτὸς παῖς ὁ ἐν τῇ Ἰταλίᾳ γεννηθεὶς καὶ ἀνατραφεὶς, οὕτω τὴν αὐτὴν βάρβαρον γλῶσσαν ἀποκριθεὶς ἐλάλει, ὡς ὅτι ἐν αὐτῷ τῷ γένει ὑπῆρχε γεννηθείς. Πάντες δὲ οἱ ἀκούσαντες τὰς δύο ταύτας γλώσσας αὐτὸν λαλήσαντα, ἅσπερ πρώην οὐκ ᾔδει, καὶ περὶ τῶν λοιπῶν ἐπίστευσαν ἀληθῆ αὐτὸν λέγειν. Ἐν δυσὶ δὲ ἡμέραις ὁ θάνατος αὐτοῦ ἐδηλοποιήθη. Τῇ δὲ τρίτῃ ἡμέρᾳ, τῇ κρυπτῇ τοῦ Θεοῦ βουλῇ, ὅπερ παρ' ἡμῖν οὐκ ἔγνωσται, τὰς χεῖρας αὑτοῦ καὶ τοὺς βραχίονας καὶ τοὺς ἀγκῶνας τοῖς ὁδοῦσι κατέφαγε. Καὶ οὕτως τούτου δὲ θανέντος, καὶ πάντες ἐκεῖνοι οὑς προεῖπεν ἐκ τοῦ φωτὸς τούτου παραυτὰ ὑπεχώρησαν. Οὐδεὶς δὲ ἐν τῆ αὐτῇ τοῦ θανατικοῦ ἀνάγκῃ, ἐξ αὐτοῦ τοῦ οἴκου ἕτερος ἀπέθανεν εἰ μὴ οἱ τῆ φωνῇ ἐκείνου μηνυθέντες.
81.2
ΠΕΤΡ. Φοβερον ἐστι σφόδρα, ὅτι τοιοῦτον δῶρον ἀξιωθείς λαβεῖν, τοιαύτῃ κρίσει μετέπειτα καθυπεβλήθη.
81.3
ΓΡΗΓΟΡ. Τίς τὰ κρυπτὰ τοῦ Θεοῦ γνώσεται κρίματα; Ἐκεῖνα δὲ τὰ τῇ θείᾳ κρίσει γινόμενα καταλαβέσθαι ἡμεῖς μὴ δυνάμενοι, φοβηθῆναι μᾶλλον ἤπερ ἐξετάσαι ὀφείλομεν.
81.1.1
ΚΕΦΑΛ. ΚΖ'. Ἐρώτησις περὶ ψυχῶν, δι' ἀποκαλύψεως Γεροντίου καὶ Μελλετίου μοναχῶν, καὶ περὶ τοῦ θανάτου τοῦ παιδὸς τοῦ Ἀρμενταρίου. CAPUT XXVII. De morte Theophanii comitis.
81.1.1
Ut autem de egredientibus animabus, quae multa praenoscunt, ea quae coepimus exsequamur, neque hoc silendum est quod de Theophanio, Centumcellensis urbis comite, in eadem urbe positus, multis attestantibus agnovi. Fuit namque vir misericordiae actibus deditus, bonis operibus intentus, hospitalitati praecipue studens. Exercendis quidem comitatus curis occupatus, agebat terrena et temporalia, sed, ut post in fine claruit, magis ex debito quam ex intentione. Nam dum appropinquante mortis ejus tempore gravissima aeris tempestas obsisteret, ne ad sepeliendum duci potuisset, eumque uxor sua cum fletu vehementissimo inquireret, dicens: Quid faciam? quomodo te ad sepeliendum ejicio, quae ostium domus hujus egredi prae nimia tempestate non possum? tunc ille respondit: Noli, mulier, flere, quia mox ut ego defunctus fuero, eadem hora aeris serenitas redibit. 416 Cujus protinus vocem mors, et mortem serenitas secuta est. Quod signum etiam alia signa sunt comitata. Nam manus ejus et pedes podagrae humore tumescentes versi in vulneribus fuerant, et profluente sanie patebant. Sed dum corpus ejus ex more ad lavandum fuisset nudatum, ita manus pedesque ejus sani inventi sunt, ac si nunquam vulneris aliquid habuissent. Ductus itaque ac sepultus est, ejusque conjugi visum est ut quarto die in sepulcro illius marmor quod superpositum fuerat mutari debuisset. Quod videlicet marmor corpori ejus superpositum dum fuisset ablatum, tanta ex corpore ipsius fragrantia odoris emanavit, ac si ex putrescente carne illius pro vermibus aromata ferbuissent. Quod factum dum, narrante me in homiliis, infirmis quibusdam venisset in dubium, die quadam, sedente me in conventu nobilium, ipsi artifices qui in sepulcro illius marmor mutaverant adfuerunt, aliquid me de propria causa rogaturi. Quos ego de eodem miraculo coram clero, nobilibus ac plebe requisivi, qui et eadem odoris fragrantia miro modo se repletos fuisse testati sunt, et quaedam alia in augmento miraculi, quae nunc narrare longum aestimo, de eodem sepulcro ejus addiderunt.
81.1.2
PETR. Inquisitioni meae sufficienter jam video satisfactum, sed hoc est adhuc quod quaestione animum pulsat: quia cum superius dictum sit esse jam sanctorum animas in coelo, restat procul dubio ut iniquorum quoque animae esse non nisi in inferno credantur. Et quid hac de re veritas habeat ignoro. Nam humana aestimatio non habet peccatorum animas ante judicium posse cruciari.