Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
82.1
ΚΕΦΑΛ. ΚΗ'. Περὶ τῆς τελευτῆς Θεοφάνους κόμητος Κεντουμκέλλων.
82.1
Ἵνα οὖν ὅπερ ἠρξάμεθα ἀναπληρώσωμεν περὶ τῶν ἐξερχομένων ψυχῶν ὅτι πολλὰ προγινώσκουσιν, οὐδὲ τοῦτο σιγητέον, ὅπερ περὶ Θεοφάνους τοῦ κόμητος πολλῶν μαρτυρούντων ἔγνων, τοῦ ἐν Κεντουμκέλλῃ τῇ πόλει οἰκοῦντος. Οὗτος γὰρ ὁ ἀνὴρ ταῖς πράξεσιν ἐλεημοσύνης ἐφρόντιζε, πρὸ δὲ πάντων τῇ ξενοδοχίᾳ προσεῖχεν, καί τοι ταῖς φροντίσι τῆς ἀρχῆς ἀσχολούμενος, καὶ ἔπραττε μὲν τοῦ δοκεῖν ἐπίγεια καὶ πρόσκαιρα, τὸ δὲ πῶς ἐλαμπρύνθη ἐν τῇ τελευτῇ αὐτοῦ, φανερὸν γέγονεν. Ἐν γὰρ τῷ πλησιάσαι τὸν καιρὸν τοῦ θανάτου αὐτοῦ, βαρυτάτη ἀνάγκη, ὥστε μὴ δύνασθαι μήτε ἐπὶ τῷ ταφῆναι ἀπενεχθῆναι αὐτὸν. Ἡ δὲ τούτου γυνὴ μετὰ κλαυθμοῦ σφοδροτάτου πρὸς αὐτὸν ἔλεγε· Τί ποιήσω; Πῶς σε ἐπὶ τὴν ταφὴν δυνηθῶ ἀπενέγκαι, μήτε τὴν θύραν τοῦ οἴκου δυναμένη ἐξελθεῖν, διὰ τὴν πολλὴν τοῦ ἀέρος ἀνάγκην; Τότε ἐκεῖνος πρὸς αὐτὴν ἀπεκρίθη, λέγων· Μὴ θελήσῃς, γῦναι, κλαίειν· εὐθέως γὰρ ἡνίκα ἐγὼ τελευτήσω, ἡ τοῦ ἀέρος εὐδία ἐπανέρχεται. 415 Ἐπὶ δὲ ταύτῃ τῇ φωνῇ τὸ τέλος ἐδέξατο, τῷ δὲ θανάτῳ καὶ ἡ εὐδία ἐπηκολούθησεν. Καὶ ἕτερα δὲ σημεῖα ἐν τῷ θανάτῳ αὐτοῦ γεγόνασιν. Αἱ γὰρ χεῖρες αὐτοῦ καὶ οἱ πόδες φυσηθέντες ἐκ τοῦ χυμοῦ τῆς ποδάλγης, εἰς πωρώματα ἦσαν μεταβληθέντες, καὶ ὑποῤῥέοντος ὑγροῦ διηνοίγοντο. Κατὰ δὲ τὸ ἔθος ἐπὶ τῷ λοῦσαι τὸ σῶμα αὐτοῦ γυμνώσαντες, αἱ χεῖρες αὐτοῦ καὶ οἱ πόδες ὑγιεῖς ηὑρέθησαν, ὥστε μήτε ἴχνος πωρώματος ἐν αὐτοῖς εὑρεθῆναι. Ἀπηνέχθη τοίνυν καὶ ἐτάφη. Τῇ δὲ συζύγῳ αὐτοῦ ἔδοξε μετὰ τετάρτην ἡμέραν τοῦ ταφῆναι αὐτὸν, τὸ μάρμαρον τὸ ἐπάνω τοῦ μνήματος αὐτοῦ τεθὲν ἀλλάξαι. Τούτου δὲ ἐπαρθέντος ἐκ τοῦ σώματος αὐτοῦ ὄσφρησις εὐωδίας ἀνεπέμφθη, ὡς ὅτι ἐκ τῆς σαπείσης σαρκὸς αὐτοῦ, ἀντὶ σκωλήκων ἀρώματα ἀνέβλυζον. Τοῦτο δὲ καὶ ἐν τοῖς ὁμιλίαις τοῦ εὐαγγελίου διηγουμένου μου γέγονέ τινας τῶν ἀσθενεστέρων εἰς ἀπιστίαν ἐλθεῖν. Ἐν δὲ ἡμέρᾳ τινὶ καθεζομένου μου ἐν συλλόγῳ μετὰ ἀνδρῶν εὐγενῶν, αὐτοὶ οἱ τεχνῖται παρεγένοντο, οἵτινες τὸ μάρμαρον τοῦ μνήματος αὐτοῦ ἤλλαξαν παρακαλοῦντές με περὶ πράγματος αὐτῶν τινος. Ἐγὼ δὲ τούτους ἐνώπιον τοῦ κλήρου καὶ παντὸς τοῦ λαοῦ, περὶ τοῦ θαύματος τούτου ἐρωτήσας, ἀπεκρίθησαν, λέγοντες· Θαυμασίῳ τρόπῳ τῆς ὀσφρήσεως τῆς εὐωδίας ἐκείνης ἐμπλησθῆναι αὐτούς. Καὶ ἕτερα δέ τινα εἰς προσθήκην τοῦ θαύματος περὶ τοῦ αὐτοῦ μνήματος ἔλεγον, ἅπερ διηγήσασθαι ἐπίμηκες εἶναι ἡγοῦμαι.
82.2
ΠΕΤΡ. Τῇ παρ' ἐμοῦ ἐπιζητήσει λοιπὸν ἱκανῶς ὁρῶ ἑαυτὸν πληροφορηθέντα. Τοῦτο δὲ ἀκμὴν ἐρωτήσει τὴν ψυχὴν ὑπονύττει. Ὁτι καθὼς ἀνωτέρω ἐλέχθη, τὰς τῶν ἁγίων ψυχὰς ἐν οὐρανῷ εἶναι λοιπὸν, καὶ τὰς τῶν ἀδίκων ψυχὰς ἐν τῷ ᾅδῃ εἶναι πιστευτέον. Τί δὲ περὶ τούτου τοῦ πράγματος ἡ ἀλήθεια ἔχει ἀγνοῶ. Ἡ γὰρ ἀνθρωπίνη βουλὴ τὰς τῶν ἁμαρτωλῶν ψυχὰς οὐκ ἔχει πρὸ τῆς ἡμέρας τῆς κρίσεως δύνασθαι κριθῆναι.
82.1.1
ΚΕΦΑΛ. ΚΗ'. Περὶ τῆς τελευτῆς Θεοφάνους κόμητος Κεντουμκέλλων. CAPUT XXVIII. Quod sicut perfectorum animae in coelo, ita post dissolutionem corporis iniquorum animae in inferno esse credendae sunt.
82.1.1
GREGORIUS. Si esse sanctorum animas in coelo sacri eloquii satisfactione credidisti, oportet ut per omnia esse credas et iniquorum animas in inferno, quia ex retributione aeternae justitiae, ex qua justi jam gloriantur, necesse est per omnia ut et injusti crucientur. Nam sicut electos beatitudo laetificat, ita credi necesse est quod a die exitus sui ignis reprobos exurat.
82.1.2
PETR. Et qua ratione credendum est quia rem incorpoream tenere ignis corporeus possit?