Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
88.1
ΚΕΦΑΛ. ΛΔ'. Ἐρώτησις ἐὰν οἱ δίκαιοι τοὺς δικαίους, καὶ οἱ ἁμαρτωλοὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἐπιγινώσκουσιν.
88.1
ΓΡΗΓΟΡΙΟΣ. Τῆς ἐρωτήσεως ταύτης ἡ ἀπόδειξις διὰ τῶν δεσποτικῶν ῥημάτων ὧν ἀνωτέρω προέφημεν, τοῦ φωτὸς λαμπρότερον ἀποδείκνυται. Ἐῤῥέθη γὰρ, ὅτι ἦν τις ἄνθρωπος πλούσιος, ὅστις ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἑκάστην ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος πάντοθεν, ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Πρὸς δὲ τούτοις γέγραπται, ὅτι ἀποθανὼν Λάζαρος ἐβαστάχθη ὑπὸ τῶν ἀγγέλων, καὶ ἀπηνέχθη εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπᾴρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας, εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. Ὁ πλούσιος δὲ λοιπὸν ἐλπίδα σωτηρίας μὴ ἔχων, ἐπὶ τὴν τῶν ἰδίων σωτηρίαν ὑποστρέφει, οὕτω λέγων· Δυσωπῶ σε, πάτερ, ἵνα ἀποστείλῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελφοὺς, ὅπως διαμαρτύρηται αὐτοὺς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τῆς βασάνου ταύτης. Διὰ τούτων οὖν τῶν ῥημάτων, φανερῶς δείκνυται ὅτι καὶ οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς καὶ οἱ πονηροὶ τοὺς πονηροὺς γνωρίζουσιν. Ἐὰν γὰρ ὁ Ἀβραὰμ τὸν Λάζαρον οὐδαμῶς ἐγνώριζεν, οὐδ' ἂν πρὸς τὸν πλούσιον ἐν ταῖς βασάνοις ὑπάρχοντα περὶ τῆς παρελθούσης αὐτοῦ συντριβῆς διελέγετο, φάσκων, ὅτι ἀπέλαβε τὰ κακὰ ἐν τῇ ζωῆ αὐτοῦ. Καὶ πάλιν ἐὰν οἱ πονηροὶ τοὺς πονηροὺς οὐκ ἐγνώριζον, οὐκ ἂν ὁ πλούσιος ἐν βασάνοις ὑπάρχων τῶν ἀδελφῶν αὑτοῦ ἀπόντων ἐμέμνητο. Πῶς οὖν τοὺς παρόντας οὐ δύναται γνωρίσαι, ὁ καὶ περὶ τῶν ἀπόντων μνημονεύσας, καὶ ὑπὲρ αὐτῶν παρακαλέσαι φροντίσας; ἐν τούτῳ δὲ τῷ πράγματι κἀκεῖνο δείκνυται, ὅπερ αὐτὸς οὐδαμῶς ἐπεζήτησας, ὅτι καὶ οἱ ἀγαθοὶ τοὺς πονηροὺς, καὶ οἱ πονηροὶ τοὺς ἀγαθοὺς γνωρίζουσιν. Ἐπειδὴ γὰρ καὶ ὁ πλούσιος παρὰ τοῦ Ἀβραὰμ ἐγνωρίσθη, πρὸς ὃν ἔφη, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ὁμοίως δὲ καὶ ὁ ἐκλεκτὸς Λάζαρος παρὰ τοῦ ἀποδεδοκιμασμένου πλουσίου ἐπεγνώσθη, ὃν ἀποσταλῆναι ἐδυσώπει, ἐξ ὀνόματος αὐτὸν καλῶν, καὶ λέγων· Ἀπόστειλον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος καὶ καταψύξῃ μου τὴν γλῶσσαν. Ἐν ταύτῃ τοίνυν τῇ ἐπιγνώσει τῶν ἀμφοτέρων μερῶν, τὸ τῆς ἀνταποδόσεως μέγεθος ἐπαυξάνει· ἵνα καὶ οἱ ἀγαθοὶ ἐπιπλεῖον χαρῶσιν, οἵτινες αὐτοὺς μετ' ἐκείνων ἀγαλλιωμένους θεωροῦσιν, ὧνπερ ἠγάπησαν· ὡσαύτως δὲ καὶ οἱ πονηροὶ μετ' ἐκείνων στρεβλωθῶσιν, οὕσπερ ἐν τούτῳ τῷ κόσμῳ ὁ Θεὸς ἐβδελύσσετο, αὐτοὶ δὲ τούτους ἠγάπησαν. Ὅθεν οὐ μόνον αὐτοὺς ἡ ἰδία βάσανος, ἀλλὰ καὶ ἡ ἐκείνων θέα ἐπὶ πλεῖον καταφλέξῃ. Ἐν δὲ τοῖς ἐκλεκτοῖς, καὶ ἕτερόν τι θαυμασιώτερον συμβαίνει, ὅτι οὐχὶ μόνον ἐκείνους γνωρίζουσιν, οὓς ἐν τούτῳ τῷ κόσμῳ ἐγίνωσκον, ἀλλὰ καὶ οὓς οὐδέποτε ἐθεάσαντο, καθάπερ 426 συνήθεις καὶ γνωρίμους οὕτως ἐπιγινώσκουσι. Θεώμενοι γὰρ τοὺς ἀρχαίους πατέρας ἐν ἐκείνῃ τῇ αἰωνίᾳ κληρονομίᾳ, οὐκ ἔσονται αὐτοῖς ἄγνωστοι διὰ τῆς θέας, οὓς ἐν τῇ τῶν ἔργων μιμήσει διαπαντὸς ἐγνώριζον. Ἡνίκα γὰρ ἐκεῖσε πάντες κοινῇ τῆ λαμπρότητι τὸν Θεὸν θεωροῦσιν, τί ἐστιν ὅπερ οὐ γινώσκουσιν, ἔνθα τὸν γινώσκοντα τὰ πάντα γινώσκουσιν;
88.1
ΚΕΦΑΛ. ΛΔ'. Ἐρώτησις ἐὰν οἱ δίκαιοι τοὺς δικαίους, καὶ οἱ ἁμαρτωλοὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἐπιγινώσκουσιν. CAPUT XXXIV. De quodam religioso, qui prophetas moriens vidit.
88.1
Nam quidam noster religiosus, vir vitae valde laudabilis, cum ante hoc quadriennium moreretur, sicut religiosi alii qui praesentes fuerunt testati sunt, in hora exitus sui Jonam prophetam, Ezechielem quoque et Danielem coepit aspicere, eosque dominos suos ex nomine clamare. Quos dum ad se venisse diceret, et depressis luminibus eis reverentiae obsequium praeberet, ex carne eductus est. Qua in re aperte datur intelligi quae erit in illa incorruptibili vita notitia, si vir iste adhuc in carne corruptibili positus prophetas sanctos, quos nimirum nunquam viderat, agnovit.