Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
91.1
ΚΕΦΑΛ. ΛΖ'. Περὶ τῶν ἐξαίφνης ἁρπαζομένων ψυχῶν καὶ πάλιν ἐπιστρεφουσῶν.
91.1
ΓΡΗΓΟΡΙΟΣ. Τούτου γινομένου, Πέτρε, ἐὰν καλῶς νοηθῇ, οὐχὶ πλάνη, ἀλλὰ νουθεσία ὑπάρχει. Ἡ γὰρ τοῦ Θεοῦ εὐσπλαγχνία, διὰ μεγίστην ἐλέους δωρεὰν οἰκονομικῶς τοῦτο ποιεῖ. Ὥστε πολλοὺς μετὰ τὴν ἔξοδον πάλιν ἐν τῷ σώματι ὑποστρέψαι, ἵνα τὰς τοῦ ᾅδου βασάνους, ἅσπερ ἀκούοντες οὐκ ἐπίστευον, μᾶλλον θεωροῦντες φοβηθῶσι. Μοναχὸς γάρ τις Ἰλλυρικιανὸς τῷ ὀνόματι ἐν ταύτῃ τῇ πόλει σὺν ἐμοὶ ἐν τῷ μοναστηρίῳ διάγων, διηγήσατό μοι, ὅτι ἐν τοῖς 431 χρόνοις ἐν οἷς ἀκμὴν ἐν τῇ ἐρήμῳ διέτριβε, τοῦτο ὅπερ διηγεῖτο μεμάθηκεν. Ἔλεγε γὰρ, ὅτι μοναχός τις Πέτρος ὀνόματι ἐκ τῆς χώρας τῆς Ἰβηρίας γενόμενος, γέροντι μοναχῷ ὀνόματι Ἐβασὰ προσκολληθεὶς, ἐν τόπῳ ἐρήμῳ κατάλσῳ κατῴκει. Παρ' αὐτοῦ οὖν διηγουμένου μεμάθηκεν, ὅτι πρὸ τοῦ τὴν ἔρημον αἰτήσηται, ἀσθενείας αὐτῷ ἐπελθούσης, ἀπέθανε. Παραυτὰ δὲ πάλιν ἐν τῷ σώματι ἀποδοθεὶς, τὰ τοῦ ᾅδου βάσανα καὶ ἀμετρήτους τόπους φλογὸς ἑωρακέναι ἔλεγε· καί τινας τοῦ κόσμου τούτου δυνάστας ἐν τῇ αὐτῇ φλογὶ κρεμαμένους θεωρῆσαι διεβεβαιοῦτο. Ἐν ὅσῳ δὲ λοιπὸν καὶ αὐτὸς ἐπὶ τῷ ἐκεῖσε ῥιφῆναι ἀπηνέχθη, αἴφνης ἄγγελον ἀστραπτούσης θέας ἐπιφανῆναι ἔλεγεν, ὅστις τοῦτον ἐν τῷ πυρὶ ῥιφῆναι ἐκώλυσεν. Πρὸς αὐτὸν δὲ εἶπεν· Ἄπελθε καὶ βλέπε πῶς μέλλεις μετὰ ταῦτα προσέχων ἑαυτῷ ζῆσαι. Μετὰ δὲ ταύτην τὴν φωνὴν, κατ' ὀλίγον τῶν μελῶν αὐτοῦ ἀναζεόντων ἐκ τοῦ ὕπνου τοῦ αἰωνίου θανάτου ἐφυπνισθεὶς, πάντα τὰ περὶ αὐτὸν γεγονότα διηγήσατο. Τοσαύταις δὲ μετέπειτα νηστείαις καὶ ἀγρυπνίαις ἑαυτὸν ἐκδέδωκε διὰ τὸ ἑωρακέναι καὶ φοβηθῆναι αὐτὸν τὰ τοῦ ᾅδου βάσανα, ὥστε κἂν ἡ γλῶσσα αὐτοῦ ήσύχαζεν, ἡ πολιτεία ἐλάλει. Οὕτω τοίνυν τῇ θαυμαστῇ τοῦ Θεοῦ προνοίᾳ ὁ θάνατος αὐτοῦ ἐπράχθη, ἵνα μὴ αἰωνίως ἀποθάνῃ
91.2
Ἐπεὶ οὖν ἡ ἀνθρωπίνη καρδία σφόδρα βαρείας σκληρότητος ὑπάρχει, ἴσως κἂν αὐτὴ τῶν βασάνων ἡ ἐπίδειξις πρὸς μετάνοιαν αὐτοὺς ἐπιστρέψῃ. Καὶ Στέφανος δὲ ὁ ἰλλούστριος, ὃν αὐτὸς καλῶς ἔγνως, περὶ ἑαυτοῦ μοι διηγήσατο. Ἔλεγε δὲ οὕτως· Ὅτι ἐν Κωνσταντινουπόλει ἀπελθόντος μου, καὶ διὰ πρᾶγμά τι ἐκεῖσέ μου βραδύναντος, νόσου σωματικῆς ἐπελθούσης, ἀπέθανεν. Ἰατροῦ δὲ καὶ πιγμενταρίου ζητηθέντων ἐπὶ τῷ ἀνοῖξαι καὶ σμυρνίσαι αὐτὸν, οὐδαμῶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὑρεθῆναι ἠδυνήθησαν. Τῆς δὲ νυκτὸς ἐπελθούσης, ἔκειτο τὸ σῶμα ἄταφον. Ἀπενεχθῆναι δὲ εἰς τοὺς τόπους τοῦ ᾅδου ἔλεγε, καὶ πολλὰ θεάσασθαι, ἅπερ πρότερον ἀκούων, οὐκ ἐπίστευεν. Ὡς δὲ πρὸς τὸν προκαθεζόμενον ἐκεῖσε ἄρχοντα ἐπαρουσίασε, παρ' αὐτοῦ οὐκ ἐδέχθη, ὥστε εἰπεῖν αὐτὸν· Οὐχὶ τοῦτον, ἀλλὰ Στέφανον τὸν χαλκέα ἀγαγεῖν ἐκέλευσα. Ὅστις εὐθέως ἐν τῷ σώματι ἀπεστράφη, καὶ Στέφανος ὁ χαλκεὺς ὁ πλησίον αὐτοῦ κατοικῶν αὐτῇ τῇ ὥρᾳ ἀπέθανεν. Οὕτως οὖν ἀληθινὰ ὑπάρχειν τὰ ῥήματα ἅπερ ἤκουσεν ἐπιστεύθη, ἡνίκα τὸ γενόμενον περὶ τοῦ θανάτου Στεφάνου τοῦ χαλκέως ἐδείχθη.
91.3
Πρὸ τριετίας τοίνυν ἐν τῷ λοιμῷ τῷ ταύτην τὴν πόλιν ἐν συμφορᾷ σφοδροτάτῃ διὰ τοῦ θανατικοῦ ἀοίκητον ποιήσαντι, σωματικῇ θεωρίᾳ βέλη οὐρανόθεν ἐρχόμενα, καὶ ἕνα ἕκαστον κρούοντα ἐθεωροῦντο. Ἐν ᾧ καὶ ὁ προλεχθεὶς Στέφανος ἀπέθανε. Στρατιώτης δέ τις ἐν ταύτῃ τῇ ἡμετέρᾳ πόλει ἐκ τῆς συμφορᾶς τοῦ αὐτοῦ θανατικοῦ κρουσθεὶς, ἐτελεύτησεν. Τὸ δὲ τούτου σῶμα ἄψυχον ἔκειτο. Διὰ τάχους δὲ πάλιν ἡ ψυχὴ ὑποστρέψασα ἐν τῷ σώματι, καὶ εἰς ἑαυτὸν ἐλθὼν ἅπερ ἑώρακε διηγεῖτο, ὥστε πολλοῖς κατάδηλον τοῦτο γενέσθαι. Ἔλεγε δὲ οὕτως, ὅτι γέφυρα ὑπῆρχεν, ὑφ' ἣν ζόφος καὶ ἀμβλυωπία, δυσωδία τε ἀνύποιστος, καὶ ὁμίχλη ἐκφερομένη περὶ αὐτὴν ἐθεωρεῖτο. Ποταμὸς καὶ κάτωθεν αὐτῆς ὑπέτρεχεν. Ἔμπροσθεν δὲ τῆς γεφύρας λιβάδια χλοάζοντα ὑπῆρχον 434 ἐξαίσια, βοτάναις εὐωδεστάταις καὶ ἄνθεσι ποικίλοις κοσμούμενα. Λευχειμονούντων δὲ ἀνδρῶν συνέδρια ἐν αὐτοῖς εἶναι ἐθεωροῦντο. Τοσαύτη δὲ ὀσμὴ εὐωδίας ἐν αὐτῷ τῷ τόπῳ ὑπῆρχεν, ὥστε τοὺς ἐκεῖσε διακινοῦντας καὶ κατοικοῦντας, ἐκ τῆς ὀσφρήσεως τῆς αὐτῆς εὐωδίας χορτάζεσθαι. Ἐκεῖ μοναὶ διάφοροι μεγίστου φωτὸς γέμουσαι, οἶκος δὲ θαυμαστῆς εὐπρεπείας ἐκεῖσε ᾠκοδομεῖτο, ὅστις χρυσοῖς βισάλοις ἐφαίνετο κτιζόμενος. Τίνος δὲ ἦν, γνῶναι οὐκ ἠδυνήθη. Καὶ ἐπάνω δὲ τῆς ὄχθης τοῦ προλεχθέντος ποταμοῦ πλεῖσται μοναὶ ὑπῆρχον, ἀλλά τισιν ἐξ αὐτῶν ἀνερχομένη ἡ δυσωδία καὶ ὀμίχλη προσήγγιζε· τισι δὲ, οὐδαμῶς εἰς δὲ τὴν προλεχθεῖσαν γέφυραν ἦν ἡ δοκιμασία. Ὅστις γὰρ τῶν ἀδίκων δι' αὐτῆς περάσαι ἤθελεν, ἐν τῷ σκοτεινῷ καὶ δυσωδεστάτῳ ποταμῷ ὠθούμενος ἐβάλλετο. Οἱ δὲ δίκαιοι ἐν οἷς πταῖσμα οὐκ ἦν, ἀμερίμνῳ καὶ ἐλευθερίῳ ποδὶ δι' αὐτῆς διήρχοντο καὶ εἰς τοὺς εὐωδεστάτους τόπους ἀπήρχοντο. Ἐκεῖ Πέτρον τὸν τῆς ἐκκλησιαστικῆς φαμιλίου μειζότερον, τὸν πρὸ τῆς τετραετίας ταύτης τελευτήσαντα, κατακέφαλα κρεμάμενον ἐν τοῖς φοβεροῖς τόποις ἐκείνοις θεάσασθαι ἔλεγε, μεγάλῳ βάρει σιδήρου δεδεμένον. Ἐρωτήσαντος δὲ αὐτοῦ, διὰ τί τοῦτο ὑπομένει, ταῦτα ἀκηκοέναι ἑαυτὸν ἔφασκεν, ἅπερ καὶ ἡμεῖς γινώσκομεν, οἵτινες αὐτὸν ἐν τούτῳ τῷ ἐκκλησιαστικῷ οἴκῳ ἐγνωρίσαμεν, καὶ τὰς αὐτοῦ μνημονεύομεν πράξεις. Ἐῤῥέθη γὰρ αὐτῷ ὅτι διὰ τοῦτο ταῦτα ὑπομένει. Ἐπειδὴ γὰρ ἐὰν αὐτῷ διὰ πταῖσμα δοῦναί τινι πληγὰς ἐκελεύετο, πλειόνως μᾶλλον ἐκ τῆς ὠμοτάτης ἐπιθυμίας, ἤπερ δι' ὑπακοὴν ἐδούλευε. Ταῦτα δὲ οὕτως ἔχειν πάντες οἱ γνωρίσαντες αὐτὸν ἐπίστανται. Ἐκεῖσε δὲ καὶ πρεσβύτερόν τινα ξένον ἑωρακέναι ἔλεγεν, ὅστις ἐν τῇ προλεχθείσῃ γεφύρᾳ ἐλθὼν, τοσαύτῃ παῤῥησίᾳ δι' αὐτῆς διῆλθεν, ὅσῃ καὶ ἐνθάδε ἀκεραιότητι ἔζησεν. Εἰς δὲ τὴν αὐτὴν γέφυραν καὶ Στέφανον, ὃν προείρηκα γνωρίσαι ἔφασκε. Τούτου δὲ περάσαι θελήσαντος, ὁ ποὺς αὐτοῦ ὠλίσθησε, καὶ ἀπὸ μέσου τοῦ σώματος ἔξω τῆς γεφύρας ἐκρέματο. Φοβεροὶ δέ τινες ἄνδρες ἐκ τοῦ ποταμοῦ τοῦτον ἀνιστάμενοι ἀπὸ τῶν μηρῶν κάτω ἔσυρον, ἕτεροι δὲ εὐσχειμονοῦντες καὶ περικαλλεῖς ἄνδρες διὰ τῶν βραχιόνων αὐτοῦ τοῦτον ἄνω ἔσυρον. Ἐν ὅσῳ δὲ αὐτὴ ἡ πάλη ἐπράττετο, τῶν ἀγαθῶν πνευμάτων ἄνω τῶν δὲ πονηρῶν κάτω, ὁ ταῦτα θεωρῶν, εἰς τὸ ἴδιον σῶμα ὑπέστρεψε, καὶ τί περὶ αὐτοῦ εἰς τέλος γέγονεν οὐδαμῶς ἔγνω. Ἐν τῷ πράγματι οὖν τούτῳ περὶ τῆς αὐτοῦ Στεφάνου ζωῆς δίδοται νοῆσαι, ὅτι τὰ κακὰ τῆς σαρκὸς μετὰ τῶν τῆς ἐλεημοσύνης ἔργων πάλιν συνεκροτοῦσαν. Ἐν ᾧ γὰρ διὰ τῶν μηρῶν κάτω ἐσύρετο, διὰ δὲ τῶν βραχιόνων ἄνω, φανερὸν λίαν καθέστηκεν, ὅτι τὴν μὲν ἐλεημοσύνην ἠγάπησε, τῶν δὲ τῆς σαρκὸς παθῶν ὁλοκλήρως οὐκ ἀντέστη, δι' ὧν κάτω ἐσύρετο. Τῇ οὖν κρυπτῇ τοῦ Θεοῦ ἐτάσει ἐγνωρισμένον ὑπάρχει τί ἐν αὐτῷ ἐνίκησεν. Ἐπεὶ καὶ ἡμᾶς καὶ αὐτὸν τὸν ταῦτα θεασάμενον καὶ ὑποστρέψαντα πάλιν λανθάνει τί περὶ αὐτοῦ ἐγένετο. Δείκνυται δὲ περὶ τοῦ αὐτοῦ Στεφάνου, καθὼς ἀνωτέρω διηγησάμην, ὅτι καὶ μετὰ τὸ θεάσασθαι αὐτὸν τοὺς τοῦ ᾅδου τόπους, καὶ ὑποστρέψαι ἐν τῷ σώματι, οὐδαμῶς τὴν ἑαυτοῦ ζωὴν ὁλοκλήρως διωρθώσατο. Ὅστις μετὰ πολλοὺς χρόνους ἐν τῇ πάλῃ τῆς ζωῆς καὶ τοῦ θανάτου ἐκ τοῦ σώματος ἐξῆλθεν. Ὅθεν ἐν τούτῳ τῷ πράγματιφανεροῦται, ὅτι τὰ τοῦ ᾅδου βάσανα ἐπιδεικνύμενα, τισὶ μὲν εἰς ἀσφάλειαν, τισὶ δὲ εἰς περισσοτέραν κατάκρισιν γίνεται, ἵνα οἱ μὲν θεωρήσαντες τὰ κακὰ φοβηθῶσιν, οἱ δὲ διὰ τοῦτο ἐπὶ πλεῖον καταδικασθῶσιν, ὅτι οὔτε θεασάμενοι καὶ γνωρίσαντες τὰ τοῦ ᾅδου βάσανα ἑαυτοὺς διωρθώσαντο.
91.4
435 ΠΕΤΡ. Τί ἐστι τοῦτο, αἰτῶ σε, ὅτι ἐν τόποις τερπνοῖς καὶ εὐωδεστάτοις, οἶκὸς τινι κτιζόμενος βισάλοις χρυσοῖς ἐθεάθη. Γέλοῖόν μοι γὰρ φαίνεται σφόδρα ἐὰν πιστεύωμεν, ὅτι ἐν ἐκείνῃ τῆ ζωῇ πάλιν μετάλλων τοιούτων ἔχομεν δεηθῆναι.
91.5
ΓΡΗΓΟΡ. Τίς ὑγιαίνων τὰς φρένας τοῦτο ὑπολαμβάνει; Ἐκ δὲ τούτου τοῦ ἐκεῖσε δειχθέντος φανερῶς δίδοται νοῆσαι ποίαν ἐργασίαν ἐνταῦθα ἐργάζεται ἐκεῖνος οὗ ἡ μονὴ ταύτῃ ᾠκοδομεῖτο. Ἐπειδὴ γὰρ τὸ τοῦ αἰωνίου φωτὸς δῶρον τῇ τῆς ἐλεημοσύνης διαδόσει τινὶ προσπορίζεται, θαυμασίως δείκνυται, ὅτι χρυσίῳ τὴν ἑαυτοῦ οἰκοδομεῖ μονὴν ὁ τοιοῦτος. Ὅπερ δὲ τὴν μνήμην ἀνωτέρω διέφυγε, οὐ καλὸν παρασιωπῆσαι. Ὁ στρατιώτης οὖν ὁ ταῦτα θεασάμενος, ἔλεγεν ὅτι τὰ αὐτὰ χρυσᾶ βίσαλα εἰς τὴν τοῦ οἴκου οἰκοδομὴν γέροντες καὶ νεώτεροι. κόραι τε καὶ πα ῖδες παρέφερον. Ὅθεν δείκνυται ὅτι αὐτοὶ οἱ τὴν ἐλεημοσύνην παθόντες ἐνταῦθα, οὗτοι ἐργάται ἐκεῖσε εἶναι ἐθεωροῦντο.
91.1.1
ΚΕΦΑΛ. ΛΖ'. Περὶ τῶν ἐξαίφνης ἁρπαζομένων ψυχῶν καὶ πάλιν ἐπιστρεφουσῶν. CAPUT XXXVII. Quid sibi vult in amoenis locis domus constructio: et de Deusdedit, cujus domus sabbato videbatur aedificari: et de poena Sodomorum.
91.1.1
GREGORIUS. Quis hoc, si sanum sapit, intelligat? Sed per hoc quod illic ostensum est, quisquis ille est cui mansio ista construitur, aperte datur intelligi quid est quod hic operatur. Nam qui praemium aeternae lucis eleemosynarum largitate promerebitur, nimirum constat, quia auro aedificat mansionem suam. Quod enim superius memoriam fugit ut dicerem, idem miles, qui haec viderat, narrabat quod eosdem laterculos aureos ad aedificationem domus, senes ac juvenes, puellae et pueri ferebant. Qua ex re colligitur, quia hi quibus hic pietas facta est, ipsi illic operatores esse videbantur.
91.1.2
Hic etiam quidam juxta nos, Deusdedit nomine, religiosus, habitabat, qui calceamenta solebat operari, de quo alter per revelationem vidit quod ejus domus aedificabatur, sed in ea constructores sui solo die sabbati videbantur operari. Qui ejusdem viri postmodum subtiliter vitam requirens, invenit quia ex his quae diebus singulis laborabat, quidquid ex victu atque vestitu superesse potuisset, die sabbato ad beati Petri Ecclesiam deferre consueverat, atque indigentibus erogare. Qua ex re perpende, quia non immerito domus ipsius fabrica sabbato crescebat.
91.1.3
PETR. Hac de re mihi idonee video satisfactum: sed quaeso te, quid esse dicimus, quod quorumdam habitacula foetoris nebula tangebantur, quorumdam vero tangi non poterant: vel quid quod pontem, quid est quod fluvium vidit?
91.1.4
GREGOR. Ex rerum, Petre, imaginibus pensamus merita causarum. Per pontem quippe ad amoena loca transire justos aspexit: Quia angusta valde est semita quae ducit ad vitam. Et foetentem fluvium decurrentem vidit, quia ad ima defluit quotidie carnalium hic putredo vitiorum. Et quorumdam habitacula fetoris nebula tangebat, quorumdam vero ab ea tangi non poterant: quia sunt plerique qui multa jam bona opera faciunt, sed tamen adhuc carnalibus vitiis in cogitationis delectatione tanguntur. Et justum valde est, ut illic nebula fetoris obsideat, quos hic adhuc carnis fetor delectat. Unde et eamdem delectationem carnis 437 esse beatus Job in fetore conspiciens, de luxurioso ac lubrico sententiam protulit, dicens: Dulcedo illius vermes. Qui autem perfecte cor ab omni delectatio e carnis excutiunt, constat nimirum quia eorum habitacula fetoris nebula non tanguntur. Et notandum quod idem fetor esse et nebula visa sit, quia nimirum carnalis delectatio mentem quam inficit obscurat, ut veri luminis claritatem non videat, sed unde delectatur inferius, inde caliginem ad superna patiatur.
91.1.5
PETR. Putamusne hoc auctoritate sacri eloquii posse monstrari, ut culpae carnalium fetoris poena puniantur?
91.1.6
GREGOR. Potest; nam libro Geneseos attestante didicimus, quia super Sodomitas Dominus ignem et sulphur pluit, ut eos et ignis incenderet, et fetor sulphuris necaret. Quia enim amore illicito corruptibilis carnis exarserant, simul incendio et fetore perierunt, quatenus in poena sua cognoscerent quia aeternae mortis fetoris sui se delectatione tradidissent.
91.1.7
PETR. De his in quibus dubius fui, nihil mihi, fateor, quaestionis remansit.