Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
92.1
ΚΕΦΑΛ. ΛΗ'. Περὶ Δεουσδέδιτ τοῦ τζαγγαρίου.
92.1
Ἀνήρ τις εὐλαβέστατος Δεουσδέδιτ ὀνόματι πλησίον ἡμῶν κατῴκει. Τέχνη δέ αὐτῷ ἡ τοῦ τζαγγαρίου ὑπῆρχε. Περὶ τούτου οὖν τις δι' ἀποκαλύψεως σεθεάσατο, ὅτι οἶκος αὐτῷ ᾠκοδομεῖτο. Ἐν δὲ τῇ τοῦ σαββάτου καὶ μόνον ἡμέρᾳ ἐθεωροῦντο οἱ οἰκοδόμοι ἐργαζόμενοι. Ὁ οὖν ταῦτα θεασάμενος περὶ τῆς τοῦ ἀνδρὸς τούτου πολιτείας ἐπὶ λεπτοῦ διερευνήσας, εὗρεν, ὅτι ἐξ αὐτῶν ὧν καθ' ἑκαστὴν ἡμέραν εἰργάζετο, εἴ τι δ' ἂν αὐτῷ περιέσσευεν ἀπό τε τροφῆς καὶ ἐνδύματος, τῇ ἡμέρᾳ τοῦ σαββάτου εἰς τὴν τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου ἐκκλησίαν ἀποφέρειν εἴωθεν, καὶ τοῖς δεομένοις διαδιδόναι. Ἐξ οὗ πράγματος κατανόησον, ὅτι οὐ παρὰ τὸ προσῆκον ἡ τοῦ ἴκου αὐτοῦ κτίσις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ηὔξανεν.
92.2
ΠΕΤΡ. Περὶ τοῦ πράγματος τούτου ἁρμοδίως ἑαυτὸν ὁρῶ πληροφορηθέντα. Ἀλλ' αἰτῶ τί λέγομεν εἶναι τοῦτο, ὅτι τῶν μὲν οἰκημάτων ἡ ὁμίχλη καὶ ἡ δυσωδία καθήπτετο, τῶν δὲ καθάψασθαι οὐκ ἠδύνατο; τί δὲ καὶ ὁ ποταμὸς καὶ ἡ γέφυρα ἣν ἐθεάσατο;
92.3
ΓΡΗΓΟΡ. Ἐκ τῶν εἰκόνων τῶν πραγμάτων, Πέτρε, τὰ ἀξιώματα τῶν πραγμάτων ταλαντεύομεν. Διὰ τῆς γεφύρας οὖν περάσαι τοὺς δικαίους, καὶ εἰς τόπους τερπνοὺς ἀπελθεῖν ἑώρακεν· ἐπειδὴ σφόδρα στενή ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τὸν δὲ δυσώδη ποταμὸν ὑποτρέχοντα ἐθεάσατο, ὅτι καὶ καθ' ἡμέραν ἐνταῦθα εἰς τὰ κάτω ὑποσύρει τῶν σαρκικῶν ἀνθρώπων τὸ φρόνημα ἡ τῶν παθῶν σηπεδών. Ὅτι δέ τινα τῶν οἰκημάτων ἡ δυσωδία καὶ ἡ ὁμίχλη καθήπτετο, τινῶν δὲ καθάψασθαι οὐκ ἠδύνατο, πολλοί εἰσιν ἔργα ποιοῦντες καλὰ, πλὴν ὅμως ἔτι τῶν σαρκικῶν παθῶν ἡ ἐπιθυμία τῆς διανοίας αὐτῶν καθάπτεται. Καὶ δίκαιον λίαν ὑπάρχει, ἵνα ἡ ὁμίχλη τῆς δυσωδίας ἐκεῖσε ἐπεισέλθῃ, οἵσπερ ἔτι ἐνταῦθα ἡ τῆς σαρκὸς δυσώδια θέλγῃ. Ὁθεν καὶ ὁ μακάριος Ἰὼβ 438 τὴν τῆς σαρκὸς ἡδυπάθειαν δυσωδίαν ὑπάρχειν ὁρῶν, περὶ τῶν πόρνων καὶ εὐολίσθων τὴν ψῆφον ἐπήγαγε, λέγων· Γλυκύτης αὐτῶν, σκώληξ. Οἱ δὲ ὁλοκλήρως τὴν ἑαυτῶν καρδίαν ἐκ πάσης σαρκικῆς ἡδυπαθείας ἐκκαθάραντες, λίαν φανερῶς δείκνυνται ὅτι τούτων τὰ οἰκήματα ἡ ὁμίχλη καὶ ἡ δυσωδία οὐδαμῶς καθάπτεται. Ἀλληγορικῶς δὲ τὴν ὁμίχλην καὶ τὴν δυσωδίαν ὑποληπτέον τὴν σαρκικὴν ἡδυπάθειαν. Ἥ τις τὸν λογισμὸν οὗτινος οὖν κατάσχῃ, θολοῖ καὶ σκοτίζει, ἵνα τοῦ ἀληθινοῦ φωτὸς τὴν λαμπρότητα μὴ θεωρήσῃ, ἀλλ' ὅθεν ἡδυπαθεῖ κάτωθεν, ἐν τοῖς ἄνω ἀμβλυωπίαν ὑπομένει.
92.4
ΠΕΤΡ. Δύναται ἐκ μαρτυρίας γραφικῆς τοῦτο ἀποδειχθῆναι, ὅτι τὰ πταίσματα τῶν σαρκικῶν τῇ βασάνῳ τῆς δυσωδίας παρεικάζονται;