Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 94 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
94.1
ΚΕΦΑΛ. Μ'. Περὶ τῶν θεωρουσῶν ψυχῶν, ἔτι ἐν τῷ σώματι ὑπαρχουσῶν, μήρος τι τῆς κρίσεως, καὶ περὶ Θεοδώρου τοῦ παιδὸς, καὶ περὶ τοῦ θανάτου Χρυσαορίου, καί τινος μοναχοῦ Ἰσαύρου.
94.1
ΓΡΗΓΟΡΙΟΣ. Δῆλον καὶ τοῦτο καθέστηκεν, ὅτι πολλάκις ἔτι ἐν τοῖς σώμασιν ὑπάρχουσαι αἱ ψυχαὶ βάσανόν τινα παρὰ τῶν τῆς πονηρίας πνευμάτων θεωροῦσιν· αἱ μὲν, εἰς οἰκοδομὴν ἑαυτῶν, αἱ δὲ εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Θεόδωρος γάρ τις, περὶ οὗ καὶ ἐν ταῖς ὁμιλίαις ἐπὶ παντὸς τοῦ λαοῦ διηγήσασθαι μέμνημαι, παῖς ἀκατάστατος σφόδρα ὑπῆρχεν, ὅστις ἐν τῷ ἐμῷ μοναστηρίῳ τῷ ἀδελφῷ αὐτοῦ, ἀνάγκῃ μᾶλλον ἤπερ θελήματι ἠκολούθησεν. Οὗτος λίαν ἀπειθὴς ὑπάρχων, ἐάν τις αὐτῷ ὑπὲρ της ἰδίας σωτηρίας ἀγαθόν τι ἔλεγεν, οὐχὶ ποιῆσαι, ἀλλ' οὐδ' ἀκοῦσαι ἤθελεν. Οὐδέποτε ἑαυτὸν ἐν τῷ τῆς ἁγιας διαγωγῆς σχήματι ἐλθεῖν ἠνέσχετο, ἀλλ' ὀμνύων, ὀργιζόμενος, καὶ ἐμπαίζων, οὕτω τὸν βίον αὐτοῦ παρήχετο. Ἐν δὲ τῷ λοιμῷ τοῦ θανατικοῦ, τοῦ νυνὶ πλεῖστον μέρος λαοῦ ταύτης τῆς πόλεως συντελέσαντος, καὶ οὗτος ἐν τῷ μηρῷ αὐτοῦ κρουσθεὶς, εἰς θάνατον ἀπηνέχθη. Ἐν δὲ τῇ ἐσχάτῃ ἀναπνοῇ ἐλθόντος αὐτοῦ, πάντες οἱ ἀδελφοί συνῆλθον, ὅπως εὐχόμενοι ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἐξιλεώσασθαι ἐν τῇ ἐξόδῳ αὐτοῦ δυνήσωνται. Τὸ γὰρ σῶμα αὐτοῦ ἤδη λοιπὸν ἐκ παντὸς μέρους νεκρωθὲν ὑπῆρχεν. Ἐν μόνω δὲ τῷ στήθει αὐτοῦ ὀλίγη ζωτικὴ θέρμη ἦν ἀπομείνασα. Τοσοῦτον δὲ ἐπιμόνως ἅπαντες οἱ ἀδελφοὶ ὑπὲρ αὐτοῦ ηὔχοντο, ὅσον αὐτὸν μετὰ σπουδῆς ἔβλεπον πρὸς τὲν ἔξοδον ἐπειγόμενον. Αἴφνης δὲ κράζειν ἤρξατο μεγίστῃ φωνῇ, καὶ τῶν παρεστώτων ἀδελφῶν τὰς εὐχὰς ἐπικόπτειν, λέγων 439 Ἀπόστητε ἀπ' ἐμοῦ, ἰδοὺ τῷ δράκοντι εἰς βρῶσιν ἐδόθην, ὅστις διὰ τὴν ὑμετέραν παρουσίαν φαγεῖν με οὐ δύναται. Τὴν γὰρ κεφαλήν μου λοιπὸν ἐν τῷ στόματι αὐτοῦ κατέπιεν. Δότε οὖν τόπον, ἵνα μὴ ἐπὶ πλεῖόν με κρίνῃ. Ἀλλ' ὅπερ ἔχει ποιῆσαι ἐν τάχει ποιήσει. Ἐπ' ἂν αὐτῷ εἰς βρῶσιν ἐδόθην, καὶ διὰ τί βραδύτητα ὑπομένω; Τότε οἱ ἀδελφοὶ ἤρξαντο αὐτῷ λέγειν· Τί ἐστιν ὅπερ λαλεῖς, ἀδελφέ; τὴν σφραγίδα ποίησον ἐπί σε τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ἐκεῖνος δὲ μετὰ μεγίστης κραυγῆς ἀπεκρίνατο, λέγων· Θέλω ἐμαυτὸν σφραγίσαι, ἀλλ' οὐ δύναμαι. Ἐκ γὰρ τοῦ σιέλου τοῦ δράκοντος τούτου βαροῦμαι. Τοῦτο δὲ ἀκούσαντες οἱ ἀδελφοὶ, ἐπὶ τῆς γῆς κείμενοι, ἤρξαντο μετὰ δακρύων διὰ τὴν λύτρωσιν αὐτοῦ σφοδροτέρως εὔχεσθαι· παραχρῆμα οὖν ὁ ἄῤῥωστος ἤρξατο μεγάλῃ τῇ φωνῇ κράζειν, καὶ λέγειν· Εὐχαριστία τῷ Θεῷ, ἰδοὺ ὁ δράκων ὁ λαβών με εἰς βρῶσιν ἔφυγε· διὰ γὰρ τῶν εὐχῶν ὑμῶν ἐδιώχθη, καὶ στῆναι ἐνταῦθα οὐκ ἠδυνήθη. Ἀρτίως οὖν διὰ τὰς ἁμαρτίας μου εὔξασθε. Ἕτοιμος γάρ εἰμι ἐπιστρέψαι καὶ τὴν κοσμικὴν ζωὴν παντελῶς καταλεῖψαι. Οὗτος τοίνυν ὁ ἄνθρωπος, ὅστις καθὼς ἐῤῥέθη, ἐκ παντὸς μέρους τοῦ σώματος νεκρωθεὶς ὑπῆρχεν, εἰς δὲ ζωὴν φυλαττόμενος, ὅλῃ τῇ καρδίᾳ μετέπειτα πρὸς Θεὸν ἐπέστρεψεν. Ἀλλαγεὶς τῇ γνώμῃ διὰ τὸ ἱκανῶς αὐτὸν τῇ μάστιγι κατατριβῆναι, καὶ οὕτως ἡ ψυχὴ αὐτοῦ ἐκ τῆς σαρκὸς διελύθη. Ἐπὶ τούτοις δὲ τὸ ἐναντίον.
94.2
Πρόβος γὰρ, οὗ τινος καὶ ἀνωτέρω μνήμην πεποίημαι, διηγεῖτο, ὅτι Χρυσαόριός τις ὀνόματι, ᾧ τινι καὶ παῤῥησιαστικῶς ἐπλησίαζεν, ἀνὴρ κατὰ τὸν κόσμον τοῦτον σφόδρα περιφανὴς ὑπῆρχε, τοσούτοις δὲ πάθεσιν ἐκόμα, ὅσον τῷ τοῦ πλούτου ὄγκῳ ἐπλεόναζεν, ἐν ὑπερηφανείᾳ φυσιούμενος, τοῖς τῆς σαρκὸς αὐτοῦ θελήμασιν ὑποτασσόμενος, πρὸς τὸ ἐπισωρεῦσαι πλοῦτον σπουδαίως ἀγωνιζόμενος, τῇ δὲ κνηπίᾳ ποικίλως ἀγωνιζόμενος· ὅθεν τῶν τοσούτων αὐτοῦ κακῶν τέλος ἐπιθῆσαι ὁ κύριος εὐδοκήσας, σωματικῇ ἀῤῥωστίᾳ περιπεσεῖν αὐτὸν παρεχώρησεν. Ὅστις εἰς τὰ ἔσχατα ἤδη λοιπὸν ἐλθὼν, ἐν τῇ ὥρᾳ ἐν ᾗ ἔμελλεν ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ σώματος ἐκπορεύεσθαι, ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς, φοβερὰ καὶ ζοφώδη πνεύματα ἐνώπιον αὑτοῦ παρεστῶτα ἐθεάσατο, βιαίως αὐτὸν κατεπείγοντα ὅπως εἰς τὰ τοῦ ᾅδου κλεῖθρα τοῦτον ἀπενέγκωσιν. Ἤρξατο οὖν τρέμειν καὶ ὠχριᾷν καὶ ἱδρῶτι περιῤῥέεσθαι, φωνῇ μεγάλῃ κράζων, καὶ διωρίαν αἰτούμενος. Τὸν δὲ ἑαυτοῦ υἱὸν ὀνόματι Μάξιμον, ὃν ἐγὼ λοιπὸν μοναχὸς ὑπάρχων, καὶ αὐτὸν μοναχὸν ὄντα ἐγνώρισα, τοῦτον σφοδροτάτῃ καὶ πεφυρμένῃ κραυγῇ καλῶν, ἔλεγε· Μάξιμε, δράμε, οὐδέ ποτέ σοι κακὸν ἐποίησα. Ἐν τῇ πίστει σού με ὑπόδεξαι. Ὁ οὖν Μάξιμος τεθορυβημένος, καὶ κλαίων εὐθέως παρεγένετο. Σὺν αὐτῷ δὲ καὶ πᾶσα ἡ τοῦ οἴ κου φαμιλία, ἀλλὰ τὰ πονηρὰ πνεύματα τὰ τοῦτον σφοδρῶς κατεπείγοντα, οὗτοι θεωρῆσα οὐκ ἠδύναντο. Τήν δὲ παρουσίαν αὐτῶν ὑπενόουν διὰ τῆς ἐκείνου ἐξομολογήσεως καὶ τῆς ὠχριάσεως καὶ τοῦ τρόμου οὗ ὑπέμενεν. Ἐκ γὰρ τοῦ φόβου τῆς ζοφερᾶς αὐτῶν εἰκόνος ὧδε κἀκεῖσε περιεστρέφετο καὶ ἐν τῷ εὐωνύμῳ μέρει τῆς κλίνης κείμενος, τὴν θέαν αὐτῶν ὑπενέγκαι οὐκ ἠδύνατο, ἐπὶ τὸν τοῖχον πάλιν στρεφόμενος, ἐκεῖσε παρόντας αὐτοὺς ἔβλεπεν· ἀπελπίσας δὲ λοιπὸν τοῦ μὴ δύνασθαι αὑτὸν παρεθῆναι, στενωθεὶς, μεγάλῃ τῇ φωνῇ κράζειν ἤρξατο· Κἂν ἕως πρωΐ διωρίαν, κἂν ἕως πρωῒ διωρίαν. Ταῦτα δὲ λέγων ἐν ταῖς αὐτοῦ φωναῖς, ἐκ τῶν δεσμῶν τοῦ σώματος ἀπελύθη. Τοῦτο δὲ λίαν φανερῶς δείκνυται, ὅτι οὐχὶ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς ταῦτα ἐθεάσατο, ἵνα διὰ τῆς ἐκείνου θέας 442 ἡμῖν προκοπὴ γένηται, οὓς ἡ θεία μακροθυμία ἀνεξικάκως ἐκδέχεται. Τί γὰρ ἐκεῖνον ὠφέλησεν ἡ τῶν φοβερῶν πνευμάτων πρὸ τοῦ θανάτου θέα, καὶ τὸ διωρίαν αἰτήσασθαι, ἥνπερ αἰτησάμενος, οὐκ ἔλαβεν;
94.3
Ἔστι δὲ καὶ νυνὶ παρ' ἡμῖν πρεσβύτερός τις, ὀνόματι Ἀθανάσιος ἐκ τῆς χώρας Λυκαονίας γενόμενος, πόλεως δὲ τοῦ Ἰκονίου, ὅστις πρᾶγμα φοβερὸν ἐκεῖσε ἐπὶ αὐτοῦ γεγονέναι διηγεῖτο, οὕτω λέγων, ὅτι μοναστήριον αὐτόθι ὑπῆρχε, τῶν Γαλάτων λεγόμενον. Ἐν ᾧ τις μοναχὸς ἐν μεγίστῃ διαγωγῇ καὶ σεμνότητος ἤθεσιν ὑπάρχειν ἐνομίζετο. Καθὼς δὲ τὸ πρᾶγμα ἐν τῷ τέλει ἐδηλοποιήθη, μακρὰν ὑπῆρχεν οὗπερ ἐφαίνετο. Ἑαυτὸν γὰρ σὺν τοῖς ἀδελφοῖς νηστεύοντα ἐπεδείκνυεν, κρυφῇ δὲ τούτων ἐσθίειν εἴωθεν, ὅπερ παντάπασιν οἱ ἀδελφοὶ οὐκ ἐγίνωσκον. Σωματικῆς δὲ ἀῤῥωστίας αὐτῷ ἐπελθούσης, ἐν τοῖς ἐσχάτοις τῆς ζωῆς ἀπηνέχθη. Θεωρήσας δὲ ἑαυτὸν τῷ τέλει λοιπὸν προσεγγίζοντα, πάντας τοὺς ἐν τῷ μοναστηρίῳ ὑπάρχοντας ἀδελφοὺς συναθροισθῆναι πεποίηκεν. Ἐκεῖνοι δὲ παρὰ τοιούτου, ὡς ἐνόμιζον, ἀνδρὸς τελευτῶντος μέγα τι καὶ ἐπιθυμητὸν ἀκοῦσαι προσεδόκουν. Πρὸς οὓς ἐκεῖνος πενθῶν καὶ τρέμων, καὶ ἐκ τοῦ σώματος ἐξελθεῖν κατεπειγόμενος, ὁποίῳ ἐχθρῷ παρεδόθη, ἐξειπεῖν συνέχετο. Ἔλεγε δὲ οὕτως· Ὅτι μεθ' ὑμῶν νηστεύειν με ἐπιστεύετε, κρυφῇ δὲ ὑμῶν ἐγὼ ἤσθιον. Καὶ νυνὶ ἰδοὺ εἰς βρῶσιν τοῦ δράκοντος παρεδόθην. Ὅστις τοὺς πόδας μου καὶ τὰ γόνατα, τῇ κέρκῳ αὑτοῦ συνέδησε, τὴν δὲ κεφαλὴν αὐτοῦ ἔνδον τοῦ στόματός μου βαλὼν, τὸ πνεῦμά μου ἐκπιέζων ἀποσπᾷ. Τούτων δὲ ῥηθέντων, εὐθέως ἀπέθανε, μὴ παραχωρηθεὶς ἀπομεῖναι, ἵνα διὰ μετανοίας ἐκ τοῦ δράκοντος οὗπερ ἐθεάσατο, λυτρωθῆναι δυνήσηται. Ἐν τούτῳ δὲ φανερῶς δείκνυται, ὅτι εἰς ἡμετέραν καὶ μόνον τῶν ἀκουόντων ὠφέλειαν τοῦτο ἐθεάσατο. Ὅστις τὸν πολέμιον, ᾧ παρεδόθη δηλοποιήσας, τοῦτον διαφυγεῖν οὐκ ἠδυνήθη.
94.4
ΠΕΤΡ. Διδαχθῆναι αἰτῶ, ἐὰν μετὰ θάνατον καθαρτικὸν πῦρ εἶναι πιστευτέον ὑπάρχει.
94.1
ΚΕΦΑΛ. Μ'. Περὶ τῶν θεωρουσῶν ψυχῶν, ἔτι ἐν τῷ σώματι ὑπαρχουσῶν, μήρος τι τῆς κρίσεως, καὶ περὶ Θεοδώρου τοῦ παιδὸς, καὶ περὶ τοῦ θανάτου Χρυσαορίου, καί τινος μοναχοῦ Ἰσαύρου. CAPUT XXXIX. An post mortem purgatorius ignis sit.
94.1
GREGORIUS. In Evangelio dicit Dominus: Ambulate dum lucem habetis. Per Prophetam quoque ait: Tempore accepto exaudivi te, et in die salutis adjuvi te. Quod Paulus apostolus exponens, dicit: Ecce nunc tempus acceptabile, ecce nunc dies salutis. Salomon quoque ait: Quodcumque potest manus tua facere, instanter operare, quia nec opus, nec ratio, nec scientia, nec sapientia erit apud inferos, quo tu properas. David quoque ait: Quoniam in saeculum misericordia ejus. Ex quibus nimirum sententiis constat quia qualis hinc quisque egreditur, talis in judicio praesentatur. Sed tamen de quibusdam levibus culpis esse ante judicium purgatorius ignis credendus est, pro eo quod Veritas dicit, quia si quis in sancto Spiritu blasphemiam dixerit, neque in hoc saeculo remittetur ei, neque in futuro. In qua sententia datur intelligi quasdam culpas in hoc saeculo, quasdam vero in futuro posse laxari. Quod enim de uno negatur, consequens intellectus patet, quia de quibusdam 444 conceditur. Sed tamen, ut praedixi, hoc de parvis minimisque peccatis fieri posse credendum est, sicut est assiduus otiosus sermo, immoderatus risus, vel peccatum curae rei familiaris, quae vix sine culpa vel ab ipsis agitur, qui culpam qualiter declinare debeant sciunt; aut in non gravibus rebus error ignorantiae, quae cuncta etiam post mortem gravant, si adhuc in hac vita positis minime fuerint relaxata. Nam cum Paulus dicat Christum esse fundamentum, atque subjungat: Si quis superaedificaverit super hoc fundamentum, aurum, argentum, lapides pretiosos, ligna, fenum, stipulam; uniuscujusque opus quale sit, ignis probabit; si cujus opus manserit quod superaedificavit, mercedem accipiet; si cujus opus arserit, detrimentum patietur; ipse autem salvus erit, sic tamen quasi per ignem. Quamvis hoc de igne tribulationis in hac nobis vita adhibito possit intelligi, tamen si quis hoc de igne futurae purgationis accipiat, pensandum sollicite est quia illum per ignem dixit posse salvari, non qui super hoc fundamentum, ferrum, aes, vel plumbum aedificat, id est peccata majora, et idcirco duriora, atque tunc jam insolubilia; sed ligna, fenum, stipulam, id est peccata minima atque levissima, quae ignis facile consumat. Hoc tamen sciendum est, quia illic saltem de minimis nihil quisque purgationis obtinebit, nisi bonis hoc actibus in hac adhuc vita positus, ut illic obtineat, promereatur.

Intertext edge

Open linked passage

Note