Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena
Gregorius IProl 18 · 7835-proleg63More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 7835 Proleg63
18.1
CAPUT XVII. ΚΕΦΑΑ. ΙΖ'. Περὶ τῆς ἐρημώσεως τοῦ μοναστηρίου αὐτοῦ προφητείας.
18.1
ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν εὐγενέστατος, ὁμώνυμος δὲ τοῦ μακαρίου Βενέδικτος ὅστις ὑπὸ τῆς αὐτοῦ θεοσόφου διδασκαλίας παιδαγωγηθεὶς, τὴν τοῦ βίου καταλείψας τερπνότητα πρὸς Θεὸν ἐπανέδραμεο καὶ διὰ την ἐν τῷ ἁγίῳ οὖσαν μεγίστην τῆς πολιτείας τὴν ἀρετὴν, τὴν τῆς πνευματικῆς παῤῥησίας πρὸς αὐτὸν ἐκτήσατο ἀσφάλειαν. Τούτου κατὰ τὸ συνῆθες πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγεγονότος, καὶ ἐν τῷ κελλίῳ εἰσεληλυθότος, εὖρε τὸν θεσπέσιον πατέρα πικρῶς κλαίοντα καὶ ὀδυρόμενον· ἐπὶ πολὺ δὲ ἑστὼς, καὶ θεασάμενος τὴν τῶν ἀκατασχέτων αὐτοῦ δακρύων φορὰν, ἐν ἀμηχανίᾳ γέγονεν, μὴ ἑωρακὼς τοῦτον, καθὼς συνῆθες αὐτῷ ἦν, ἐν τῇ τῆς προσευχῆς ὥρᾳ ἐν ἡσυχίᾳ δακρύειν, ἀλλ' οἰμωγὰς καὶ θρηνώδεις στεναγμοὺς ἐκπέμποντα. Ἔμφοβος δὲ καὶ ἔντρομος γενόμενος, τί ἂν ἦν τὸ αἴτιον παρὰ τοῦ ἁγίου μαθεῖν ἐπεζήτει τοῦ τοσούτου ὀδυρμοῦ, πρὸς ὃν ὁ θεόσοφος πατὴρ ἀπεκρίθη, λέγων·« Ὅλον τοῦτο τὸ μοναστήριον ὅπερ δια τοῦ Θεοῦ ὠωκοδόμησα, καὶ πάντα ὅσα τοῖς ἀδελφοῖς ἡτοίμασα, τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει τοῖς ἔθνεσι παρεδόθησαν· μόλις δὲ διὰ προσευχῆς τὸν Θεὸν ἐξιλεωσάμην τοῦ χαρισθῆναὶ μοι τὰς ψυχὰς τῶν ἐν κυρίῳ μου ἀδελφῶν τῶν ἐν τῷ μοναστηρίῳ οἰκούντων.» Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίῳ παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ' αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίῳ, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίῳ οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr; ι τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίῳ θεράποντι Βενεδίκτῳ ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ' οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ. Οὕτως ἔγνωμεν καὶ τὸν μακάριον Παῦλον τὸν Ἀπόστολον ὑπὲρ τοῦ πλήθους τῶν συμπλωτήρων αὐτοῦ ἐκδυσωπήσαντα τὸν Θεὸν ἐν τῇ κατὰ τὸν πλοῦν ζαλώδει ἀνάγκῃ, καὶ τῆς δεήσεως μὴ ἀποτυγχάνοντα· εἰ γὰρ καὶ τὰ μάλιστα τοῦ ἐν τῷ πλοίῳ ὄντος φόρτου ἡ ἀποβολὴ γέγονεν, ἀλλ' οὖν γε ἡ τῶν ψυχῶν ἐπικερδὴς σωτηρία παρὰ Χριστοῦ ἐχαρίσθη αὐτῷ.
18.2
CAPUT XVII. CAPUT XVII. De destructione monasterii viri Dei ab ipso praedicta.
18.2
Gregorius. Vir quidam nobilis Theoprobus nomine, ejusdem Benedicti Patris fuerat admonitione conversus, qui pro vitae suae merito magnam apud eum familiaritatis fiduciam habebat. Hic cum quadam die ejus cellam fuisset ingressus, hunc amarissime flentem reperit. Cumque diu subsisteret, ejusque non finiri lacrymas videret, nec tamen ut vir Dei consueverat orando plangeret, sed moerendo, quaenam causa tanti luctus existeret, inquisivit. Cui vir Dei illico respondit: Omne hoc monasterium quod construxi, et cuncta quae fratribus praeparavi, omnipotentis Dei judicio gentibus tradita sunt. Vix autem obtinere potui ut mihi ex hoc loco animae concederentur. Cujus vocem tunc Theoprobus audivit, nos autem cernimus, qui destructum modo a Langobardorum gente ejus monasterium scimus. Nocturno enim tempore et quiescentibus fratribus, nuper illic Langobardi ingressi sunt; qui diripientes omnia, ne unum quidem hominem illic tenere potuerunt: sed implevit omnipotens Deus quod fideli famulo Benedicto promiserat, ut si res gentibus traderet, animas custodiret. Qua in re Pauli vicem video tenuisse Benedictum, cujus dum navis rerum omnium jacturam pertulit, ipse in consolatione vitam omnium qui eum comitabantur, accepit.

Intertext edge

Open linked passage

Note