Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena
Gregorius IProl 4 · 7835-proleg63More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 7835 Proleg63
4.1.1
CAPUT III. ΚΕΦΑΛ Γ'.
4.1.1
Περὶ τοῦ προσενεχθέντος αὐτῷ φαρμάκου ἐν ποτηρίῳ ὑελίνῳ.
4.1.2
ΓΠΗΓΟΡ. Ἐκποδὼν ἤδη γεγονότος ἀπὸ τοῦ ἁγίου τοῦ ῥηθέντος πειρασμοῦ, ὡς ἐξ ἀκανθῶν λυτρωθεὶς ὁ τοῦ Θεοῦ ἄνθρωπος, οὔτω διέμεινεν ἀταράχῳ λογισμῳ καὶ λοιπὸν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος καλλιεργηθείσης αὐτοῦ τῆς καρδίας, εὐφορώτερον διδασκαλίας τὸν καρπὸν ἀπεδίδου, ὡς ἐκ τούτου ἐξάκουστον γενέσθαι πᾶσι τὴν περὶ αὐτοῦ ἀξιοθαύμαστον φήμην. Ἦν δὲ μοναστήριον οὐ μακρὰν τοῦ σπηλαίου τοῦ ἐν ἁγίοις πατρὸς Βενεδίκτου, ἐν ᾧ ὁ τῆς ἐκεῖσε συνοδίας ἐτελεύτησε προεστώς. Πάντες οὖν οἱ ἐκεῖσε ὄντες ἀδελφοὶ, ὁμοθυμαδὸν πρὸς τὸν μακάριον παραγενόμενοι, ἐλιπάρουν αὐτὸν, ὅπως γένηται αὐτοῖς πρὸς Θεὸν ὁδηγὸς καὶ ποιμήν. Ὁ δὲ τὴν ἐκπαιδόθεν συνακμάσασαν αὐτῷ θεομίμητον ταπείνωσιν καταλεῖψαι μὴ ἀνασχόμενος, τὴν τοιαύτην αὐτῶν παράκλησιν ἀπεσείσατο, ἁμαρτωλὸν ἑαυτὸν λέγων καὶ ἀνάξιον, ἐπαγαγὼν καὶ τοῦτο·« Ὅτι τὰ ἐμὰ ἤθη οὐ συμφωνοῦσι τοῖς ἤθεσιν ὑμῶν.» Νικηθεὶς δὴ ὑπὸ τῆς συμπαθοῦς φιλαδελφίας, μόλις τῇ τούτων εἶξε παρακλήσει. Ἐν δὲ τῷ τὸν μακάριον ἐν τῇ αὐτῇ μονῇ ἐπαγρύπνως φυλάττειν τὴν τοῦ μοναστηρίου κατάστασιν, καὶ μὴ συγχωρεῖν αὐτοῖς τοῖς οἰκείοις θελήμασι φέρεσθαι, ὡς ἐθεάσαντο τὴν τοῦ ὁσίου ἁγιότητά τε καὶ ἀκριβεστάτην ἄσκησιν μὴ συνᾴδουσαν τῇ ἑαυτῶν πονηρίᾳ, ἤρξαντο ἑαυτοῖς διαμάχεσθαι, καὶ μεταμελεῖσθαι, ὅτι τοιοῦτον ἑαυτοῖς ἀκριβέστατον καὶ ἀσκητικώτατον ἄνδρα ἡγούμενον ἐξῃτήσαντο· ἐκείνων μὲν οὖν ἡ στρεβλότης τῷ τοῦ μακαρίου διεμάχετο νόμῳ· τοῖς σκολιοῖς γὰρ ἤθεσι βδελυκτὴ ὑπάρχει ἡ τῶν δικαίων πολιτεία. Γνόντες οὖν οἱ στασιώδεις ἐκεῖνοι, ὅτι ἡ αὑτῶν φιλοτάραχος γνώμη κατὰ τὸ αὑτοῖς δοκοῦν οὐκ ἐτελέσθη, φάρμακόν τι θανάσιμον οἴνῳ συμμιξαντες, ἐν ποτηρίῳ τε ὑελίνῳ βαλόντες, ἀνακειμένῳ τῷ πατρὶ κατὰ τὸ σύνηθες ἐν τῇ τῆς ἑστιασέως ὥρᾳ, τὸ τοιοῦτον θατατηφόρον ποτὸν ἐπιδοῦναι τῷ ἁγίῳ ἐτόλμησαν· ὁ δὲ σημειοφόρος καὶ μέγας πατὴρ Βενέδικτος ἐκτείνας τὴν χεῖρα, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ πεποίηκε, καὶ παραυτίκα τὸ σκεῦος διαῤῥαγὲν πέπτωκεν ἐπὶ τῆς γῆς· οὕτω δὲ συνετρίβη, τῇ τοῦ τιμίου καὶ πανσέπτου σταυροῦ δυνάμει, ὡς νομίζειν τοὺς θεασαμένους λίθῳ τὸ ὀλέθριον ἐκεῖνο συνθλασθῆαι ποτήριον. Ἔγνω οὖν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὅτι τὸ ποτὸν θανάσιμον ἦν, ὅπερ ὑπενέγκαι οὐκ ἠδυνήθη πεποιηκότος τοῦ ἁγίου τὸ σημεῖον τῆς ζωῆς ἡμῶν. Εὐθέως οὖν ἀναστὰς ἱλαρῷ τῷ προσώπῳ καὶ γαληνῷ τῷ λογισμῷ, προσκαλεσάμενος τοὺς ἀδελφοὺς εἶπε πρὸς αὐτοὺς·« Ἐλεήσοι ὑμᾶς, τέκνα, ὁ παντοδύναμος Θεός· διὰ τί ἐν ἐμοὶ ποιῆσαι ταῦτα ἠθελήσατε; οὐχὶ πρώην εἶπον ὑμῖν, ὅτι οἱ ὑμέτεροι τρόποι τοῖς ἐμοῖς ἤθεσιν οὐ συνέρχονται; ἀπέλθετε, καὶ κατὰ τὰ ἤθη ὑμῶν πατέρα ἑαυτοῖς ἐκζητήσατε· ἐγὼ γὰρ μεθ' ὑμῶν εἶναι οὐ δύναμαι.» Τότε μετὰ πάσης προθυμίας ὁ ἅγιος τὸν τόπον κατέλαβεν ἔνθα τὸ πρὶν κατῴκει, τὴν ἀρχῆθεν αὐτοῦ φίλην ἡσυχίαν ἀσπαζόμενος, καὶ ὑπὸ τοῦ ἐν ὑψηλοῖς κατοικοῦντος καὶ τὰ ταπεινὰ ἐφορῶντος Θεοῦ μόνου φρουρούμενος, καὶ ἑαυτῷ προσέχων, κατῴκησε μεθ' ἑαυτοῦ.
4.1.3
ΠΕΤΡ. Ὀλίγον, θεόῤῥημον δέσποτα, ἀσαφὲς καθέστηκέ μοι τὸ εἰρημένον· τί γάρ ἐστι τὸ Κατῴκησε μέθ' ἑαυτοῦ;
4.1.4
ΓΡΗΓ. Ἐφ' ὅσον ὁ ἄγιος οὗτος ἀνὴρ τοὺς μεθ' ἑαυτοῦ ἀδελφοὺς ὁμοψύχους τε καὶ ἓν πνέοντας μὴ εὑρηκὼς, ἀλλὰ καὶ τῆς πολιτείας αὑτοῦ μακρὰν ὄντας, καὶ μὴ βιαζομένους ἑαυτοὺς ἐν τῇ τοῦ Χριστοῦ ταπεινῇ ὁδῷ βαδίζειν, πολλάκις δὲ τῆς οὀκείας ἀμελήσαντας σωτηρίας αὐτοὺς ὁρῶν, λίαν ἐσπλαγχνίζετο ἐπ' αὐτοὺς, καὶ ὑφ' ἑαυτὸν σκέπειν τε καὶ ποιμαίνειν ἔσπευδεν· ἡνίκα δὴ καθ' ἑκάστην ὑπὲρ τῆς ἐκείνων διορθώσεως ἐκοπία, ἑώρα δὲ ἑαυτὸν τῆς πρὸς Θεὸν ἀναβάσεως ἐλαττούμενον, πλεονάκις ἑαυτὸν κατελίμπανεν, ἐκείνους δὲ οὐχ' ηὕρισκεν: ἐπεὶ ποσάκις διὰ κινήσεως λογισμῶν ἀπρεπῶν, ἔξωθεν ἡμῶν· ἑαυτῶν ἀπαγόμεθα, καὶ ἡμεῖς μὲν ἐσμεν, μεθ' ἑαυτῶν δὲ οὐκ ἐσμέν· τὰ γὰρ καθ' ἑαυτοὺς μὴ σκοποῦντες, εἰς ἕτερα περιφερόμεθα. Καὶ γὰρ ἐκεῖνον ἔξω ἑαυτοῦ εἶναι λέγομεν, τὸν εἰς χώραν μακρὰν βαδίσαντα, καὶ τῆς οἰκείας οὐσίας τὸ μέρος καταφαγόντα, καὶ ἑνὶ τῶν ἐκεῖσε πολιτῶν προσκολληθέντα, χοίρους τε βοσκήσαντα, οὓς ἑώρα κεράτια ἐσθίοντας, ἑαυτὸν δὲ λιμῷ τηκόμενον· ὅστις ἤρξατο ἐν ἐαυτohtigr; ι διαλογίζεσθαι περὶ τῶν ἀγαθῶν, ὧνπερ ἀπώλεσε. Γέγραπται γὰρ περὶ αὐτοῦ, ὅτι« εἰς ἑαυτὸν ἐλθὼν, εἶπε, πόσοι μίσθιοι ἐν τῷ οἴκῳ τοῦ πατρός μου περισσεύουσιν ἄρτων;» Εἰ τοίνυν μεθ' ἑαυτὸν[ melius ἑαυτοῦ] ἦν, πῶς εἰς ἑαυτὸν ἐπανῆκεν; τοῦτον γοῦν τὸν τῆς εὐλογίας φερώνυμον πατέρα μεθ' ἑαυτοῦ κατοικεῖν εἶπον, ὅτι ἐπαγρύπνῳ φυλακῇ ἑαυτὸν διαπαντὸς περιεσκόπει, τῷ τοῦ κτίστου ἀκοιμήτῳ ὀφθαλμῷ ἑκάστοτε ἑαυτὸν θεώμενον ἐπιστάμενος· καὶ τὰ οἰκεῖα ἑαυτοῦ ἐξετάζοντα κατὰ τὸν θεοπάτορα Δαυῒδ προφήτην, τὸν λέγοντα·« Προορώμην τὸν κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.»
4.1.5
ΠΕΤΡ. Πῶς οὖν περὶ τοῦ μακαρίου Πέτρου γέγραπται τοῦ Ἀποστόλου, ὅτι ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦ ἀγγέλου ἐξεβλήθη; ὅτι ἐν ἑαυτῷ γενόμενος, εἶπε·« Νῦν οἶδα ἀληθῶς, ὅτι ἐξαπέστειλε κύριος τὸν ἄγγελον αὑτοῦ, καὶ ἐρύσατο με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.»
4.1.6
ΓΡΗΓ. Δυσὶ τρόποις, Πέτρε, ἔξω ἡμῶν ἑαυτῶν ἀπαγόμεθα, ἢ διὰ τῶν ἐπισφαλῶν τε καὶ μοχθηρῶν διαλογισμῶν ὑφ' ἑαυτῶν συμπίπτομεν, ἢ δι' ἐπισκοπῆς τῆς θείας χάριτος ὑπὲρ ἄνω ἑαυτῶν ἀνιστάμεθα. Ἐκεῖνος γοῦν ὁ τοὺς χώρους βοσκήσας, διὰ τῆς τοῦ οἰκείου νοὸς ἀμελείας τε καὶ ἀκαθαρσίας, ὑφ' ἑαυτὸν ὑποπέπτωκεν· οὗτος δὲ ὁ ὑπὸ τοῦ ἀγγέλου λυθεὶς, καὶ ἐκ τῆς φυλακῆς ἐξελθὼν, τοῖς νοεροῖς ὑπ' αὐτοῦ φωτισθεὶς ὀφθαλμοῖς ἡρπάγη ἐν ἐκστάσει, καὶ οὐκ ἔξω ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἄνω ἑαυτοῦ γέγονεν. Οἱ ἀμφότεροι τοίνυν εἰς ἑαυτοὺς ἐπανῆλθον· ἐκεὶνος μὲν ἐκ τῆς τῶν πονηρῶν ἔργων πλάνης ἀναστήσας, ἐν τῇ οἰκείᾳ καρδίᾳ συνήγαγεν ἑαυτόν· οὗτος δἐ. διὰ τῆς τοῦ ἀγγέλου ὀπτασίας ἐν ἐκστάσει γενὸμενος εἰς τοῦτο ἐπανῆλθεν, εἰς ὅπερ τῇ ἐπιγνάσει τῆς φυσικῆς κοινωνίας τὸ πρότερον ὑπῆρχεν. Ὁ οὖν προωρισμένος ὑπὸ Θεοῦ πατὴρ Βενέδικτος ἐν τῇ τῶν ἠθῶν ἡσύχῳ καὶ μονοτρόπῳ σεμνότητι κατῴκησε μεθ' ἑαυτοῦ δηλαδὴ, ὅταν ἑαυτὸν ἐν τῇ τῶν λογισμῶν θεοπρεπεῖ κυβερνήσει διετήρησεν· ὁσάκις γὰρ τοῦτον τῆς ὀπτασίας τὸ μέγεθος εἰς ὕψος ἥρπασεν, ἑαυτὸν, τουτέστιν ὑφ' ἑαυτὸν κατέλιπεν.
4.1.7
ΗΕΤΡ. Ἠνέῳκταί μοι ὃ λέγεις, ἀλλ' αἰτῶ ἀποκριθῆναί μοι, τίνος χάριν τοὺς ἅπαξ αὐτῷ ἐμπιστευθέντας ἀδελφοὺς κατέλειψεν, ὧν τὴν φροντίδα ἀνεδέξατο.
4.1.8
ΓΡΗΓ. Καθὼς ἐγὼ, Πετρε, ὑπολαμβάνω, ἑνωθέντες ὁμοψύχως ἐκεῖ οἱ φρατριασταὶ ἐπὶ τῇ ἑαυτῶν λύμῃ, ὑπομονῆς πολλῆς δέον ἐστὶ πρὸς τὸ ὑποφέρειν τὴν τῶν κακῶν ἀντιλογίαν, μάλιστα ἐὰν μὴ προσγίνεταί τις παρηγορία, εἰ συμβῇ ἐν αὐτοῖς ὀλίγους εὑρεθῆναι ἀγαθούς. Ἐπεὶ ἔνθα παντάπασιν καρπὸς ἐκ τοῦ κόπου οὐκ ἔστιν ἐλπιζόμενος, ἀνόητος ἡ συνοίκησις ὅμως συμβαίνει γίνεσθαι ἀγώνων τε καὶ ἱδρώτων εἰς μοχθηροὺς καὶ ἀδιόρθωτον γνόμην κεκτημένους κάματον πολὺν· ἀλλ' οὖν διάκονος εὐρίσκεται. Μέγα οὖν ὑπάρχει, ἐὰν οἱ οὕτω σκολιῶς διακείμενο;, τῷ Θεῷ δυνήσονται προσαγαγεῖν καρπὸν κρείττονα. Ὁ μακάριος οὖν ἐκεῖνος ἀνὴρ τίνος χάριν σὺν αὐτοῖς εἶχε κατοικῆσαι, ὁπόταν πάντας ἐκείνους ὁμοψύχους καταδιώκοντας αὐτὸν ἑώρα; διαφόρως οὖν τελοῦνταί τινα ἐν ταῖς τῶν δικαιων ψυχαῖς, ἅπερ ἀδύνατόν ἐστι σιωπῇ παραδραμεῖν. Ὅταν γὰρ θεάσωνται τῶν οἰκείων κόπων τὸ ἀκερδὲς καὶ ἀνόητον, ἐν ἑτέρῳ τόπῳ μεταναστεύουσιν, ἐν ᾧ καρποφορῆσαι δυνήσονται. Καθάπερ καὶ ὁ τῆς ἀληθείας κήρυξ, ὅστις ἀναλύεσθαι ἐπόθει, καὶ σὺν Χριστῷ εἰναι ὁ εἰπών,« Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέδος·» ὁ τοὺς ἀγῶνας τῶν παθημάτων οὐ μόνον αὐτὸς ὑπομείνας, ἀλλὰ καὶ ἑτέρους ταῦτα ὑπομένειν διδάξας· ἐν Δαμασκῷ ποτε διωγμὸν ὑπομείνας, ἵνα δυνηθῇ ἐκφυγεῖν, τεῖχος, σχοινίον, καὶ σπυρίδιον ἐζήτησε, καὶ αὑτὸν λαθραίως κατενεχθῆναι ἐθέλησε Μὴ τὸν μακάριον Παῦλον θάνατον λέγομεν δεδοικέναι, ὃς ἑαυτὸν διὰ τὸν πρὸς Ἰησοῦν Χριστὸν πόθον, μαρτυρίῳ ἐπέδωκεν; ἀλλ' ἕως μὲν ἐν Δαμασκῷ ὑπῆρχεν, οὐ πάνυ ἑαυτὸν καρποφοροῦντα ἑώρα. Ὅθεν λοιπὸν ἀναγκαῖον ἐλογίσατο μεταναστεῦσαι ἐν ἑτέροις τόποις, ἐν οἷς καρποφορίαν πλεονάζουσαν σὺν καμάτῳ πολλῷ τῷ Χριστῷ προσήγαγεν. Ὡς ἄριστος οὖν ἀγωνιστὴς ὑπὲρ Χριστοῦ οὐκ ἠνέσχετο ἔνδον τῶν κλείθρων Δαμασκοῦ μένειν, ἀλλὰ τοῦ ἀγῶνος τὸ στάδιον ἐζήτησεν, ἐν ᾧ τὸν ἐχθρὸν ἐνίκησεν. Ὅθεν καὶ ὁ θεόφρων πατὴρ Βενέδικτος, ἐάν ἀσμένως προσέχῃς τοῖς ῥηθησομένοις, τάχιον γνώσῃ, ὅτι ζῶν πολλοὺς ἐν διαφόροις τόποις κατήλιπε μαθητὰς, καὶ τούτους κατὰ τῆς τοῦ ἐχθροῦ πλάνης ἐνεύρωσέ τε καὶ διανέστησεν.
4.1.9
ΠΕΤΡ. Οὕτως ἐστὶ καθὼς διδάσκεις, καὶ ἡ προσενεχθεῖσα ἁρμοδίως μαρτυρία δηλοῖ ταῦτα οὕτως ἔχειν· ἀλλ' ἐκδυσωπῶ, ὅπως ἐν τῇ προτέρᾳ τῆς τοῦ δικαίου πολιτείας ψυχωφελεῖ διηγήσει ἐπανέλθωμεν.
4.1.10
ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον ἐκεῖνον ἄνδρα, ἐν τῷ προειρημένῳ σπηλαίῳ θείαις ἀρεταῖς ἐξαστράπτειν δυνάμεσί τε καὶ σημείοις, οἷς ἐποίει δι' αὐτοῦ ὁ Θεὸς, καὶ εἰς ὕψος ἀγγελικῆς δόξης ἀναβιβασθῆναι, πολλοὶ ἐντεῦθεν ἐν αὐτῷ τῷ τόπῳ παραγεγόνασιν, αἰτούμενοι ὑπὸ τὴν αὐτοῦ θεόσδοτον ποιμανθῆναι χάριν. Ὁ δὲ φιλόθεός τε καὶ φιλόψυχος πατὴρ Βενέδικτος δώδεκα αὐτόθι μοναστήρια τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο, ἐν οἷς ὥρισε δώδεκα μοναχοὺς ἐν ἑκάστῃ μονῇ εἶναι· ὀλίγους δὲ μεθ' ἑαυτοῦ κατέσχεν, οὓς ὑπὸ τὴν ἑαυτοῦ διδασκαλικὴν παιδαγωγίαν πριμανθῆναι ἔκρινεν. Ἤρξαντο οὖν λοιπὸν πλεῖστοι, καὶ ἐκ τῆς Ῥωμαίων πόλεως εὐγενέστατοι καὶ σπουδαῖοι πρὸς αὐτὸν φοιτᾷν, καὶ τοὺς ἑαυτῶν υἱοὺς δι' αὐτοῦ τῷ Θεῷ προσφέρειν. Τότε τοίνυν τῆς καλῆς ἐλπίδος τὰ τέκνα Ἐβίτζιος καὶ Μαῦρος πρὸς αὐτὸν ἀπετάξαντο, καὶ Τέρτουλλος δὲ ὁ πατρίκιος Πλάκιδον παρέδωκεν· ἐξ ὧν ὁ Μαῦρος νεανικώτερος ὑπάρχων, ἡνίκα τοῖς ἀγαθοῖς συνηύξησεν ἤθεσιν, ἤρξατο λοιπὸν συνεργὸς τοῦ διδασκάλου γίνεσθαι· ὁ δὲ Πλάκιδος νέος ἔτι ὑπάρχων ἀσκητικοῖς τὴν πόνοις ἑαυτοῦ νεότητα κατεδάμαζεν.
4.2.1
CAPUT III. CAPUT III. De vase vitreo crucis signo rupto.
4.2.1
Gregorius. Recedente igitur tentatione, vir Dei quasi spinis erutis exculta terra de virtutum segete feracius fructus dedit. Praeconio itaque eximiae conversationis celebre nomen ejus habebatur. Non longe autem monasterium fuit, cujus congregationis Pater defunctus est, omnisque ex illo congregatio ad eumdem venerabilem Benedictum venit, et magnis precibus ut eis praeesse deberet, petiit. Qui diu negando distulit, suis illorumque fratrum moribus se convenire non posse praedixit: sed victus quandoque precibus assensum dedit. Cumque in eodem monasterio regularis vitae custodiam teneret, nullique ut prius per actus illicitos in dexteram laevamque partem deflectere a conversationis itinere liceret; suscepti fratres insane saevientes semetipsos prius accusare coeperunt, quia hunc sibi praeesse poposcerant: quorum scilicet tortitudo in norma ejus rectitudinis offendebat. Cumque sibi sub eo conspicerent illicita non licere, et se dolerent assueta relinquere, durumque esset quod in mente veteri cogebantur nova meditari, sicut pravis moribus semper gravis est vita bonorum, tractare de ejus morte aliqui conati sunt, qui inito consilio venenum vino miscuerunt. Et cum vas vitreum, in quo ille pestifer potus habebatur, recumbenti Patri, ex more monasterii, ad benedicendum fuisset oblatum, extensa manu Benedictus signum crucis edidit, et vas quod longius tenebatur, eodem signo rupit: sicque confractum est, ac si in illo vase mortis, pro cruce lapidem dedisset. Intellexit protinus vir Dei, quia potum mortis habuerat, quod portare non potuit signum vitae: atque illico surrexit, et vultu placido, mente tranquilla convocatos fratres allocutus est, dicens: Misereatur vestri, fratres, omnipotens Deus; quare in me facere ista voluistis? Nunquid non prius dixi vobis, quia vestris ac meis moribus minime conveniret? Ite, et juxta vestros mores Patrem vobis quaerite, quia posthac me habere minime potestis. Tuncque ad locum dilectae solitudinis rediit, et solus in superni spectatoris oculis habitavit secum.
4.2.2
Petr. Minus patenter intelligo, quidnam sit, Habitavit secum.
4.2.3
Gregor. Si sanctus vir contra se unanimiter conspirantes, suaeque conversationi longe dissimiles, coactos diu sub se tenere voluisset, fortassis sui vigoris usum et modum tranquillitatis excederet, atque a contemplationis lumine suae mentis oculum declinasset. Dumque quotidie illorum incorrectione fatigatus minus curaret sua, et se forsitan relinqueret, et illos non inveniret. Nam quoties per cogitationis motum nimium extra nos ducimur, et nos sumus, et nobiscum non sumus, quia nosmetipsos minime videntes, per alia vagamur. An illum secum fuisse dicimus, qui in longinquam regionem abiit, portionem quam acceperat consumpsit, et uni in ea civium adhaesit, porcos pavit, quos et manducare siliquas viderit, et esuriret, qui tamen cum postmodum coepit cogitare bona quae perdidit, scriptum de illo est: In se reversus dixit: Quanti mercenarii in domo patris mei abundant panibus! Si igitur secum fuit, unde ad se rediit? Hunc ergo venerabilem virum secum habitasse dixerim, quia in sua semper custodia circumspectus, ante oculos Conditoris se semper aspiciens, se semper examinans, extra se mentis suae oculum non divulgavit.
4.2.4
Petr. Quid ergo quod de apostolo Petro scriptum est, dum de carcere ab angelo eductus fuisset? Qui ad se reversus dixit: Nunc scio vere quia misit Dominus angelum suum, et eripuit me de manu Herodis, et de omni exspectatione plebis Judaeorum.
4.2.5
Gregor. Duobus modis, Petre, extra nos ducimur: quia aut per cogitationis lapsum sub nosmetipsos recidimus, aut per contemplationis gratiam super nosmetipsos levamur. Ille itaque qui porcos pavit, vagatione mentis et immunditia sub semetipsum cecidit; iste vero quem angelus solvit, ejusque mentem in exstasim rapuit, extra se quidem, sed super semetipsum fuit. Uterque ergo ad se rediit, quando et ille ab errore operis se collegit ad cor, et iste a contemplationis culmine ad hoc rediit, quod in intellectu communi et prius fuit. Venerabilis igitur Benedictus in illa solitudine habitavit secum, in quantum se intra cogitationis claustra custodivit: nam quotiescunque hunc contemplationis ardor in altum rapuit, se procul dubio sub se reliquit.
4.2.6
Petr. Placet quod dicis: sed quaeso respondeas, si deserere fratres debuit, quos semel suscepit.
4.2.7
Gregor. Ut ego, Petre, existimo, ibi adunati aequanimiter portandi sunt mali, ubi inveniuntur aliqui qui adjuventur boni. Nam ubi omnimodo de bonis fructus deest, fit aliquando de malis labor supervacuus; maxime si e vicino causae suppetant, quae fructum Deo ferre valeant meliorem. Vir itaque sanctus propter quem custodiendum staret, qui omnes unanimiter se persequentes cerneret? Et saepe agitur in animo perfectorum( quod silentio praetereundum non est), quia cum laborem suum sine fructu esse considerant, in locum alium ad laborem cum fructu migrant. Unde ille quoque egregius praedicator qui dissolvi cupit, et cum Christo esse, cui vivere Christus est, et mori lucrum, qui passionum certamina non solum ipse appetiit, sed ad toleranda haec et alios accendit, Damasci persecutionem passus, ut posset evadere, murum, funem, sportamque quaesivit, seque latenter deponi voluit. Nunquidnam Paulum mortem dicimus timuisse, quam se ipse pro amore Jesu testatur appetere? Sed cum in eodem loco minorem sibi fructum adesse conspiceret et gravem laborem, ad laborem se alibi cum fructu servavit. Fortis etenim praeliator Dei teneri intra claustra noluit, certaminis campum quaesivit. Unde idem quoque venerabilis Benedictus, si libenter audis, citius agnoscis, quia non tantos ipse indociles deseruit, quantos in locis aliis a morte animae suscitavit.
4.2.8
Petr. Ita esse ut doces, et manifesta ratio, et prolatum congruum testimonium declarat. Sed quaeso ut de vita tanti Patris ad narrationis ordinem redeas.
4.2.9
Gregor. Cum sanctus vir diu in eadem solitudine virtutibus signisque succresceret, multi ab eo in eodem loco ad omnipotentis Dei sunt servitium congregati: ita ut illic duodecim monasteria cum omnipotentis Jesu Christi Domini opitulatione construeret, in quibus statutis Patribus duodenos monachos deputavit; paucos vero secum retinuit, quos adhuc in sua praesentia aptius erudiri judicavit. Coepere etiam tunc ad eum Romanae urbis nobiles et religiosi concurrere suosque ei filios omnipotenti Deo nutriendos dare. Tunc quoque bonae spei suas soboles, Equitius Maurus, Tertullus vero patricius Placidum tradidit; e quibus Maurus junior cum bonis polleret moribus, magistri adjutor coepit existere; Placidus vero puerilis adhuc indolis gerebat annos.

Intertext edge

Open linked passage

Note