Prolegomena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 7835 Proleg63
6.1
CAPUT V. ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ ἐξελθόντος χειμάῤῥου διὰ προσευχῆς αὐτοῦ ἐκ πέτρας ζώσης.
6.1
Ἐκ τῶν ῥηθέντων τοίνυν μοναστηρίων, ὧνπερ ἐν αὐτῷ τῷ τόπῳ συνεστήσατο ὁ ἐν ἁγίοις πατὴρ Βενέδικτος, τρία ἐξ αὐτῶν ὑπεράνω τῶν τοῦ ὄρους ἦσαν κρημνῶν, καὶ σφόδρα ὑπῆρχε τοῖς ἀδελφοῖς ἐπίμοχθον τὸ διηνεκῶς κατέρχεσθαι εἰς τὸν λάκκον, καὶ τὴν τοῦ ὕδατος πορίζεσθαι χρείαν· ἡ γὰρ πάροδος διὰ τοῦ ἐπικινδύνου μέρους τοῦ ὄρους ἦν, ὥστε σὺν φόβῳ πολλῷ κατιέναι αὐτοὺς καὶ ἀνέρχεσθαι. Τότε συναχθέντες οἱ ἐν τοῖς τρισὶν ἐκείνοις μοναστηρίοις κατοικοῦντες μοναχοὶ πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Βενέδικτον παρεγένοντο, παρακαλοῦντες αὐτὸν καὶ λέγοντες·« Πάτερ τίμιε, δύσκολον ἡμῖν ἐστι διὰ τὴν τοῦ ὅρους ἀμφίκρημνον διάβασιν ἕως τοῦ λάκκου κατέρχεσθαι, καὶ τὴν τοῦ ὕδατος χρείαν πορίζεσθαι· ἐπάναγκες οὖν ἐστι μετοικῆσαι τὰ μοναστήρια, ἵνα μή τινες τῶν ὰδελωῶν ὀλισθήσαντες βιαίῳ θανάτῳ περιπέσωσιν.» Οὓς παραινετικοῖς τε καὶ παρακλητικοῖς λόγοις ἐπαλείψας ἀπέλυσεν. Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ· ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην, ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτῳ κρημνῷ, καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε κελλίῳ. Τῇ δὲ ἐπαύριον παρεγένοντο πρὸς αὐτὸν οἱ προειρημένοι ἀδελφοὶ διὰ τὴν προτέραν τοῦ ὕδατος αἴτησιν· ὁ δὲ ὅσιος πρὸς αὐτοὺς εἶπεν·« Ἀνέλθετε, τέκνα, ἐν ἐκείνῳ τῷ κρημνῷ ἐν ᾧ εὑρήσετε τρεῖς λίθους ὕπερθεν ἀλλήλων κειμένους, καὶ ἐν αὐτῷ τῷ τόπῳ ὀρύξατε· δυνατὸς γάρ ἐστιν ὁ παντοδύναμος Θεὸς καὶ ἐν ἐκείνῳ τῷ ὕψει τοῦ ὄρους ὕδωρ ὑμῖν δαψιλὲς παρασχεῖν. καὶ τὴν ἐπίμοχθον δυσκολίαν τῆς ὁδοῦ ῥᾳδίαν ποιῆσαι.» Οἱ δὲ ἀπελθόντες ἐν τῷ τοῦ ὄρους κρημνῷ εὗρον οὕτως καθὼς ὁ Πατὴρ εἶπεν, ἐν ᾧ τόπῳ ἡ τοῦ ὄρους ἄνυδρος σκληρότης ἰκμάδας τινὰς καὶ ἱδρῶτας ὕδατος ἀνέπεμπεν. Ποιήσαντες οὖν ὄρυγμα μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται.
6.2
CAPUT V. CAPUT V. De aqua viri Dei oratione in montis vertice ex petra producta.
6.2
Ex his autem monasteriis quae in eodem loco construxerat, tria sursum in rupibus montis erant, et valde erat fratribus laboriosum, semper ad lacum descendere, ut aquam haurire debuissent: maxime quia e devexo montis latere erat grave descendentibus in timore periculum. Tunc collecti fratres ex eisdem tribus monasteriis, ad Dei famulum Benedictum venerunt, dicentes: Laboriosum nobis est propter aquam quotidie usque ad lacum descendere, et idcirco necesse est ex eodem loco monasteria mutari. Quos blande consolans dimisit, et nocte eadem cum parvo puerulo nomine Placido, cujus superius memoriam feci, ejusdem montis rupem ascendit, ibique diutius oravit. Et oratione completa, tres petras in loco eodem pro signo posuit, atque ad suum cunctis illic nescientibus monasterium rediit. Cumque die alia ad eum pro necessitate aquae praedicti fratres rediissent, dixit: Ite, et rupem illam in qua tres super invicem positas petras inveneritis, in modico cavate: valet enim omnipotens Deus etiam in illo montis cacumine aquam producere, ut vobis laborem tanti itineris dignetur auferre. Qui euntes, rupem montis quam Benedictus praedixerat, jam sudantem invenerunt. Cumque in ea concavum locum fecissent, statim aqua repletus est, quae tam sufficienter emanavit, ut nunc usque ubertim defluat, atque ab illo montis cacumine usque ad inferiora derivetur.