Prolegomena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 7835 Proleg63
9.1.1
CAPUT VIII. ΚΕΦΑΛ. Η'. Περὶ τοῦ ζυμωθέντος ἐν τῷ ἄρτῳ φαρμάκου.
9.1.1
ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον διαλάμψαι ἐν τοῖς τόποις ἐκείνοις, πολλοὶ διὰ τὸν πόθον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μήκοθεν πρὸς αὐτὸν παρεγίνοντο, καὶ τὴν τοῦ Βίου ματαιότητα καταλιμπάνοντες ὑπὸ τὸν χρηστὸν τοῦ κυρίου ζυγὸν τὸν ἑαυτῶν καθυπέτασσον τράχηλον. Ὁ δὲ τοῦ φθόνου γεννήτωρ, καὶ τῶν εὐσεβῶν ἀρχαῖος ἐχθρὸς, μὴ δυνάμενος φέρειν τὰς ἀπ' αὐτοῦ ἀπαστραπτούσας τῶν θαυμάτων μαρμαρυγὰς, καὶ ὁρῶν ἑαυτὸν ἡττώμενον ὑπὸ τῆς τοῦ ἁγίου θεοσδότου δυνάμεως, ἐνσκήψας[ F. ἐνέσκηψε] ἐν ταῖς τῶν ἀτάκτων ψυχοφθόροις διανοίαις, καθὼς σύνῆθες αὐτοῖς ἐστι φθονεῖν τοῖς ἑτέρων κατορθὼμασιν· ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν ὑπὸ βασκανίας μολυνομένων ὄνειδος τυγχάνει. Ὅθεν τῆς αὐτόθι γειτνιαζούσης ἐκκλησίας πρεσβύτερός τις Φλορέντιος τοὔνομα, ὁ τοῦ ἡμετέρου ὑποδιακόνου Φλορεντίου πάππος, τοῦ παγκάκου δαίμονος τὸ μῖσος καὶ τὸν φθόνον ἐν ἑαυτῷ ὑποδεξάμενος, ἤρξατο σκώπτειν τε καὶ βασκαίνειν ταῖς τοῦ ὁσίου ἀνδρὸς ἀρεταῖς, ἐλπίζων ἐκ τούτου πολλοὺς ἀποσπᾶσαι ἐκ τῆς τοῦ ἁγίου ψυχωφελοῦς διδαχῆς. Ὡς δὲ τῆς φρενοβλαβοῦς ἐλπίδος ἀπέτυχε, καὶ ἐθεώρει πολλοὺς ὑπὸ τῆς αὐτοῦ φήμης ἑλενους, καὶ πρὸς αὐτὸν φοιτῶντας, καὶ ταῖς αὐτοῦ διδαχαῖς πληθυνομένους, καθάπερ ὑπὸ βελῶν τιτρωσκόμενος ὁ Φλορέντιος, τὴν μὲν τοῦ ὁσὶου πατρὸς πολιτείαν διέβαλλεν, ἐπαινετὴν δὲ ζωὴν ἑαυτῶisubgr; ἐπισπᾶσθαι δι' ἀσκητικῶν ἀγώνων οὐδαμῶς εἵλετο. Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίῳ θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ἀπέστειλεν. Ὁ δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ τὸν μἐν ἄρτον εὐχαρίστως ἐδέξατο· οὐ μέν τοι δὲ διέλαθεν αὐτὸν ὁ ἐν τῷ ἄρτῳ κρυπτόμενος δόλος· ἐν δὲ τῇ ὥρᾳ ἐν ᾗ εἰώθει ὁ ἅγιος τροφῆς μεταλαμβάνειν, ὄρνεον, τὸ δὴ λεγόμενον κόραξ, ἐν τῇ σύνεγγυς ὕλῃ τὴν οἴκησιν ἔχον, κατὰ τὸ σύνηθες ἤρχετο πρὸς τὸν ἅγιον, καὶ ἐκ τῶν τιμίων αὐτοῦ χειρῶν ἄρτον πρὸς τροφὴν ἑαυτῷ ἐδέχετο. Ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ λαβὼν τὸν θανατηφόρον ἄρτον, ὅνπερ ἦν αὐτῷ ἀποστείλας Φλορέντιος ὁ πρεσβύτετερος, ἔθηκεν ἐνώπιον τοῦ κόρακος, καὶ ἐκέλευσεν αὐτῷ, λέγων·« Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος λαβὲ τὸν ἄρτον τοῦτον, καὶ ἐν τοιούτῳ τόπῳ ῥίψον αὐτὸν, ἵνα μηδεὶς ἀνθρώπων εὑρήσῃ αὐτόν.» Τότε ὁ κόραξ ἀνεῳγμένῳ τῷ στόματι καὶ ἡπλωμέναις ταῖς πτέρυξιν, πέριξ τοῦ αὐτοῦ περιΐπτασθαι καὶ κράζειν ἤρξατο, καὶ τοῖς κινήμασι μηνύειν τὴν ἐν αὐτῷ οὖσαν διαβολικὴν σκευωρίαν. Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος πάλιν ἤρξατο λέγειν·« Ἆρον τοῦτον, ἆρον ἀμερίμνως, καὶ ἐκεῖ αὐτὸν ἀπόθου ἔνθα εὑρεθῆναι οὐ δύναται.» Τότε ὁ κόραξ τὴν τοῦ ἁγίου κέλευσιν ἐπλήρου, καὶ σὺν φόβῳ πολλῷ λαβὼν τὸν ἄρτον τῷ στόματι, ἀπῆλθε, καὶ τοῦτον ῥίψας ἐν τόπῳ ἀβάτῳ παντελῶς τοῖς ἀνθρώποις, μετὰ τρεῖς ὥρας ὑπέστρεψε, καὶ ἐκ τῶν τοῦ ἁγίου χειρῶν τὴν εἰωθυῖαν τροφὴν ἐδέξατο. Ὁ δὲ ἁπλούστατος καὶ κατὰ πάντα ἐπιεικέστατος ἀνὴρ Βενέδικτος, θεασάμενος τὴν τοῦ Φλορεντίου δολοφονίαν, ὅτι οὐχ οἷός τε γέγονε τὴν τούτου πονηρίαν διορθώσασθαι. ὑπὲρ ἐκείνου μᾶλλον, ἢ ὑπὲρ αὑτοῦ τῷ Θεῷ προσηύχετο. Ἀλλ' ὁ προλεχθεὶς Φλορέντιος τοῦ ἁγίου τό σῶμα θανατῶσαι μὴ ἰσχύσας, ἑτέραν πάλιν κακόνοιάν τε καὶ σατανικὴν πανουργίαν κατὰ τῶο τοῦ ἁγίου μαθητῶν ἐτεκτήῄνατο. Αὐτῶν γὰρ ἐν τῷ κήπῳ ἐργαζομένων, ὁ τοῦ διαβόλου ἐργάτης Φλορέντιος ἑπτὰ κόρας ὡραίας τῷ εἴδει, καὶ γυμνὰς ὅλῳ τῷ σώματι ἐν τῷ κήπῳ ἀπέστειλε, καὶ ταύταις προσέταξε τοῦ στρηνιᾷν καὶ παίζειν ἐνώπιον τῶν μοναχῶν, βουλόμενος καὶ ἐν τούτῳ τὴν τῶν ἀνδρῶν ἀχρειῶσαι παρθενίαν. Ἀλλὰ καὶ ἐν τοῦτῳ ἡ παμπόνηρος αὐτοῦ διήμαρτεν ἀφροσύνη. Τὴν γὰρ τούτου διαβολικὴν ἐπίνοιαν θεασάμενος ὁ τοῦ Χριστοῦ μιμητὴς Βενέδικτος, καὶ φοβηθεὶς τὴν τῶν μαθητῶν ψυχικὴν βλάβην, ὑπὲρ δὲ μόνου τοῦ καθ' ἑαυτὸν φθόνου λογισάμενος, ταῦτα τὸν μιαρώτατον ἐκεῖνον Φλορέντιον πράττειν, βέλτιον ἔκρινεν ὁ τοῦ Θεοῦ θεράπων διὰ τῆς ἑαυτοῦ ἀναχωρήσεως τὴν τῶν οἰκείων μαθητῶν πολιτεύσασθαι σωτηρίαν. Καλέσας οὖν τοὺς τῶν μοναστηρίων ἀδελφοὺς καὶ οἰκονόμους, αὐτοῖς ἐγκαταστήσας, παραθέμενός τε αὐτοὺς τῷ Θεῷ, λαβὼν μετ' ἑαυτοῦ ὀλίγους τινὰς τῶν μοναχῶν ἀνεχώρησεν ἐκ τοῦ ἑαυτοῦ κελλίου, τὸ μῖσος καὶ τὴν ἐκείνου δυσμένειαν ταπεινοφρόνως ἐκκλίνας. Ἀλλ' ὁ μὲν Φλορέντιος ἠνόμησεν ἁμαρτήσας διακενὴς, ὁ δὲ Θεὸς τὸν οἰκεῖον θεράποντα λυτρωσάμενος εἰς πολλῶν σωτηρίαν διεφύλαξε, πατάξας τὸν ἀλιτήριον. Τοῦ γὰρ θεοστυγοῦς ἐξείνου Φλορεντίου ἐπὶ τῇ τοῦ μακαρίου ἀνδρὸς ὑποχωρήσει ἀγαλλιασθέντος, καὶ ἐν τῷ ἡλιακῷ τοῦ οἴκου, ἐν ᾧ κατῴκει, ἑστῶτος, ἀθρόον σὺν τῷ ῥηθέντι ἡλιακῷ ἀφ' ὕψους μεγάλου πέπτωκεν, ἀξίαν τῆς ἑαυτοῦ πονηρίας δίκην τίσας, καὶ θάνατον ὀλέθριον ἀπενεγκάμενος. Τοῦτο θεασάμενος ὁ ἀνωτέρω πολλάκις μνημονευθεὶς Μαῦρος ὁ τοῦ ἁγίου πατρὸς φοιτητὴς, ἤδη τῷ ἁγίῳ ἀπέχοντι ὁδοῦ διάστημα σημείων δέκα ἀπέστειλε πρὸς αὐτὸν, λέγων·« Ὑπόστρεψον, πάτερ, ὑπόστρεψον, ὁ πρεσβύτερος γὰρ ὁ μάτην σε καταδιώξας τέθνηκε.» Ταῦτα ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, ἑαυτὸν ἐν μεγάλῳ πένθει κατέτηξεν, διὰ τὸν ἐκείνον οἴκτιστον θάνατον· ἐλυπήθη δὲ ἐπὶ τῷ οἰκείῳ μαθητῇ, ὡς δῆθεν ἐπιχαρέντι τῷ τοῦ Φλορεντίου ἐλεεινῷ πτὼματι, ἐντειλάμενος αὐτῷ μετανοεῖν ὑπὲρ τοῦ τοιούτου σφάλματος, ὡς χαραποιηθέντι ἐπὶ τῷ τοῦ Φλορεντίου θανάτῳ.
9.1.2
ΠΕΤΡ. Θαυμαστά εἰσιν ὄντως καὶ ἐκπλήττοντά με ἅπερ ἔφης. Ἐπὶ γὰρ τοῦ ὕδατος τοῦ διὰ τῆς τοῦ μακαρίου προσευχῆς, ἐκ τοῦ ὄρους ποταμηδὸν βλύσαντος, τὸν Μοϋσῆν κατανοῶ, ἐν δὲ τῷ σιδηρῷ ἐργαλείῳ, τῷ ἐκ βυθοῦ τῶν ὑδάτων τοῦ λάκκου ἀνελθόντι, Ἐλισσαῖον ὁρῶ ἐν τῇ τοῦ ὕδατος πορείᾳ Πέτρον νοῶ· ἐν δὲ τῇ τοῦ κόρακος ὑπακοῇ, Ἡλίανβλέπω. Ὡς οὖν ὑπολαμβάνω, ὁ ἀνὴρ οὗτος χαπίσματος τοῦ πνεύματος πάντων τῶν δικαίων τοῦτων ἀνάπλεως ὑπῆρχεν.
9.1.3
ΓΡΗΓΟΡ. Ὁ τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, Πέτρε, ἑνὸς πνεῦμα εἶχεν, ὅπερ διὰ τῆς δωρηθείσης ἀπολυτρώσεως πάντων τῶν ἐκλεκτῶν τὰς καρδίας ἐπλήρωσε. Περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης εἴρηκεν·« Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Περὶ οὗ πάλιν γέγραπται,« Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν.» Καὶ γὰρ οἱ τοῦ Θεοῦ ἄνθρωποι ἅγιοι ἠξιώθησαν παρὰ κυρίου χαρισμάτων δύναμιν δέξασθαι, οὐ μὴν δὲ καὶ ἄλλοις παραδοῦναι. Αὐτὸς δὲ σημεῖα δυνάμεως δέδωκεν τοῖς ὑποτεταγμένοις, ὅστις ἑαυτὸν δοτῆρα τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου ὑπέσχετο τοῖς ἐχθροῖς δοῦναι, ὅπως ἐνώπιον τῶν ὑπερηφάνων ἀποθανεῖν καταξιώσῃ, καὶ ἐπ' ὄψεσι τῶν ταπεινοφρόνων ἀναστῃναι, ἵνα ἐκεῖνοι μὲν, ὅπερ καταλεῖψαι ὤφελον, θεάσωνται, καὶ οὗτοι ὅπερ σεβόμενοι ἀγαπῆσαι ὤφελον. Ἐξ οὗπερ μυστηρίου γέγονε τοῦτο, ἵνα οἱ μὲν ὑπερήφανοι θεάσωνται τὴν τοῦ θανάτου ἐξουδένωσιν, οἱ ταπεινόφρονες δὲ τὴν δόξαν τῆς κατὰ τοῦ θανάτου ἐξουσίας.
9.1.4
ΠΕΤΡ. Δυσωπῶ οὖν σε, σεβάσμιε δέσποτα, μετὰ ταῦτα· ἐν ποίοις τόποις ὁ ἅγιος ἐκεῖνος ἀνὴρ μετῴκησε, καὶ τίνας ἐν αὐτοῖς δυνάμεις διεπράξατο, γνώρισον ἡμῖν.
9.1.5
ΓΡΗΓΟΡ. Ὁ ὁσιώτατος οὗτος ἀνὴρ ἐν ἑτέροις μετοικήσας τόποις οἴκησιν μὲν ἤλλαξεν, ἐχθρὸν δὲ οὐχί. Μεγάλους γὰρ μετέπειτα καὶ βαρυτέρους πολέμους ὑπὸ τοῦ τῆς κακίας εὑρετοῦ ὑπέμεινεν. Ὅσον δὲ τὰς τῶν πειρασμῶν νιφάδας ὁ ἀδάμαστος οὗτος ἂνὴρ καθ' ἑαυτοῦ ἐπινοουμένας ἑώρα. τοσοῦτον ἔσπευδεν ἀνταγωνιστὴν ἀήττητον ἑαυτὸν ὀφθῆναι, κατὰ τῶν ἐκείνου μηχανημάτων τῷ τοῦ ζωοποιοῦ σταυροῦ θυρεῷ καθοπλιζόμενος. Κάστρον τοίνυν ὅπερ Κάσινον λέγεται, ἐν τῷ ὑψηλῷ τοῦ ὅρους πλαγίῳ διάκειται, ὅπερ ὄρος τῇ ἑαυτοῦ ἐκτάσει τὸ εἰρημένον ἐγκολπίζεται κάστρον, καὶ ἕως τριῶν μιλίων ἡ τοῦ ὄρους ἀκρώρεια ὑπέρκειται, ὥστε παρὰ τοῖς ἀγνοοῦσιν ὡς ἀστέρα φαίνεσθαι. Ἐν ᾧ παλαιότατον ἱερὸν ἑλληνικὸν ὑπὸ τῶν ἀρχαίων ᾠκοδομημένον ὑπῆρχεν· ἐν τούτῳ ὑπὸ τῶν τοῦ λαοῦ ἁπλουστέρων ὁ Ἀπόλλων ἐσέβετο. Κύκλῳ δὲ τοῦ μιαρωτάτου ἐκείνου ναοῦ πλῆθος βωμῶν ἐτύγχανε. Καὶ ἕως τότε τῶν ἀπίστων ἀνήρχετο ἐκεῖσε πλῆθος πολὺ, θυσίαις τε καὶ σπονδαῖς, καὶ κνίσσαις τῷ αὐτόθι τοῦ Ἀπόλλωνος ἀγάλματι λατρεύοντες· ὁ δὲ τὸν νοῦν πεφωτισμένος, καὶ τῆς εὐσεβείας ζηλωτὴς Βενέδικτος ἐπὶ τὸν τόπον παραγενόμενος, καὶ θαρσαλείῳ τῷ φρονήματι εἰσελθὼν, τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος συνέτριψε, τοὺς βωμοὺς κατέστρεψε, καὶ τὰ ἄλση ἐνέπρησε, καὶ ἐν αὐτῷ τῷ ναῷ τοῦ Ἀπόλλωνος εὐκτέριον ἡγιασμένον τοῦ ἁγίου Μαρτίνου πεποίηκεν. Ἔνθα δὴ ὁ βωμὸς τοῦ Ἀπόλλωνος ἵδρυτο, σεβάσμιον εὐκτήριον ἡγιασμήνον τοῦ Ἰωάννου συνεστήσατο. Ἐντεῦθεον λοιπὸν τὸ ἐκεῖσε κατοικοῦν τοῦ λαοῦ πλῆθος τῆ αὐτοῦ διδασκαλίᾳ ὁδηγούμενον πρὸς Θεὸν ἐπεστρέφετο. Ἀλλὰ ταῦτα μὴ ὑποφέρων ὁ σκολιὸς τῶν πιστῶν ἐκθρὸς, οὐκέτι λοιπὸν ἀφανῶς, ἢ δι' ἐνυπνίων, ἀλλὰ φανερῶς ἑαυτὸν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ἐπεδείκνυτο, καὶ μεγίσταις φωναῖς ἐβὸα, βίαν αὐτὸν ὑπὸ τοῦ ἁγίου ὑπομεμενηκέναι, ὥστε καὶ τοὺς ἀδελφούς τῶν φωνῶν αὐτοῦ ἀκούειν, εἰ καὶ τὰ μάλιστα τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον οὐκ ἐθεώρουν. Πρὸς οὑς ὁ τῆς ἀληθείας διδάσκαλος ἔλεγε·« Πιστεύσατε, τέκνα, ὅτι τοῖς αἰσθητοῖς μου ὀφθαλμοῖς τὸν ἐκθρὸν φοβερόν τινα, καὶ σπινθηρακώδη ταῖς φαντασίαις φαινόμενον ὁρῶ, ὅστις διά τε τοῦ στόματος καὶ τῶν ὀφθαλμῶν φλόγας πυρὸς ἐκπέμπει» Εἴ τι οὖν ὁ δόλιος ἐφθέγγετο, ἤκουον πάντες. Πρότερον μὴν νὰρ ἐξ ὀνόματος ἐκάλει τὸν ἅγιον. Ἡνίκα δὴ μηδαμῶς αὐτῶ ἀποκρινόμενον τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐθεάσατο, εὐθέως ταῖς κατὰ αὐτοῦ λοιδορίαις τὴν μιαρωτάτην αὐτοῦ ἐκίνησε γλῶτταν, καὶ τὸν τοῦ Θεοῦ φίλον ταῖς ὕβρεσιν ἔβαλλεν· εἶτα πάλιν ἐφώνει τὸν ἅγιον λέγων,« Βενέδικτε, Βενέδικτε»· αὐτοῦ δὲ μὴ ἀποκρινομένου, παραυτὰ προσθεὶς ἔλεγε·« Κατηραμένε, καὶ οὐκ εὐλογημένε, τί ἔχεις μετ' ἐμοῦ; τί με καταδιώκεις;» Ὑπομνητέα εἰσὶν ὄντως τὰ κατὰ τὸν δοῦλον τοῦ Θεοῦ προς τὸν ἀρχαῖον ἐχθρὸν νὲα ἀγωνίσματα, ᾧ τινι πολέμους τοιούτους παρήγαγεν· ἀλλὰ τῇ ὑποθέσει τῆς νίκης διηκόνησεν ὁ βίος[ Forte βίαιος].
9.2.1
CAPUT VIII. CAPUT VIII. De pane veneno infecto per corvum longius projecto.
9.2.1
Gregorius. Cum jam loca eadem in amorem Domini Dei nostri Jesu Christi longe lateque fervescerent, saecularem vitam multi relinquerent, et sub leni Redemptoris jugo cervicem cordis edomarent, sicut mos pravorum est invidere aliis virtutis bonum quod ipsi habere non appetunt, vicinae ecclesiae presbyter, Florentius nomine, hujus nostri subdiaconi Florentii avus, antiqui hostis malitia percussus, sancti viri studiis coepit aemulari, ejusque conversationi derogare: quosque etiam posset, ab illius visitatione compescere. Cumque jam se conspiceret ejus profectibus obviare non posse, et conversationis illius opinionem crescere, atque multos ad statum vitae melioris, ipso quoque opinionis ejus praeconio indesinenter vocari, invidiae facibus magis magisque succensus, deterior fiebat: quia conversationis illius appetebat habere laudem, sed habere laudabilem vitam nolebat. Qui ejusdem invidiae tenebris caecatus, ad hoc usque perductus est, ut servo omnipotentis Dei infectum veneno panem quasi pro benedictione transmitteret. Quem vir Dei cum gratiarum actione suscepit, sed eum quae pestis lateret in pane non latuit. Ad horam vero refectionis illius ex vicina silva corvus venire consueverat, et panem de manu ejus accipere. Qui cum more solito venisset, panem quem presbyter transmiserat, vir Dei ante corvum projecit, eique praecepit, dicens: In nomine Jesu Christi Domini nostri tolle hunc panem, et tali eum in loco projice, ubi a nullo hominum possit inveniri. Tunc corvus aperto ore, expansis alis circa eumdem panem coepit discurrere, crocitare, ac si aperte diceret, et obedire se velle, et tamen jussa implere non posse. Cui vir Domini praecipiebat iterum atque iterum, dicens: Leva, leva securus, atque ibi projice ubi inveniri non possit. Quem diu demoratus, quandoque corvus momordit, levavit, et recessit. Post trium vero horarum spatium abjecto pane rediit, et de manu hominis Dei annonam quam consueverat accepit. Venerabilis autem Pater contra vitam suam inardescere sacerdotis animum videns, illi magis quam sibi doluit. Sed praedictus Florentius, quia magistri corpus necare non potuit, se ad exstinguendas discipulorum animas accendit: ita ut in horto cellae, cui Benedictus inerat, ante eorum oculos nudas septem puellas mitteret, quae coram eis sibi invicem manus tenentes, et diutius ludentes, illorum mentes ad perversitatem libidinis inflammarent. Quod vir sanctus de cella conspiciens, lapsumque adhuc tenerioribus discipulis pertimescens, idque pro sua solius persecutione fieri pertractans, invidiae locum dedit, atque oratoria cuncta quae construxerat, substitutis praepositis adjunctis fratribus ordinavit, et paucis secum monachis ablatis habitationem mutavit loci. Moxque ut vir Dei ejus odia humiliter declinavit, hunc omnipotens Deus terribiliter percussit. Nam cum praedictus presbyter stans in solario Benedictum discessisse cognosceret et exsultaret, perdurante immobiliter tota domus fabrica, hoc ipsum in quo stabat solarium cecidit, et Benedicti hostem conterens exstinxit. Quod viri Dei discipulus, Maurus nomine, statim venerabili Patri Benedicto qui adhuc a loco eodem vix decem millibus aberat, aestimavit esse nuntiandum, dicens: Revertere, quia presbyter qui te persequebatur, exstinctus est. Quod vir Dei Benedictus audiens, sese in gravibus lamentationibus dedit, vel quia inimicus occubuit, vel quia de inimici morte discipulus exsultavit. Qua de re factum est, ut eidem quoque discipulo poenitentiam indiceret, quod mandans talia, gaudere de inimici interitu praesumpsisset.
9.2.2
Petr. Mira sunt et multum stupenda quae dicis. Nam in aqua ex petra producta, Moysen; in ferro vero, quod ex profundo aquae rediit, Elisaeum; in aquae itinere, Petrum; in corvi obedientia, Eliam; in luctu autem mortis inimici, David video. Ut perpendo, vir iste spiritu justorum omnium plenus fuit.
9.2.3
Gregor. Vir Dei Benedictus, Petre, unius Dei spiritum habuit qui per concessae redemptionis gratiam electorum corda omnium implevit, de quo Joannes dicit: Erat lux vera quae illuminat omnem hominem venientem in hunc mundum. De quo rursus scriptum est: De plenitudine ejus nos omnes accepimus. Nam sancti Dei homines potuerunt a Domino virtutes habere, non etiam aliis tradere. Ille autem signa virtutis dedit subditis, qui se daturum signum Jonae promisit inimicis: ut coram superbis mori dignaretur, coram humilibus resurgere: quatenus et illi viderent quod contemnerent, et isti quod venerantes amare debuissent. Ex quo mysterio actum est, ut dum superbi aspiciunt despectum mortis, humiles contra mortem acciperent gloriam potestatis.
9.2.4
Petr. Quaeso te post haec, ad quae loca vir sanctus migraverit, vel si aliquas in eis virtutes postmodum ostenderit, innotesce.
9.2.5
Gregor. Sanctus vir ad alia demigrans loca non hostem mutavit. Nam tanto post graviora praelia pertulit, quantum contra se aperte pugnantem ipsum malitiae magistrum invenit. Castrum namque quod Cassinum dicitur, in excelsi montis latere situm est, qui videlicet mons distenso sinu hoc idem castrum recepit, sed per tria millia in altum se subrigens, velut ad aera cacumen tendit: ubi vetustissimum fanum fuit, in quo ex antiquorum more gentilium a stulto rusticorum populo Apollo colebatur. Circumquaque etiam in cultu daemonum luci succreverant, in quibus adhuc eodem tempore infidelium insana multitudo sacrificiis sacrilegis insudabat. Illuc itaque vir Dei perveniens, contrivit idolum, subvertit aram, succendit lucos, atque in ipso templo Apollinis oraculum beati Martini, ubi vero ara ejusdem Apollinis, fuit oraculum sancti Joannis construxit, et commorantem circumquaque multitudinem praedicatione continua ad fidem vocabat. Sed haec antiquus hostis tacite non ferens, non occulte vel per somnium, sed aperta visione ejusdem Patris oculis sese ingerebat, et magnis clamoribus vim se perpeti conquerebatur, ita ut voces illius etiam fratres audirent, quamvis imaginem minime cernerent. Ut enim discipulis suis venerabilis Pater dicebat, corporalibus ejus oculis idem antiquus hostis teterrimus et succensus apparebat, qui in eum ore oculisque flammantibus saevire videbatur. Jam vero quae diceret audiebant omnes: prius enim hunc vocabat ex nomine. Cui cum vir Dei minime responderet, ad ejus mox contumelias erumpebat. Nam cum clamaret, dicens: Benedicte, Benedicte, et eum sibi nullo modo respondere conspiceret, protinus adjungebat: Maledicte, non Benedicte, quid mecum habes? quid me persequeris? Sed jam nunc spectanda sunt contra Dei famulum antiqui hostis nova certamina, cui pugnam quidem volens intulit, sed occasiones victoriae ministravit invitus.