Adversus Eunomianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοί· ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ, καίπερ οὐκ ἀδελφικῶς ἔχοντας· μὴ οὕτω διανοώμεθα, μηδὲ καθά περ ἵπποι θερμοὶ καὶ δυσκάθεκτοι, τὸν ἐπιβάτην λογισμὸν ἀπορρί ψαντες, καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες, πόρρω τῆς νύσσης θέωμεν· ἀλλ' εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν, καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα, μηδὲ εἰς Ἀσσυρίους κατασυρώ μεθα, μηδὲ ᾄδωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας, πάσης ἀκοῆς λέγω, ξένης τε καὶ ἡμετέρας, ἐχθρᾶς καὶ φιλίας, εὐγνώμονος καὶ ἀγνώμονος, ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα, καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα, ἐξάπτει τε καὶ ἀναρριπίζει καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ' ἑαυτῆς αὔραις λανθάνουσα, καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλε γούσης ὑψηλοτέραν. ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχύν, ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι, καὶ διὰ τοῦτο, ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω τοῖς ἡμετέροις ἐπιτίθενται– εἴτε ἀτυχήμασι χρὴ λέγειν, εἴτε ἁμαρτήμασιν. ἀλλ' ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν, μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν· ἀλλ' εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατόν, ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις, μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι, καὶ ἁγίως τὰ ἅγια, καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγ μάτων θεραπευτάς, οἳ θᾶττον ἂν τοῦ αἵματος ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις. ἀλλ' εἰδῶμεν, ὥσπερ ἐσθῆτος καὶ διαίτης καὶ γέλωτος καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα, οὕτω καὶ λόγου καὶ σιωπῆς, ὅτι καὶ λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ θεοῦ προσηγοριῶν καὶ δυνάμεων. ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον.