Gregory of Nazianzus PG 35-38
Adversus Eunomianos
Euno 6.1
Choose a text
More by Gregory of Nazianzus (gregory-of-nazianzus)
—
Pg Scrape Grc
6.1
Τί γέννησιν ἀκούει θεοῦ καὶ κτίσιν, καὶ θεὸν ἐξ οὐκ ὄντων, καὶ τομὴν καὶ διαίρεσιν καὶ ἀνάλυσιν, ὁ πικρὸς τῶν λεγομένων ἀκροατής; τί δικαστὰς τοὺς κατηγόρους καθίζομεν; τί τὰ ξίφη τοῖς ἐχθροῖς ἐγχειρίζομεν; πῶς, οἴει, δέξεται τὸν περὶ τούτων λόγον, ἢ μεθ' οἵας τῆς διανοίας, ὁ τὰς μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθο ρίας, καὶ προσκυνῶν τὰ πάθη, καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοη θῆναι δυνάμενος, ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεούς, καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; οὐχ ὑλικῶς; οὐκ αἰσχρῶς; οὐκ ἀμαθῶς; οὐκ ἀμαθῶς; οὐχ ὡς εἴωθεν; οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν, σχολῇ γ' ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ' ἑαυτῶν εἰσὶν ἐφευρεταὶ κακῶν, πότε ἂν τῶν διδομένων ἀπόσχοιντο; ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος. ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι, ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ, καὶ ταὐτὸν πάσχοντες τοῖς μαινομένοις, οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν, ἢ τοὺς παῖδας σπαράττουσιν, ἢ τοὺς γονέας περιωθοῦσιν, ὡς ἀλλοτρίους νομίζοντες.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).