Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Alphabeticum Ἄνω πτέρωσον πρὸς θεόν σου τὰς φρένας. Βίον πόθησον ἔνθεν ἠγλαϊσμένον. Γαίαν βαδίζον μὴ τὰ τῆς γαίας φρόνει. Δίδου πένητι χεῖρα κειμένῳ κάτω. Ἔργον φέριστον ἠγλαϊσμένον πόθει. Ζήτει τὰ τέρπνα τῶν ἐκεῖθεν ἐλπίδων. Ἡ γλῶσσα φαύλων, μήτε τὸ ψεῦδος λέγει. Θῆρα δρακόντων μὴ γένῃ τῶν δαιμόνων. Ἴχνη βεβήλων μηδαμῶς ὁδοιπόρει. Κλαῦσον στέναξον· δάκρυσι πλῦνον ῥύπους. Λόγους σοφιστῶν τίμα καὶ σοφὸς γένει. Μὴ τοὺς ἐπαίνους, ἀλλὰ τοὺς ψόφους φίλει. Ναόν σε δ' αὐτὸν τεῦξον ἡγιασμένον. Ξένους ξένιζε, ξενοπρεπῶς καὶ τρέφε. Ὅρκους βδελύσσου ψυχικοὺς ὁδοστάτας. Πλοῦτόν τε μίσει καὶ τὰ τέρπνα τοῦ βίου. Ῥευστὸν δὲ κόσμον, ὡς ἀραχνώδει νόει. Σαρκὸς πόνοις φρόνημα, τῆξον ἐνθέοις. Τὰ δ' ὅπλα φωτὸς ἀντὶ πορφύρας φόρει. Ὑψῶν ἑαυτὸν μὴ πέσει μέγα βλέπε. Φόβῳ Θεοῦ κλίνον τε τὸν σὸν αὐχένα. Χαίρων βάδιζε τὴν ἄνω κατοικίαν Ψέγου παρ' ἄλλου μᾶλλον ἢ θέλε ψέγειν. Ὦ παῖ φύλαξον, ταῦτα καὶ μέγας ἔσῃ.

Intertext edge

Open linked passage

Note