Apologeticus
Gregory of Nazianzus (gregory-of-nazianzus)Apologetic 1.2 · textus-receptusMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Textus receptus
1.2
Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυ γῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, µε τὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧ τί τὸ τῆςἱερωσύνης ἐπάγγελµα.
1.1
Ἥττηµαι, καὶ τὴν ἧτταν ὁµολογῶ· ὑπ ετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρ µοι µακαριώτατος∆ αβὶδ ἀρχέτω τοῦ λόγου· µᾶλλον δὲ ὁ ἐν τῷ∆ αβὶδ φθεγξάµενος, καὶ εἰσέτι καὶ νῦν δι' αὐτοῦ φθεγγόµενος. Ἐπειδὴ καὶ τάξις ἀρίστη παντὸς ἀρχοµένῳ καὶ λόγου καὶ πράγµατος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύε σθαι. Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεως καὶ ὀλιγοψυχίας, δι' ἣν ἐµάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἀφ' ὑµῶν χρόνον οὐ µικρὸν ἴσως τοῖς γε πο θοῦσιν, ἢ τῆςνῦν ἡµερότητος καὶ µεταβολῆς, δι' ἣν αὖθις ἐµαυτὸν ἔδωκα φέρων ὑµῖν, ἄλλος µὲν ἄλ λο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ µισούντων ἢ ἀγα πώντων ἡµᾶς· ὁ µὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶ προσαποδεχόµενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖς ἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ µάλιστα ἐὰν τύχωσιν ὑπ' εὐνοίας τινὸς ἢ µίσους ἑλκόµενοι, ὑφ' ὧν καὶ φιλεῖκλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια. Ἐγὼ δὲ τἀληθὲς εἰς µέσον θήσω, µηδὲν αἰσχυν θεὶς, καὶ διαιτήσω δικαίως ἀµφοτέροις τοῖς µέρεσιν, ὅσοι τε κατηγοροῦσιν ἡµῶν, καὶ ὅσοι ὑπεραπολογοῦνται προθύµως· τὸ µέν τι κατηγορήσας ἐµαυτοῦ, τὸ δὲ ὑπεραπολογησάµενος.
1.2
Καὶ ἵνα γε καθ' ὁδὸν ὁ λόγος ἡµῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξοµαι· οὐδὲ γὰρ ἀνέχοµαι πλήττεσθαί τινας ἐν ἐµοὶ τῶν πάντα τη ρούντων ἐπιµελῶς τὰ ἡµέτερα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἐπειδή τι τὸ καθ' ἡµᾶς εἶναι Χριστιανοῖς εὐ δόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴ περ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσοµαι· καλὸν γὰρ µήτε ἁµαρτάνοντα, µήτε ὑπονοούµενον, ἕως ἂν οἷόν τε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκοµµα τοῖς πολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν µικρῶν σκανδαλίσασιν ἴσµεν ὅπως ἀπαραίτητος καὶ βαρυτά τη παρὰ τοῦ ἀψευδοῦς ἡ τιµωρία.
1.3
Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ µᾶλλον, ἵνα καὶ µικρόν τι καυχήσωµαι, οὔτε ὡς ὑπερόπτης τῶν θείων νόµωνκαὶ διατάξεων. Ὅτι καθάπερ ἐν σώµατι τὸ µέν τι ἄρχον ἐστὶ καὶ οἷον προκαθεζόµενον, τὸ δὲ ἀρχόµενον καὶ ἀγόµενον· οὕτω κἀν ταῖς Ἐκκλη σίαις διέταξεν ὁ Θεὸς ἰσότητος νόµῳ τῆς ἐχούσης τὸ κατ' ἀξίαν, ἢ καὶ προνοίας, ᾗ τὰ πάντα συνέδησε, τοὺς µὲν ποιµαίνεσθαί τεκαὶ ἄρχε σθαι, ὅσοις τοῦτο λυσιτελέστερον, καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸ δέον ἰθυνοµένους· τοὺς δὲ εἶναι ποι µένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισµὸν τῆς Ἐκ κλησίας, ὅσοι τῶν πολλῶν εἰσιν ἀνωτέρω κατ' ἀρετὴν καὶ τὴν πρὸς τὸνΘεὸν οἰκείωσιν, λόγον ψυχῆς πρὸς σῶµα, ἢ νοῦ πρὸς ψυχὴν ἐπέχοντας· ἵν' ἀµφότερα συντεθέντα ἀλλήλοις καὶ συγκραθέντα, τό τε ὑστεροῦν καὶ τὸ πλεονάζον, ὥσπερ ἐν µέλεσι, καὶ τῇ ἁρµονίᾳ τοῦ πνεύµατος συµβιβασθέντακαὶ συνδε θέντα ἓν ἄρτιον ἀποδειχθῇ σῶµα, καὶ αὐτοῦ Χριστοῦ τῆς κεφαλῆς ἡµῶν ὄντως ἄξιον.
1.∆
Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυ σιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις· ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶ περὶ µειζόνων αὐτοῖς ὁ κίνδυνος· οἷς µέγα, κἂν εἰ τὸ πρῶτον τοῦ λόγου µὴ σώζοιεν, τὸ µηδὲν ἁµαρτάνειν, ἀλλὰ τό γε δεύτερον ἐκείνου, τὸ ἁµαρ τάνοντας ἐπανάγεσθαι. Ἐπειδὴ τοῦτο καλὸν ἐφάνη καὶ δίκαιον, ἴσον ἐµοὶ κακὸν καὶ ὁµοίως ἄτα κτον, πάντας τε ἄρχειν ἐθέλειν, καὶ µηδένα δέχε σθαι· ὡς, εἴ γε πάντες φεύγοιεν ταύτην τὴν εἴτε λειτουργίαν χρὴ λέγειν, εἴτε ἡγεµονίαν, χωλεύοι ἂν τῷ µεγίστῳ µέρει, καὶ οὐδ' ἂν καλὸν ἔτι µένοι τὸ κα λὸντῆς Ἐκκλησίας πλήρωµα. Ποῦ δ' ἂν ἔτι καὶ παρὰ τίνων θρησκεύοιτο ἡµῖν ὁ Θεὸς τὰ µυστικὰ καὶ ἄνω φέροντα, ὃ δὴ µέγιστόν ἐστι τῶν ἡµετέρων καὶ τιµιώτατον, οὐκ ὄντοςβασιλέως, οὐδὲ ὄντος ἄρ χοντος, οὐδὲ ἱερατείας, οὐδὲ θυσίας, οὐδ' ὅσα ὡς µέ γιστα ἐπὶ µεγάλοις τοῖς πταίσµασιν, οἱ πάλαι ἀπειθεῖς κατεκρίθησαν;
1.Ε
Ἀλλ' οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολ λοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαί νειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενοµισµένωντῆς φιλοσοφίας ὅρων, καὶ φέρον εἰς ὄνειδος· ὥσ περ οὐδὲ ναύτῃ τῶν εὐδοκίµων τὸ πρωρατεῦσαι, καὶ πρωρεῖ καλῶς τοὺς ἀνέµους τηρήσαντι τὸ πιστευθῆ ναι τοὺς οἴακας· εἰ δὲ βούλει, στρατιώτῃ γενναίῳ τὸ ταξιαρχῆσαι, καὶ ταξιάρχῃ καλῷ τὸ στρατηγῆσαί τε καὶ πολέµου παντὸς ἡγεµονίαν ἐγχειρισθῆναι. Οὐ µὴν οὐδ', ὅπερ ἂν ὑπολάβοι τις ἴσως τῶν πάντα ἀτό πων καὶ µοχθηρῶν, οἳ κρίνουσι τὰ τῶν ἄλλων τοῖς οἰ κείοις πάθεσιν, ᾐσχύνθην τοῦ βαθµοῦ τὴντάξιν ἐπι θυµίᾳ τῆς µείζονος· οὐχ οὕτως ἐγὼ ἢ τοῦ θείου µεγέθους, ἢ τῆς ἀνθρωπίνης ταπεινώσεως ἄπειρος, ὡς µὴ µέγα νοµίζειν πάσῃ γενητῇ φύσει, καὶ ὁπωσ οῦν πλησιάζεινΘεῷ τῷ µόνῳ φανοτάτῳ καὶ λαµ προτάτῳ, καὶ ὑπερέχοντι πάσης ὑλικῆς τε καὶ ἀΰλου φύσεως καθαρότητι.
1.ςὰ
Τί οὖν ἐστιν ὃ πέπονθα; καὶ τίς ὁ λόγος τῆς ἐµῆς ἀπειθείας; Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐν ἐµαυτῷ τότε µένειν, οὐδ' εἶναι ὥσπερ ἐγινωσκό µην, ἀλλ' ἕτερος ἐξ ἑτέρου τις γεγονέναι, καὶ πλέον ἢ καλῶς εἶχενἀντιτείνειν καὶ αὐθαδιάζεσθαι. Τούτου δὴ τὰς αἰτίας ἀκούοιτ' ἂν ἤδη πάλαι ποθοῦν τες. Μάλιστα µὲν τῷ ἀδοκήτῳ πληγεὶς, ὥσπερ οἱ τοῖς αἰφνιδίοις τῶν ψόφων καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισµούς· καὶ διὰ τοῦτο ἔλυσα τὴν αἰδῶ, πάντα τὸν χρόνον ταύτῃ συνειθισµένος. Ἔπειτά µέ τις ὑπεισῄει ἔρως τοῦ καλοῦ τῆς ἡσυχίας καὶ τῆς ἀναχωρήσεως· ἧς ἐραστὴς γενόµενος ἐξ ἀρχῆς, ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν περὶ λόγους ἐσπου δακότων, καὶ ἣν ἐν τοῖς µεγίστοις καὶ χαλεπω τάτοιςκινδύνοις καθυποσχόµενος τῷ Θεῷ, καί τι καὶ προσαψάµενος ταύτης, ὅσον ἐν προθύροις γενέ σθαι, καὶ πλείονά µοι τὸν πόθον ἐξαφθῆναι διὰ τῆς πείρας, οὐκἤνεγκα τυραννούµενος καὶ εἰς µέ σους τοὺς θορύβους ὠθούµενος, καὶ οἷον ἀπὸ ἱεροῦ τι νος ἀσύλου τοῦ βίου τούτου πρὸς βίαν ἀποσπώ µενος.
1.Ζ
Οὐδὲν γὰρ ἐδόκει µοι τοιοῦτον οἷον µύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσµου γενόµενον, εἰς ἑαυτὸν συστραφέντα, µηδενὸς τῶν ἀνθρωπίνωνπροσ απτόµενον, ὅτι µὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦν τα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώµενα, καὶ τὰς θείας ἐµφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀµιγεῖςτῶν κάτω χαρακτήρων καὶ πλανωµένων, ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ γινόµενον, φωτὶ προσλαµβάνοντα φῶς, καὶἀµαυρο τέρῳ τρανότερον, ἤδη τὸ τοῦ µέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούµενον, καὶ συµπεριπολεῖν ἀγ γέλοις, ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν, καὶ ὑπὸ τοῦ πνεύµατος ἄνω τιθέµενον. Εἴ τις ὑµῶν τούτῳ τῷ ἔρωτι κάτοχος, οἶδεν ὃ λέγω, καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ' ἂν πείσαιµι λέγων ἴσως, ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγµα δοκεῖ, κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας, εἴτε ὑπὸτῶν ἀναξίων τοῦ ἐπαγγέλµατος· οἳ πράγµατι καλῷ κακὸν περι τεθείκασιν ὄνοµα, τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν, συν εργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κα κίαν πρὸς τὸχεῖρον οὖσαν ἑτοιµοτέραν· ἵν' ἕν γέ τι πάντως αὐτοῖς ἁµαρτάνηται, ἢ τὸ κακὸν ἐνερ γούµενον, ἢ τὸ καλὸν ἀπιστούµενον.
1.Η
Πρὸς δὲ τούτοις πρᾶγµα ἔπαθον, ἐκλαλήσω γὰρ πρὸς ὑµᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ' εἴτε ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ' οὖν· ᾐσχύνθην ὑπὲρ τῶν ἄλλων, ὅσοι, µηδὲν τῶν πολλῶν ὄντες βελ τίους, µέγα µὲν οὖν, εἰ καὶ µὴ πολλῷ χείρους, ἀνίπτοις χερσὶν, ὃ δὴ λέγεται, καὶἀµυήτοις ψυχαῖς τοῖς ἁγιωτάτοις ἑαυτοὺς ἐπεισάγουσι· καὶ πρὶν ἄξιοι γενέσθαι προσιέναι τοῖς ἱεροῖς, µεταποι οῦνται τοῦ βήµατος, θλίβονταί τε καὶ ὠθοῦνται περὶ τὴν ἁγίαν τράπεζαν, ὥσπερ οὐκ ἀρετῆςτύπον, ἀλλ' ἀφορµὴν βίου τὴν τάξιν ταύτην εἶναι νοµίζον τες, οὐδὲ λειτουργίαν ὑπεύθυνον, ἀλλ' ἀρχὴν ἀνεξ έταστον. Καὶ εἰσὶ σχεδόν τι πλείους κατ' ἀριθµὸν ἢ ὁπόσων ἄρχουσι· δείλαιοι τῆς εὐσεβείας, καὶ ἄθλιοι τῆς λαµπρότητος· ὥστε ἔµοιγε δοκοῦσι, προϊόν τος τοῦ χρόνου καὶ τοῦ κακοῦ, µηδὲ ἔχειν λοιπὸν ὧν ἄρξουσι, πάντων διδασκόντων ἀντὶ τοῦ διδακτοὺς εἶ ναι Θεοῦ, ὥς φησιν ἡ ἐπαγγελία, καὶ πάντων προφητευόντων, ὥστε εἶναι καὶ Σαοὺλ ἐν προφήταις, κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ παροιµίαν. Οὐδὲν γὰρ οὕτω πολὺ κατ' οὐδένα καιρὸν οὔτ' ἐστὶν, οὔτ' ἐγέ νετο, ἄλλοτε ἄλλων ἀκµασάντων τε καὶ ληξάντων, ὡς νῦν Χριστιανοῖς τὰ τοιαῦτα καὶ ὀνείδηκαὶ ἁµαρτή µατα. Ὧν εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ' ἡµᾶς, ἀλλὰ τό γε µισεῖν καὶ αἰσχύνεσθαι µέρος εὐσε βείας οὐ τὸ σµικρότατον.
1.Θ
Ὃ δὲ τελευταῖον καὶ µεῖζον τῶν εἰρηµένων, εἶµι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου, καὶ οὐ ψεύσοµαι· οὐδὲ γὰρ θέµις τοῖς περὶ τηλικού των ποιουµένοις τὸν λόγον· οὐκ ᾤµην ἴσον εἶναι, οὐδὲ νῦν οἴοµαι, ποίµνης ἄρχειν ἢ βουκολίου, καὶ ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς. Ἐκεῖ µὲν γὰρ ἐξαρ κεῖν, ὅτι παχύτατον καὶ πιότατον ἀποδεῖξαι τὸ βουκόλιον ἢ τὸ ποίµνιον· καὶ πρὸς τοῦτο ὁρῶν ὅ τε βουκόλος καὶ ὁ ποιµὴν τῶν τε χωρίων ἐπισκέψεται τὰ ἔνυδρα καὶ ἐπίνοµα, εἰσελάσει τε καὶ ἐξελάσει ἀπό τε νοµῶν καὶ ἐπὶνοµὰς, ἀναπαύ σει τε καὶ ἀποκινήσει καὶ ἀνακαλέσει, ὀλίγα µὲν τῇ βακτηρίᾳ, τὰ πολλὰ δὲ τῇ σύριγγι. Ἄλλο δὲ οὐδὲν ἔργον εἶναι τῷ ποιµένι ἢ τῷ βουκόλῳ πλὴν ὅσον βραχέα προσπολεµῆσαι τοῖς λύκοις, καὶ ποῦ τι καὶ ἀῤῥωστοῦν ἐπισκέψασθαι· τὰ πολλὰ δὲ αὐτῷ µελήσει δρῦς, καὶ σκιὰ, καὶ δόνακες, καὶ ἐν καλῷ τῆς πόας κατακλιθῆναι, καὶ παρὰ ψυχρὸν ὕδωρ, καὶ ὑπὸ ταῖς αὔραιςσχεδιάσαι στιβάδα, καὶ ποῦ τι καὶ ἐρωτικὸν ᾆσαι µετὰ τοῦ κισσυβίου, καὶ προσλα λῆσαι ταῖς βουσὶν ἢ τῇ ποίµνῃ· καὶ τούτων αὐτῶν θοινήσασθαι ἢ ἀποδόσθαι τὸ πιότατον. Ἀρετῆς δὲ οὐδείς πω ποιµνίων ἢ βουκολίων ἐφρόντισε. Τίς γὰρ καὶ ἀρετὴ τούτων; ἢ τίς τὸ ἐκείνοις καλὸν πρὸ τῆς ἰδίας ἡδονῆς ἐσκέψατο;
1.Ι
Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχε σθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ µάλιστα δὴ ἀρχὴν ταύ τηντὴν ἡµετέραν, τὴν ἐν νόµῳ θείῳ, καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωµα, τοσοῦ τος καὶ ὁ κίνδυνος τῷ γε νοῦν ἔχοντι. Ὅν γε πρῶ τον µὲν δεήσει, καθάπερ ἄργυρον ἢ χρυσὸν, παντα χόθεν στρεφόµενον, καὶ ἐν παντοίοις καιροῖς καὶ πράγµασι, µηδαµοῦ κίβδηλον ἠχεῖνἢ ὑπόχαλκον, µηδέ τι φέρειν ἐν ἑαυτῷ ὕλης τῆς χείρονος, καὶ θερ µοτέρου πυρὸς ἀξίας· ἢ τοσούτῳ µεῖζον ἔσται κα κὸν, ὅσῳ περ ἂν ἄρχῃ πλειόνων· εἴπερ καὶ µεί ζων τῆς περὶ ἕνα ἱσταµένης πονηρίας ἡ εἰς πολλοὺς ὁδεύουσα.
1.ΙΑ
Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς µετα λαµβάνει ῥᾳδίως ὕφασµα, οὔτε δυσωδίας ἢ τοῦ ἐναν τίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτωςεὐκόλως ἀναχεῖται εἰς τὸν ἀέρα, καὶ διὰ τοῦ ἀέρος ὁµιλεῖ τοῖς ζώοις ἀτµὶς, ὃ δὴ λοιµός ἐστί τε καὶ ὀνοµά ζεται, ὡς φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτοςκακίας ἀναπίµπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε ῥᾷον ἢ τοῦ ἐναντίου, τῆς ἀρετῆς. Τοῦτο γάρ ἐστιν ὃ µάλιστα πλεονεκτεῖ τὴν καλοκαγαθίαν ἡ πονη ρία, καὶ ὃ µάλιστα ἐγὼ δυσχεραίνω κατανοῶν, ὅτι εὐζήλωτον µέν τι καὶ πρόχειρονπρᾶγµα ἡ µο χθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς τὸ γενέσθαι κα κὸν, κἂν εἰ µὴ τύχοι πρὸς ταύτην ἡµᾶς ἄγων µηδείς· σπάνιον δὲ ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες, κἂν εἰ πολὺ τὸ µεθέλκον εἴη καὶ προκα λούµενον. Καὶ τοῦτό ἐστιν ὅ µοι δοκεῖ καὶ ὁ µακα ριώτατος Ἀγγαῖος κατανοήσας ἐπὶ τὴν θαυµασίαν ἑκείνην ἐλθεῖν καὶ ἀληθεστάτην εἰκόνα· Ἐρωτήσα τε, ἱερεῖς, νόµον, λέγων· Εἰ κρέας ἅγιον ἐν ἱµατίῳ βρωτοῦ τινος, ἢ ποτοῦ, ἢ σκεύους ἀψάµε νον εὐθὺς ἁγιάσει τὸ πλησιάσαν· τῶν δὲ ἀποφη σάντων· Ἐρωτήσατε πάλιν εἰ καὶ ἀκαθαρσίᾳ τού των τι προσοµιλῆσαν, µὴ παραχρῆµα µετέλαβε τοῦ µιάσµατος; ὡς ἐρούντων γε µεταλαµβάνειν, καὶ µὴ καθαρὸν µένειν τῇ κοινωνίᾳ.
1.ΙΒ
Τί τοῦτο λέγων· ὅπερ ὁ ἐµὸς λόγος· ὅτι δύσληπτον µὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσ περ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἕτοιµοι δὲ πρὸς τὴν τοῦ κακοῦ µετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, κα λάµη τις πρὸς σπινθῆρα, οἶµαι, καὶ ἄνεµον ῥᾳδίως ἐξαπτοµένη καὶ δαπανωµένηδιὰ ξηρότητα· θᾶττον γὰρ ἄν τις ὀλίγης κακίας µεταλάβοι πλου σίως ἢ ἀρετῆς βαθείας κατὰ µικρόν. Ἐπεὶ καὶ µέ λιτι µὲν µικρὸν ἀψίνθιον ὡς τάχιστα µεταδίδωσι τοῦ πικροῦ· µέλι δὲ οὐδὲ τὸ διπλάσιον ἀψινθίῳ τῆς ἑαυτοῦ γλυκύτητος· καὶ µικρὰ µὲν ὑποσπασθεῖσα ψηφὶς ποταµὸν ὅλον ἑλκύσειεν ἂν ἐπὶ τὸ πρανές· ἐπισχεῖν δὲ ἢ ἀνακόψαι µόλις ἂν δυνηθείη καὶ τὸ καρτερώτατον ἔρυµα.
1.ΙΓ
Πρῶτον µὲν δὴ τοῦτο, ὧν εἴποµεν, εὐλαβεῖσθαι ἄξιον, µὴ φαινώµεθα τῆς θαυµασίας ἀρετῆς κακοὶ ζωγράφοι, µᾶλλον δὲ ζωγράφων οὐ φαύλων ἴσως, τῶνδὲ πολλῶν φαῦλον ἀρχέτυπον· ἢ τῆς παροιµίας µὴ πόῤῥω θέωµεν, ἄλλους ἰατρεύ ειν ἐπιχειροῦντες αὐτοὶ βρύοντες ἕλκεσι.
1.Ι∆
∆ εύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ πάσης ἁµαρτίας τηρήσειεν, ἢ ὡς µάλιστα, οὐκ οἶδα µὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ µέλλοντι τοὺς ἄλλουςπαιδεύειν πρὸς ἀρετήν· οὐ γὰρ µὴ κα κὸν εἶναι δεῖ µόνον τὸν τοῦτο πεπιστευµένον, τοῦτο µὲν γὰρ καὶ τῶν ὑπὸ χεῖρα τοῖς πολλοῖς αἴσχιστον, ἀλλὰ καὶ τῷ ἀγαθῷ διαφέροντα, κατὰ τὴν, ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθὸν, κελεύουσαν ἐντολήν· οὐδὲ τοὺς φαύλους ἐξαλεῖψαι τῆς ψυχῆς τύπους µό νον, ἀλλὰ καὶ τοὺς ἀµείνους ἐγγράψασθαι, ὡς πλέον κατ' ἀρετὴν προέχειν, ἢ ὁπόσον περίεστιν ἀξιώµατι· καὶ µηδὲν µέτρον εἰδέναι τοῦ καλοῦ καὶ τῆς ἀναβά σεως, µηδὲ κέρδος µᾶλλον τὸ κρατηθὲν ἢ ζηµίαν τὸ διαφεῦγον· ἀλλ' ἐπίβασιν ἀεὶ ποιεῖσθαι τὸ ποσὶ τοῦ ἑξῆς· καὶ µὴ µέγα νοµίζειν ἂν τῶν πολλῶν δια φέρωµεν, ἀλλὰ ζηµίαν ἂν τῆς ἀξίας λειπώµεθα· καὶ τῇ ἐντολῇ παραµετρεῖν, ἀλλὰ µὴ τοῖς πέλας, τὸ κατορθούµενον, ἄν τε ὦσι κακοὶ, ἄν τε ἀρετῆς ἐπὶ ποσὸν ἥκοντες· καὶ µὴ µικροῖς σταθµοῖς ταλαν τεύειν τὴν ἀρετὴν, τῷ µεγίστῳ, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα χρεωστουµένην.
1.ΙΕ
Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρµόζειν οἴεσθαι, ὥσπερ οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χα ρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότη τες, οὐδὲκάλλη τε καὶ µεγέθη λαµπτήρων· ἀλλ' ἡγεῖσθαι ἰδιώτου µὲν εἶναι κακίαν τὸ φαῦλα πράσ σειν, καὶ ὅσα κολάσεως ἄξια, ὧν καὶ ὁ νόµος βαρὺς δεσπότης· ἄρχοντος δὲ ἢ προεστῶτος τὸ µὴ ὡς ἄριστον εἶναι, καὶ ἀεὶ τῷ καλῷ προβαίνοντα, εἴπερ µέλλοι τῷ περιόντι τῆς ἀρετῆς ἕλξειν τοὺς πολλοὺς εἰς τὸ µέτριον, καὶ µὴ βίᾳ κατάρξειν, ἀλλὰ πειθοῖ προσάξεσθαι. Τὸ µὲν γὰρ ἀκούσιον, πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ µόνιµον· φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ τὸν βίᾳ χερσὶ µετασπώµενον, εἰς ἑαυτὸ πάλιν ἀφε θὲν ἀνατρέχειν· τὸ δ' ἐκ προαιρέσεως ἐννοµώτατόν τε ἅµα καὶ ἀσφαλέστατον, εὐνοίας δεσµῷ τηρούµενον. Ὅθεν δὴ καὶ µάλιστα ποιµαίνειν τὸ ποίµνιον ἑκου σίως, ἀλλὰ µὴ ἀναγκαστῶς, ὁ ἡµέτερος διακελεύε ται νόµος καὶ νοµοθέτης.
1.Ις
Ἀλλ' ἔστω τις µήτε κακὸς, καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον· οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήµην, ἢ ποίᾳ δυνάµει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν προστασίαν· τῷ ὄντι γὰρ αὕτη µοι φαίνεται τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήµη ἐπιστηµῶν, ἄνθρω πον ἄγειν, τὸ πολυτροπώτατον ζῶον καὶ ποικι λώτατον. Γνοίη δ' ἄν τις τῇ τῶν σωµάτων θεραπείᾳ, τὴν τῶν ψυχῶν ἰατρείαν ἀντεξετάσας· καὶ ὅσῳ µὲν ἐργώδης ἐκείνη καταµαθὼν, ὅσῳ δὲ ἡ καθ' ἡµᾶς ἐργωδεστέρα προσεξετάσας, καὶ τῇ φύσει τῆς ὕλης, καὶ τῇ δυνάµει τῆς ἐπιστήµης, καὶ τῷτέλει τῆς ἐν εργείας τιµιωτέρα. Ἡ µὲν γὰρ περὶ σώµατα πονεῖται, καὶ τὴν ἐπίκηρον ὕλην καὶ κάτω ῥέουσαν, πάντως λυθησοµένην καὶ πεισοµένην τὸ ἑαυτῆς, κἂν νῦν τῇ συµµαχίᾳτῆς τέχνης κατακρατήσῃ τῆς ἐν αὐτῇ στάσεως· ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν, εἴξασαν τῇ φύσει, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερ βαίνουσαν.
1.ΙΖ
Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας µετέχουσαν, καὶ πρὸς ἐκείνην ἐπειγοµένην, εἰ καὶ τῷ χείρονι συνεδέθη· τάχα µὲν καὶ δι' ἄλλας αἰτίας, ἃς µόνος οἶδεν ὁ συνδήσας Θεὸς, καὶ εἴ τις ἐκ Θεοῦ τὰ τοι αῦτα ἐσοφίσθη µυστήρια· ὅσον δ' οὖν ἐµὲ γινώσκειν καὶ τοὺς κατ' ἐµὲ, δυοῖν ἕνεκεν· ἑνὸς µὲν, ἵνα δι' ἀγῶνος καὶ πάλης, τῆς πρὸς τὰ κάτω, τῆς ἄνω δό ξης κληρονοµήσειεν, ὥσπερ χρυσὸς πυρὶ, τοῖς τῇδε βασανισθεῖσα, καὶ ἀρετῆς ἆθλον, ἀλλὰ µὴ Θεοῦ δῶρον µόνον ἔχῃ τὰ ἐλπιζόµενα· καὶ τοῦτο δὲ ἦν ἄρα τῆς ἄκρας ἀγαθότητος, ποιῆσαι τὸ ἀγαθὸν καὶ ἡµέτερον, οὐ φύσει µόνον κατασπειρόµενον, ἀλλὰ καὶ προαιρέσειγεωργούµενον, καὶ τοῖς ἐπ' ἄµφω τοῦ αὐτεξουσίου κινήµασιν· ἑτέρου δὲ ὡς ἂν καὶ τὸ χεῖρον ἑλκύσειε πρὸς ἑαυτὴν καὶ ἄνω θείη, λύσασα κατὰ µικρὸν τῆς παχύτητος· ἵν', ὅπερ ἐστὶ Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώµατι γένηται παιδαγωγή σασα δι' ἑαυτῆς τὴν ὑπηρέτιν ὕλην, καὶ οἰκειώ σασα Θεῷ τὸ ὁµόδουλον.
1.ΙΗ
Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας, καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται· φαρµακεύσει τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν µὴ ἀντιβῆναι τῇ τέχνῃ τὰς τῆς ἀῤῥωστίας ἐπιθυµίας· καί που καὶ καύσεσι, καὶ τοµαῖς, καὶ τοῖς αὐστηροτέροις τῆς θεραπείας, ἔστιν ὅτε καὶ ἐφ' ὧν χρήσεται· ὧν οὔπω τοσοῦτον οὐδὲν, κἂν ἐπίπονα σφόδρα καὶ χαλεπὰ φαίνηται, ὅσον ἤθη, καὶ πάθη, καὶ βίους, καὶ προαιρέσεις, καὶ εἴ τι ἄλλο τοιοῦτο τῶν ἐνἡµῖν, κατοπτεῦσαί τε καὶ ἰατρεῦσαι, καὶ πᾶν ὅσον θηριῶδες καὶ ἄγριον ἐξορίσαντας τῆς συζυγίας τῆς ἡµετέρας, πᾶν ὅσον ἥµερον καὶ Θεῷ φίλον ἀντεισ αγαγεῖν τεκαὶ βεβαιώσασθαι, καὶ βραβεῦσαι δι καίως ψυχῇ τε καὶ σώµατι· µὴ τῷ χείρονι τὸ κρεῖτ τον δυναστεύεσθαι συγχωρήσαντας, ἥπερ ἀδικιῶν ἡ µεγίστη· τῷ δὲ ἄρχοντι καὶ ἡγεµονικῷ τὸ τῇ φύσει δεύτερον ὑποτάξαντας· ὥσπερ δὴ νόµος θεῖος, καὶ κάλλιστα ἔχων ἐπὶ πάσης αὐτοῦ τῆς κτίσεως, ὅση τε ὁρατὴ, καὶ ὅση ὑπὲρ τὴν αἴσθησιν.
1.ΙΘ
Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων µὲν ἕκαστον ὧν ἀπηριθµησάµην ὡς τῷ θεραπευτῇ τηρου µένων ὅπως ἔχει φύσεως, οὕτω µένει καὶ οὐδὲν ἀντιτεχνᾶταιπαρ' ἑαυτοῦ πανούργως, οὐδ' ἀντισοφίζεται τοῖς παρὰ τῆς τέχνης προσαγοµέ νοις· ἀλλὰ καὶ περιΐστησι µᾶλλον τὴν ὕλην ἡ ἰατρεία· πλὴν εἴ που βραχεῖά τις παρεµπέσοι τοῦ κάµ νοντος ἀταξία, ἣν καὶ φυλάξαι καὶ ἀνακόψαι οὐ χαλε πόν. Ἡµῖν δὲ ἡ σύνεσις καὶ τὸ φίλαυτον, καὶ τὸ νικᾶσθαι ῥᾳδίως µήτ' εἰδέναι, µήτ' ἀνέχεσθαι, µέ γιστον πρὸς ἀρετήν ἐστιν ἐµπόδιον, καὶ οἷόν τις παρά[ 35. 429] ταξις κατὰ τῶν συµµαχούντων γίνεται· καὶ ὅσην εἰσφέ ρειν ἔδει σπουδὴν γυµνοῦν τὴν νόσον τοῖς θεραπεύου σι, τοσαύτην ὥστε τὴν ἰατρείαν φεύγειν εἰσφερό µεθα, καί ἐσµεν ἀνδρεῖοι καθ' ἑαυτῶν, καὶ κατὰ τῆς ὑγείας ἡµῶν ἐπιστήµονες.
1.Κ
Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁµαρτίαν ἐκλέψαµεν, ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν µέγανλήσοντες ὀφθαλµὸν τοῦ Θεοῦ καὶ τῆς δίκης, ἂν τοὺς ἀνθρώπους λάθωµεν· ἢ προφασιζόµεθα προφά σεις ἐν ἁµαρτίαις, λόγους συνηγόρους τοῖς πά θεσιν ἀνευρίσκοντες· ἢ τὰς ἀκοὰς ἀποφράξαντες ἀσπί δος κωφῆς καὶ τὰ ὦτα βυούσης τρόπον, µὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων φιλονεικοῦµεν, µηδὲ φαρµακευθῆ ναισοφίας φαρµάκοις, οἷς ἀῤῥωστία ψυχῆς θε ραπεύεται· ἢ τὸ τελευταῖον, οἵ γε τολµηρότεροι ἡµῶν καὶ γενναιότεροι, καὶ φανερῶς ἀναισχυν τοῦµεν πρός τε τὴν ἁµαρτίαν καὶ τοὺς ταύτης θεραπευτὰς, γυµνῇτῇ κεφαλῇ, τὸ δὴ λεγόµενον, χω ροῦντες πρὸς πᾶσαν παρανοµίαν· ὢ τῆς παραπλη ξίας, ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνο µα! καὶ οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀµυνόµεθα, µισοῦντεςἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόµενοι· καὶ οἰόµεθα µᾶλλον πολεµήσειν τοὺς ἡµῖν εὔνους, ἂν ὅτι µάλιστα ἡµᾶς αὐτοὺς κακῶς δράσωµεν, ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόµενοι τὰς τῶνπέλας δαπανᾷν νο µίζοντες.
1.ΚΑ
Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ' ἡµᾶς ἰατρικὴν τῆς περὶ τὰ σώµατα ἐργωδεστέραν τίθεµαι µα κρῷ, καὶ διὰ τοῦτο τιµιωτέραν· καὶ ὅτι ἐκείνῃ µὲν, ὀλίγα τῶν ἐν τῷ βάθει κατοπτευούσῃ, περὶ τὸ φαινό µενον ἡ πλείων τῆς πραγµατείας· ἡµῖν δὲ περὶ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον ἡ πᾶσα θερα πεία τε καὶ σπουδὴ, καὶ πρὸς τὸν ἔνδοθεν ἡµῖν ἀντιπολεµοῦντα καὶ ἀντιπαλαίοντα ἡ µάχη, ὃς ἡµῖν αὐτοῖς ὅπλοις καθ' ἡµῶν χρώµενος, τὸ δεινότατον, τῷ τῆς ἁµαρτίας θανάτῳ δίδωσι. Πρὸς οὖν ταῦτα πολλῆς µὲν καὶ παντελοῦς τῆς πίστεως, µείζο νος δὲ τῆς παρὰ Θεοῦ συνεργίας, οὐκ ὀλίγης δὲ τῆς ἡµετέρας ἀντιτεχνήσεως( ὥς γεἐµαυτὸν πεί θω), χρεία, τῆς καὶ λόγῳ καὶ ἔργῳ θεωρουµένης, εἰ δεῖ καλῶς ἡµῖν θεραπεύεσθαι καὶ ἀπο καθαίρεσθαι, καὶ ὡς πλείστου ἀξίας εἶναι, τὸ τιµιώτατον ὧν ἔχοµεν, τὰς ψυχάς.
1.ΚΒ
Τά γε µὴν ἀµφοτέρων τῶν θεραπειῶν τέλη, τοῦτο γὰρ ἡµῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ µὲν ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢἀπελθοῦσαν ἀνακαλέσασθαι, ὧν οὔπω δῆλον, εἴ τι συνοίσει τοῖς κεκτηµένοις· ἐπεὶ καὶ τὰ ἐναντία πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι τε καὶ πλοῦτοι, δόξαι τε καὶ ἀδοξίαι, ταπεινότητες καὶ λαµπρότητες, καὶ ὅσα ἐνµέσῳ κείµενα κατὰ τὴν φύ σιν, καὶ οὐδὲν µᾶλλον τῇδε ἢ τῇδε νεύοντα, τῇ χρή σει καὶ τῇ προαιρέσει τῶν κεκτηµένων τὸ βέλτιον ἢ τὸ χεῖρον λαµβάνει· τῇ δὲ τὸ προκείµενον πτερῶσαι ψυχὴν, ἁρπάσαι κόσµου, καὶ δοῦναι Θεῷ, καὶ τὸ κατ' εἰκόνα ἢ µένον τηρῆσαι, ἢ κινδυνεῦον χειραγωγῆσαι, ἢδιαῤῥυὲν ἀνασώσασθαι, εἰσοικί σαι τε τὸν Χριστὸν ἐν ταῖς καρδίαις διὰ τοῦ Πνεύµατος· καὶ τὸ κεφάλαιον, Θεὸν ποιῆσαι, καὶ τῆς ἄνω µακαριότητος, τὸν τῆς ἄνω συντάξεως.
1.ΚΓ
Τοῦτο ἡµῖν ὁ παιδαγωγὸς βούλεται νόµος· τοῦ το οἱ µέσοι Χριστοῦ καὶ νόµου προφῆται· τοῦτο ὁ τοῦ πνευµατικοῦ νόµου τελειωτὴς καὶ τὸ τέλος Χρι στός· τοῦτο ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ µίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀµφοῖν, καὶ δι' ἐνὸς ἀµφότερα.∆ ιὰ τοῦτο Θεὸς σαρκὶ διὰ µέσης ψυχῆς ἀνεκρά θη, καὶ συνεδέθη τὰ διεστῶτα τῇ πρὸς ἄµφω τοῦ µεσιτεύοντος οἰκειότητι· καὶ πάντα ὑπὲρ πάντων ἦλθεν εἰς ἓν, καὶ ὑπὲρ ἑνὸς τοῦ προπάτορος· ἡ ψυχὴ διὰ τὴν παρακούσασαν, ἡ σὰρξ διὰ τὴν ὑπουργήσασαν καὶ συγκατακριθεῖσαν· ἡ µὲν ψυχὴν, ἡ δὲ σάρκα· ὁ Χριστὸς διὰ τὸν Ἀδὰµ τὸν γενόµενον ὑπὸ τὴν ἁµαρτίαν, ὁ κρείττων ἁµαρτίας καὶ ὑψηλότερος.
1.Κ∆
∆ ιὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον· καὶ διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν ἡµετέρων ἕκαστον τοῦ ὑπὲρ ἡµᾶς ἀντεδόθη· καὶ γέγονε καινὸν µυστήριον ἡ περὶ τὸν πεσόντα δι' ἀπεί θειαν ἐκ φιλανθρωπίας οἰκονοµία.∆ ιὰ τοῦτο γέννη σις καὶ Παρθένος· διὰ τοῦτο φάτνη καὶ Βηθλεέµ· ἡ γέννησις ὑπὲρ τῆς πλάσεως· ἡ Παρθένος ὑπὲρ τῆς γυ ναικός· ἡ Βηθλεὲµ διὰ τὴν Ἐδέµ· ἡ φάτνη διὰ τὸν παράδεισον· τὰ µικρὰ καὶ φαινόµενα ὑπὲρ τῶν µεγά λων καὶ κρυπτοµένων.∆ ιὰ τοῦτο ἄγγελοι δοξά ζοντες τὸν οὐράνιον, εἶτα ἐπίγειον· καὶ ποιµένες δό ξαν ὁρῶντες ἐπὶ τῷ ἀµνῷ καὶ ποιµένι· καὶ ἀστὴρ ἠγούµενος, καὶ µάγοι προσπίπτοντες καὶ δωροφοροῦν τες, ἵν' εἰδωλολατρεία καταλυθῇ.∆ ιὰ τοῦτο Ἰησοῦς βαπτιζόµενος, καὶ ἄνωθεν µαρτυρούµενος, καὶ νηστεύων, καὶ πειραζόµενος, καὶ νικῶν τὸν νικήσαν τα.∆ ιὰ τοῦτο δαίµονες ἐλαυνόµενοι, καὶ νόσοι θε ραπευόµεναι, καὶ τὸ µέγα κήρυγµα µικροῖς ἐγχειρι ζόµενον καὶ κατορθούµενον.
1.ΚΕ
∆ ιὰ τοῦτο ἔθνη φρυασσόµενα, καὶ λαοὶ µελε τῶντες κενά· διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου, καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης αἱ γενναίως ταθεῖσαι· τῆς ἀνειµένης αἱ τοῖς ἥλοις δεθεῖσαι· τῆς ἐκβαλούσης Ἀδὰµ αἱ τὰ πέρατα οἰκειούµεναι.∆ ιὰ τοῦτο ὕψος κατὰ τοῦ πτώµα τος· καὶ χολὴ κατὰ τῆς γεύσεως, καὶ στέφανος ἀκάνθινος κατὰ τοῦ πονηροῦ κράτους, καὶ θάνα τος κατὰ τοῦ θανάτου, καὶ σκότος ὑπὲρ τοῦ φωτὸς, καὶταφὴ κατὰ τῆς εἰς γῆν ἀποστροφῆς, καὶ ἀνάστασις ὑπὲρ τῆς ἀναστάσεως. Ταῦτα πάντα παιδαγωγία τις ἦν περὶ ἡµᾶς τοῦ Θεοῦ, καὶ τῆς ἀσθενείας ἰατρεία τῆς ἡµετέρας, τὸν παλαιὸν Ἀδὰµ ὅθεν ἐξέπεσεν ἐπ ανάγουσα, καὶ τῷξύλῳ τῆς ζωῆς προσάγουσα, οὗ τὸ ξύλον ἡµᾶς τῆς γνώσεως, οὐ κατὰ καιρὸν, οὐδ' ἐπι τηδείως µεταληφθὲν, ἠλλοτρίωσε.
1.Κὰς
Ταύτης ἡµεῖς τῆς θεραπείας ὑπηρέται καὶ συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόµεθα· οἷς µέγα µὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήµατα καὶ γινώσκειν καὶ θεραπεύειν· µᾶλλον δὲ οὔπω µέγα, πλὴν τοῦτο λέγειν ἡµᾶς ἡ τῶν πολλῶν κακία πεποίηκε, τῶν ἐπὶ ταύτης ὄντων τῆς τάξεως· πολλῷ δὲ µεῖζον τὸ τὰ τῶν ἄλλων ἰᾶσθαι δύνασθαι καὶ ἀνακαθαίρειν ἐπιστηµό νως, καὶ ὡς ἂν ἀµφοτέροις λυσιτελοίη, τοῖς τε τῆς θεραπείας χρῄζουσικαὶ τοῖς ἰατρεύειν πεπιστευ µένοις.
1.ΚΖ
Εἶτα οἱ µὲν τῶν σωµάτων θεραπευταὶ πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσµεν, ἕξουσι· καὶ τὸ ἐπ' ἀλλοτρίαις συµφοραῖς ἰδίας καρ ποῦσθαι λύπας, ὡς ἔφη τις τῶν παρ' ἐκείνοις σοφῶν· καὶ τὰ µὲν αὐτοὶ µοχθοῦντες καὶ ἀνευ ρίσκοντες, τὰ δὲ παρ' ἄλλων ἐρανιζόµενοι καὶ συν εισφέροντες προσοίσουσι τοῖς δεοµένοις· καὶ οὐ δὲν οὕτω µικρὸν αὐτοῖς ἢ εὑρεθὲν ἢ διαφυγὸν, οὐδὲ τῶν ἐλαχίστων, ὡς µὴ µέγα πρὸς τὴν τῆς ὑγιείας ῥοπὴν, ἢ τοῦ κινδύνου τοὐναντίον ὑποληφθῆναι· καὶ ταῦτα ὑπὲρ τίνος; ἵν' ἄνθρωπος ζήσῃ πλείους τὰς ἐπὶ γῆν ἡµέρας, καὶ οὗτος οὐδὲ τῶν ἐπιει κῶν ἴσως, ἀλλὰ καὶ τῶν µοχθηροτάτων, ᾧ τὸ πάλαι τεθνάναι ἴσως ἄµεινον ἦν, ὄντι κακῷ, ἵνα τοῦ µεγί στου τῶν ἀῤῥωστηµάτων, τῆς κακίας, ἀπαλλαγῇ· εἰ δὲ καὶ τῶν καλῶν θείηµεν, ἐπὶ πόσον βιωσο µένῳ; τὸν ἅπαντα χρόνον; ἢ τί τῆς ἐνταῦθα κερδα νοῦντι ζωῆς, ἧς τὸ λυθῆναι ζητεῖν, τῶν καλῶντὸ πρῶτον καὶ ἀσφαλέστατον, καὶ ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος;
1.ΚΗ
Ἡµῖν δὲ, οἷς τὸ κινδυνευόµενόν ἐστι σωτηρία ψυχῆς, τῆς µακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησοµένης, ἢ ἐπαινεθησοµένης, διὰ κακίαν ἢἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, ἢ ὅσης δεῖν τῆς ἐπιστήµης ἰατρεῦσαι καλῶς, ἢ ἰατρευθῆναι, καὶ τὴν ζωὴν µεταθέσθαι, καὶ δοῦναι τὸν χοῦν τῷ πνεύµατι; Οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτε ὁρµῶν, οὔτε τὸ θῆλυ τῷ ἄῤῥενι, οὔτε γήρᾳ νεότης, οὔτε πενίᾳ πλοῦτος, οὔτε εὐθυµῶν ἀθυµοῦντι, οὔτε ὁ κάµνωντῷ ὑγιαίνοντι, ἄρχοντές τε καὶ ἀρχό µενοι, σοφοί τε καὶ ἀµαθεῖς, δειλοί τε καὶ θρασεῖς, ὀργίλοι καὶ πρᾶοι, κατορθοῦντες καὶ πίπτον τες.
1.ΚΘ
Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ µέσον τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάµους, κἂν τούτοις πάλιν τῶν τῆς ἐρηµίας πρὸς τοὺς κοινωνικοὺς καὶ µιγάδας· τῶν ἐξητασµένων καὶ διαβεβηκό των ἐν θεωρίᾳ πρὸς τοὺς ἁπλῶς κατευθύνοντας, ἀστικῶν τε αὖ καὶ τῶν ἐκ τῆς ἀγροικίας, ἀκεραιοτέ ρων τεκαὶ πανουργοτέρων, τῶν ἐν πράγµασι πρὸς τοὺς ἡσυχάζοντας, τῶν µεταβολῇ πληγέντων πρὸς τοὺς εὐδροµοῦντας καὶ ἀµαθεῖς τοῦ χείρονος· τούτων γὰρ ἕκαστοι πλεῖον ἀλλήλων ἔστιν ὅτε ταῖς ἐπιθυµίαις καὶ ταῖς ὁρµαῖς ἢ κατὰ τὰς τῶν σωµάτων ἰδέας διαφέροντες· εἰ δὲ βούλει, τὰς τῶν στοιχείων µίξεις καὶ κράσεις, ἐξ ὧν συνεστήκαµεν, οὐ ῥᾴστην ἔχουσι τὴν οἰκονοµίαν.
1.Λ
Ἀλλ' ὥσπερ τοῖς σώµασιν οὐ τὴν αὐτὴν φαρ µακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλ λην, ἢ εὐεκτοῦντες ἢ κάµνοντες, οὕτω καὶ τὰς ψυχὰςδιαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπεύονται. Μάρ τυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη· τοὺς µὲν ἄγει λόγος, οἱ δὲ ῥυθµίζονται παραδείγµατι· οἱ µὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ µὲν γάρ εἰσι νωθεῖς, καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον· οἱ δὲ θερµότεροι τοῦ µε τρίου τῷ πνεύµατι, καὶ δυσκάθεκτοι ταῖς ὁρµαῖς, καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ἂνποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος.
1.ΛΑ
Τοὺς µὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀµφό τερα µετὰ τοῦ καιροῦ· ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς µὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίµησις· καὶ αὕτη, τοὺς µὲν ἐν τῷ κοινῷ διελεγχοµένους, τοὺς δὲ κρύβδην νου θετουµένους. Φιλοῦσι γὰρ οἱ µὲν καταφρονεῖν τῶν ἰδίᾳ νουθετηµάτων, πλήθους καταγνώσει σωφρο νιζόµενοι· οἱ δὲ πρὸς τὴν ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιµήσεως µυστηρίῳ παιδα γωγούµενοι, καὶ ἀντιδιδόντες τῆς συµπαθείας τὴν εὐπείθειαν.
1.ΛΒ
Τῶν µὲν πάντα τηρεῖν ἐπιµελῶς ἀναγκαῖον µέχρι καὶ τῶν µικροτάτων, ὅσους τὸ οἴεσθαι λανθά νειν( ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους ἐφύσησε· τῶν δ' ἔστιν ἃ καὶ παρορᾷν ἄµεινον, ὥστε ὁρῶντας µὴ ὁρᾷν, καὶ ἀκούοντας µὴ ἀκούειν, κατὰ τὴν παροιµίαν, ἵνα µὴ πρὸς ἀπόνοιαν αὐ τοὺς ἐρεθίζωµεν, τῷ φιλοπόνῳ τῶν ἐλέγχων κατα βαπτίζοντες, καὶ τέλος πρὸς πάντα ποιήσωµεν τολµηροὺς, τὸ τῆς πειθοῦς φάρµακον τὴν αἰδῶ διαλύ σαντες. Καὶ µέντοι καὶ ὀργιστέον τισὶν, οὐκ ὀργιζο µένους· καὶ ὑπεροπτέον, οὐχ ὑπερορῶντας· καὶ ἀπογνωστέον, οὐκ ἀπογινώσκοντας, ὅσων τοῦτο ἡ φύσις ἐπιζητεῖ. Καὶ ἄλλους ἐπιεικείᾳ θερα πευτέον καὶ ταπεινότητι, καὶ τῷ συµπροθυµεῖσθαι δὴ περὶ τὰς χρηστοτέρας ἐλπίδας. Καὶ τοὺς µὲν νι κᾷν, τῶν δὲ ἡττᾶσθαι πολλάκις λυσιτελέστερον· καὶ τῶν µὲν εὐπορίαν καὶ δυναστείαν, τῶν δὲ πενίαν ἢ δυσπραγίαν, ἢ ἐπαινεῖν ἢ ἀπεύχεσθαι.
1.ΛΓ
Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς κακίας, τὴν µὲν καλλίστην εἶναι καὶ ὠφελιµωτάτην ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην· οὕτω καὶ τῆς φαρµακείας τῆς ἡµετέρας, ἕν τι καὶ τὸ αὐτὸ ὑγιεινότατον, ἢ ἐπισφαλέστατον ἀεὶ καὶ τοῖς αὐτοῖς ἀποδέδεικται· οἷον τὸ αὐστηρὸν, ἢ τὸ πρᾶον, ἢ τῶν ἄλλων ὧν ἀπηριθµησάµην ἕκαστον. Ἀλλὰ τοῖς µὲν τοῦτο καλὸν καὶ χρήσιµον, τοῖς δὲ τοὐναντίον πάλιν, ὅπως ἂν, οἶµαι, συµπί πτωσιν οἵ τε καιροὶ καὶ τὰ πράγµατα, καὶ ὁ τῶνθεραπευοµένων ἐπιδέχηται τρόπος. Ἃ πάντα µὲν διελέσθαι λόγῳ, καὶ συνιδεῖν ἐπὶ τὸ ἀκριβέστα τον, ὥστε καὶ κεφαλαίῳ τὴν θεραπείαν πε ριλαβεῖν ἀµήχανον, κἂν ἐπὶ πλεῖστον ἐξίκηταίτις ἐπιµελείας τε καὶ συνέσεως· ἐπὶ δὲ τῆς πείρας αὐτῆς καὶ τῶν πραγµάτων τῷ θεραπευτῇ λόγῳ καὶ ἀνδρὶ καταφαίνεται.
1.Λ∆
Καθόλου δὲ ἡµῖν ἐκεῖνο γνώριµον, ὅτι, καθάπερ τοῖς ἐπὶ κάλου µετεώρου καὶ ὑψηλοῦ βαίνουσι τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς µικρὸν φέρουσαἡ ῥοπὴ, κἂν µικρὰ φαίνηται, ἀσφάλεια δὲ αὐτοῖς ἡ ἰσοῤῥοπία καθίσταται· οὕτω κἀν τούτοις ὁποτέρωσε νεύσῃ τις, εἴτε διὰ κακίαν, εἴτε δι' ἀµάθειαν, κίνδυνος οὐχ ὁ τυχὼν αὐτῷ τε καὶ τοῖς ἀγοµένοις τοῦ τῆς ἁµαρτίας πτώµατος. Ἀλλ' ὁδῷ βασιλικῇ πορευτέον ὄντως, καὶ περισκεπτέον, µήτε εἰς δεξιὰ µήτε εἰς ἀριστερὰ, καθὼς αἱ Παροιµίαι φασὶν, ἐκκλίνοντας. Οὕτω µὲν δὴ τὰ τῶν παθῶν ἔχει τῶν ἡµετέρων, καὶ τοσοῦτον ἐνταῦθα τὸ ἔργον τῷ ἀγαθῷ ποιµένι, τῷ γνωστῶς γνωσοµένῳ ψυχὰς ποιµνίου, καὶ ἀφηγησοµένῳ κατὰ λόγον ποιµαντικῆς, τῆς γε ὀρθῆς καὶ δικαίας, καὶ τοῦ ἀληθινοῦ ποιµένος ἡµῶν ἀξίας.
1.ΛΕ
Αὐτὴν δὲ τὴν τοῦ λόγου διανοµὴν, ἵνα τελευ ταῖον εἴπω τὸ πρῶτον τῶν ἡµετέρων, τοῦ θείου λέγω καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰµέν τις ἄλλος θαῤῥεῖ, καὶ πάσης διανοίας ὑπολαµβά νει, θαυµάζω τοῦτον ἐγὼ τῆς συνέσεως, ἵνα µὴ λέγω τῆς εὐηθείας· ἐµοὶ δ' οὖν πρᾶγµα φαίνεται οὐ τῶν φαυλοτάτων, οὐδὲ ὀλίγου τοῦ πνεύµατος, διδόναι κατὰ καιρὸν ἑκάστῳ τοῦ λόγου τὸ σιτοµέτριον, καὶ οἰκονοµεῖν ἐνκρίσει τὴν ἀλήθειαν τῶν ἡµετέρων δογµάτων· ὅσα περὶ κόσµων ἢ κόσµου πεφιλοσόφηται, περὶ ὕλης, περὶ ψυχῆς, περὶ νοῦ, καὶ τῶν νοερῶν φύσεων, βελτιόνων τε καὶ χειρόνων, περὶ τῆς τὰπάντα συνδεούσης τε καὶ διεξαγούσης προνοίας, ὅσα τε κατὰ λόγον ἀπαντᾷν δοκεῖ, καὶ ὅσα παρὰ λόγον τὸν κάτω καὶ τὸν ἀνθρώπινον.
1.Λςὰ
Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡµῶν συστά σεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας πρώτης τεκαὶ δευτέρας, σαρκώσεώς τε καὶ παθηµάτων, καὶ ἀναλύσεως, ὅσα τε περὶ ἀναστά σεως, περὶ τέλους, περὶ κρίσεως καὶ ἀνταποδό σεως, σκυθρωποτέρας τεκαὶ ἐνδοξοτέρας· καὶ τὸ κεφάλαιον ὅσα περὶ τῆς ἀρχικῆς καὶ µακαρίας Τριάδος ὑποληπτέον· ὅσπερ δὴ καὶ κινδύνων µέγιστος τοῖς φωτίζειν πεπιστευµένοις, ὡς µήτε εἰς µίαν ὑπόστασιν συναιρεθέντα τὸν λό γον δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡµῖντὰ ὀνόµατα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦ µα ὑπολαµβάνουσι· µήτε εἰς τρεῖς, ἢ ἐκφύλους καὶ ἀλλοτρίας διαιρεθέντα, ἢ ἀτάκτους καὶ ἀνάρχους, καὶ οἷον εἰπεῖν, ἀντιθέους, πρὸς κακὸν ἴσον ἐκ τῶν ἐναντίων µεταπεσεῖν· ὥσπερ φυτοῦ διαστροφῆς ἐπὶ θάτερα πολὺ µετακλινοµένης.
1.ΛΖ
Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν ἀῤῥωστηµάτων, ἀθεΐας, καὶ Ἰουδαϊσµοῦ, καὶ πολυ θεΐας, ὧν τῆς µὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγέ νετο, τῆς δὲ Ἄρειος ὁ Ἀλεξανδρεὺς, τῆς δέ τινες τῶν ἄγαν παρ' ἡµῖν ὀρθοδόξων. Τίς ὁ ἐµὸς λό γος; τῶν τριῶν ὅσον ἐστὶ βλαβερὸν διαφυγόντας, ἐν ὅροις µένειν τῆς εὐσεβείας, καὶ µήτε πρὸς τὴν Σαβελλίου ἀθεΐαν ἐκ τῆς καινῆς ταύτης ἀναλύσεωςἢ συνθέσεως ὑπαχθῆναι, µὴ µᾶλλον ἓν τὰ πάντα ἢ µηδὲν ἕκαστον εἶναι ὁριζοµένους· φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν εἰς ἄλληλα µεταχωροῦντα καὶ µεταβαίνοντα· ἢ σύνθετόν τινα καὶ ἄτοπον ἡµῖν Θεὸν, ὥσπερ τὰ µυθώδη τῶν ζώων σκιαγραφοῦντας καὶ ἀναπλάττοντας· µήτε τὰς φύσεις τέµνοντας κατὰ τὴν Ἀρείου καλῶς ὀνοµασθεῖσαν µανίαν, εἰς Ἰουδαϊκὴν πενίαν κατακλεισθῆναι, καὶ φθόνον ἐπεισάγειν τῇ θείᾳ φύσει, µόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας, ὥσπερ δεδοικότας µὴ διαφθείροιτο ἡµῖν ὁ Θεὸς, Θεοῦ Πατὴρ ὢν ἀληθινοῦ καὶ ὁµοτίµου τὴν φύσιν· µήτε τρεῖς ἀρχὰς ἀλλήλαις ἀντ επεξάγοντας ἢ συντάσσοντας πολυαρχίαν εἰσ άγειν Ἑλληνικὴν, ἣν πεφεύγαµεν.
1.ΛΗ
∆ έον µήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν· τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισµένου καὶ ἀπεξενωµένου µετὰ τῆς κτίσεως; οὐ γὰρ τοῦτο Υἱὸς τὸ ἀλλότριον ἢ συναλειφοµένου πρὸς τὸν Πα τέρα, καὶ συγχεοµένου, ἴσον δὲ εἰπεῖν, καὶ συγχέον τος· µήτε τοσοῦτον φιλοχρίστους, ὡς µήτε τούτῳ φυλάττειν τὸ εἶναι Υἱῷ·( τίνος γὰρ ἂν καὶ εἴη, µὴ πρὸς ἀρχὴν ἀναφερόµενος τὸν πατέρα;) µήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς ἀξίωµα, τῆς ὡς πατρὶ καὶ γεν νήτορι· µικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, µᾶλλον δὲ µικρῶς τε καὶ ἀναξίως, µὴ θεότητος ὢν ἀρχὴ καὶ ἀγαθότητος, τῆς ἐν Υἱῷ καὶ Πνεύµατι θεω ρουµένης· τῷ µὲν ὡς Υἱῷ καὶ Λόγῳ, τῷ δὲ ὡς προόδῳ καὶ οὐ διαλύτῳ Πνεύµατι· ἐπειδή γε ἀναγκαῖον καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁµολογεῖν, καὶ ἑκάστην µετὰ τῆς ἰδιό τητος. 35. 448
1.ΛΘ
Ταῦτ' οὖν µακροτέρου µὲν ἢ κατὰ τὸν παρ όντα καιρὸν, οἶµαι δὲ καὶ βίον, τοῦ λόγου καὶ νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον· µᾶλλον δὲ καὶ νῦν καὶ ἀεὶ τοῦ Πνεύµατος, ᾧ µόνῳ Θεὸς καὶ νοεῖται καὶ ἑρµηνεύεται καὶ ἀκούεται. Κα θαρῷ γὰρ µόνον ἁπτέον τοῦ καθαροῦ καὶ ὡσαύ τως ἔχοντος· οὗ δ' εἵνεκα νῦν ἐν ὀλίγῳ διεληλύθαµεν, ἵν' ἐκεῖνο δηλώσωµεν, ὅτι χαλεπὸν ἐν πλήθει µάλιστα, περὶ τηλικούτων διαλεγόµενον, ἐκ παντο δαπῆςσυγκειµένῳ καὶ ἡλικίας καὶ ἕξεως, οἷον ὀρ γάνῳ τινὶ πολυχόρδῳ διαφόρων δεοµένῳ καὶ τῶν κρουµάτων, εὑρεῖν τινα τὸν πάντας καταρτίσαι δυνάµενον λόγον, καὶ λαµπρῦναι τῷ φωτὶ τῆς γνώσεως· οὐ µόνον ὅτι ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος, διανοίᾳ καὶ λόγῳ καὶ ἀκοῇ, ἀναγκαῖον περὶ ἕν γέτι τούτων, εἰ καὶ µὴ πάντα, προσπταῖσαι· ἢ γὰρ οὐκ ἐνελάµφθη νοῦς, ἢ λόγος ἠσθένη σεν, ἢ οὐκ ἐχώρησεν ἀκοὴ µὴ κεκαθαρµένη· καὶ ὁµοίως ἐξ ἑνὸς τούτων καὶ πάντων χωλεύειν ἀνάγκη τὴν ἀλήθειαν· ἀλλ' ὅτι καὶ ὃ τοῖς ἄλλο τι διδάσκειν ὑπισχνουµένοις ῥᾷστον ποιεῖ τὸν λόγον καὶ εὐπαράδεκτον, ἡ τῶν ἀκουόντων εὐλάβεια, τοῦτο ἐνταῦθα ἡζηµία καθίσταται καὶ ὁ κίνδυνος.
1.Μ
Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ µεγίστου τῶν ὄν των ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς, καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν εἰσὶθερµότεροι, τοσούτῳ προσαντέστεροι τῷ λόγῳ, καὶ προδοσίαν τῆς ἀληθείας, οὐκ εὐσέβειαν τὴν εὐ πείθειαν ὑπολαµβάνοντες, πάντα πρόοιντ' ἂν πρότερον ἢτοὺς οἴκοθεν λογισµοὺς, µεθ' ὧν ἕρ χονται, καὶ τῶν δογµάτων οἷς συνανεστράφησαν τὴν συνήθειαν· καὶ τοῦτο ἔτι λέγω τῶν µετριωτέ ρων καὶ οὐ πάντη κακῶν τὸ πάθος, οἳ κἂν τῆς ἀληθείας διαµαρτάνωσιν, ἀλλὰ τῷ γε δι' εὐλάβειαν τοῦτο πάσχειν, καὶ ζῆλον µὲν ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, τυχὸν ἔσονται τῶν οὐ σφόδρα κατακρινοµένων, οὐδὲ πολλὰς δεροµένων, ὡς οἱ διὰ κακίαν καὶ πονηρίαν τοῦδεσποτικοῦ θελήµατος ἀποπίπτοντες. Καὶ τάχα ἂν οὗτοι µεταπεισθεῖέν ποτε, καὶ µετα βληθεῖεν ὑπὸ τῆς αὐτῆς εὐλαβείας, ὑφ' ἧς καὶ ἀντέβαι νον, εἴ τις αὐτῶν ἅψαιτο λόγος, ἢ οἴκοθεν ἢἔξωθεν κρούσας καιρίως, ὥσπερ σίδηρος πυρῖτιν λίθον, τὴν ἐγκύµονα καὶ ἀξίαν φωτὸς διάνοιαν· ἐν ᾗ καὶ τάχιστα ἂν ἐκ µικροῦ σπινθῆρος ὁ τῆς ἀληθείας πυρσὸς ἐκλάµψειε.
1.ΜΑ
Τί δ' ἂν εἴποι τις περὶ τῶν διὰ κενοδο ξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούν των, Ἰαννοῦ τινος ἢ Ἰαµβροῦ µεγαληγορίας, οὐ κατὰ Μωϋσέως, τῆςδ' ἀληθείας ὁπλιζοµένων, καὶ τῆς ὑγιαινούσης κατεξανισταµένων διδασκαλίας; ἢ τῆς τρίτης µοίρας τῶν δι' ἀπαιδευσίαν καὶ τὴν ἐποµένην ταύτῃ θρασύτητα ὁµόσε παντὶ λόγῳ χωρούντων συώδει πάθει, καὶ καταπατούντων τοὺςκαλοὺς µαργαρίτας τῆς ἀληθείας;
1.ΜΒ
Ἢ ὅσοι µηδεµίαν µὲν οἴκοθεν ὑπόληψιν φέ ροντες, µηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λό γοιςκαὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόµενοι τὸ κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες· ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης περιφερόµενοι καὶ στρεφόµενοι, καὶ παντὶ λόγῳ κα ταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀµείψαντες διδασκάλους καὶ πολλὰ γράµµατα, ὥσπερ χοῦν ἀνέµοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαµόντες καὶ ἀκοὴν καὶ διάνοιαν,( ὢ τῆς ἀλογίας!) πρὸς πάνταλόγον ὁµοίως δυσχεραίνουσι, καὶ µοχθηρὸν τύ πον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡµῶν καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης τῆςπίστεως, µεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν λεγόντων ἐπὶ τὸν λόγον· ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλ µοὺς κακῶς διακείµενος, ἢ τὰ ὦτα διεφθαρµένος, κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ µὲν ὡς ἀµαυροῦ καὶοὐ στίλβοντος, τῶν δὲ ὡς ἐκµελῶν καὶ ἀτόνων.
1.ΜΓ
Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτοµεῖν ἀλήθειαν ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγµένον, ἢ γράφειν κατὰ γραµµάτων, πονηρῶν λέγω διδαγµάτων τεκαὶ δογµάτων, εὐσεβῆ λόγον, ὡς συγχεῖσθαι καὶ ἀτακτεῖν τοῖς προτέροις τὰ δεύτερα. Ὁδὸν µὲν γὰρ πατεῖν ἄµεινον τὴν λείαν καὶ τετριµµένην ἢ τὴν ἀτριβῆ καὶ τραχεῖαν, καὶ γῆν ἀροῦν ἣν πολ λάκις ἄροτρον ἔτεµεν καὶ ἡµέρωσεν· ψυχὴν δὲ γρά φειν, ἣν οὔπω λόγος ἐχάραξε µοχθηρὸς, οὐδὲ εἰς βάθος τὰ τῆς κακίας ἐνεσηµάνθη γράµµατα· δύο γὰρ ἂν οὕτω τὰ ἔργα γίνοιντο τῷ θεοσεβεῖ καλ λιγράφῳ, ἐξαλείφειν τε τοὺς προτέρους τύπους, καὶ µετεγγράφειν τοὺς δοκιµωτέρους τε καὶ τοῦµένειν ἀξιωτέρους. Τοσοῦτοι µὲν δὴ καὶ κατὰ τὰ λοιπὰ πάθη, καὶ κατὰ τὸν λόγον αὐτὸν, οἱ πονηροὶ καὶ τοῦ πονη ροῦ τύποι καὶ χαρακτῆρες· τοσοῦτον δὲ τὸ ἔργον τῷ ταύτην πεπιστευµένῳ τὴν τῶν ψυχῶν παιδα γωγίαν καὶ προστασίαν· καὶ τὰ πλείω παρῆκεν ὁ λό γος, ἵνα µὴ περιττότερος ᾖ τοῦ δέοντος.
1.Μ∆
Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων συγκείµενον πολυειδὲς καὶ πολύµορφον, µειζό νων τε καὶ µικροτέρων, ἡµερωτέρων τε καὶ ἀγρι ωτέρων, ἄγειν ἐπιχειροίη καὶ τιθασσεύειν, πάντως ἂν ἦν ἔργον αὐτῷ, καὶ οὐ µικρὸν τὸ ἀγώνισµα, οὕτως ἀνωµάλου καὶ ἀλλοκότου προστατεῖν φύσεως, οὔτε φωναῖςταῖς αὐταῖς, οὔτε τροφαῖς, οὔτε χειρὸς ἐπαφαῖς, οὔτε συρίγµασιν, οὔτε τοῖς τῆς ἄλλης ἀγωγῆς τρόποις ἑκάστου τῶν θηρίων χαίρον τος, ἄλλων δὲ ἄλλοις ἡδοµένων, ἢ ἀχθοµένων, ὡς ἡ φύσις ἑκάστου καὶ ἡ συνήθεια· καὶ τί ἂν ἔδει ποιεῖν τὸν τοιούτου θηρὸς ἐπιστάτην; τί δ' ἄλλο γε ἢ πολυειδῆ τε εἶναι καὶ ποικίλον τὴν ἐπιστήµην; καὶ κατάλληλον ἑκάστῳ προσάγειν τὴν θεραπείαν, ὡς ἂν ἄγοιτο καλῶς αὐτῷ τὸ θηρίον καὶ διασώζοιτο; οὕτως ἐκ πολλῶν καὶ διαφόρων καὶ ἠθῶν καὶ λό γων, καθάπερ ἑνὸς ζώου συνθέτου καὶ ἀνοµοίου, τοῦ κοινοῦ τούτου τῆς Ἐκκλησίας συγκειµένουσώµατος, πᾶσα ἀνάγκη καὶ τὸν προστάτην ἁπλοῦν τε εἶναι τὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι µάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁµιλίας πρὸς πάντας ἐπιτήδειόν τε καὶ πρόσφορον.
1.ΜΕ
Οἱ µὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγµά των, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναµιν, τάχα ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκῦσαικαὶ οἰκειώσασθαι, ζηµιωθεῖεν ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναµιν· οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουµένης σοφίας χρῄζοντες καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στεῤῥοτέρας, τῷ πρὸς διά κρισιν ἀληθοῦς τε καὶ ψευδοῦςἱκανῶς γεγυµνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέ φοιντο λαχάνοις, ἀσθενῶν βρώµατι, δυσχεραίνοιεν ἄν· καὶ µάλα εἰκότως, οὐ δυναµούµενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς µέτρον ἡλικίαςἄγων πνευµατικῆς, τὸν καλῶς τρεφόµενον.
1.Μςὰ
Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσµεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάµενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναµιγνύναι τὸν οἶνον ὕδατι· τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ εὐώνῳ καὶ χαµαὶ συροµένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκτῆς καπηλείας, ἄλλο τε ἄλλως ὁµιλοῦντες τοῖς πλησιά ζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίµυθοί τι νες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θερα πεύοντες λόγοις ἐκ γῆς φωνουµένοις καὶ δυοµέ νοις εἰς γῆν· ὡς ἂν µάλιστα εὐδοκιµοῖµεν παρὰ τοῖς πολλοῖς, ὅτι µάλιστα ζηµιοῦντες αὐτοὺς, ἢ ἀπολλύντες, καὶ αἷµα ἀθῶον ἁπλουστέρων ψυχῶν ἐκχέοντες ἐκτῶν χειρῶν ἡµῶν ἐκζητηθησόµενον.
1.ΜΖ
Ἀλλ' εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυ τῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιό χους εἶναι ἀνεπιστήµονας, καὶ ἀκοὴν ὑποτιθέναιµᾶλλον εὐγνώµονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον· ταῦτα διαλεχθέντες ἡµῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις συµβούλοις, εἰδὲ µή γε, ἀλλ' οὖν εὔνοις, καὶ τὰ ῥητέα καὶ τὰ πρακτέα µαθεῖν οὐκ εἰδότες, µᾶλλονἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιµάσαµεν. Ἀγα πητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν δυνάµενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν, πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραµείαν µανθάνειν, τὸ δὴ λεγόµενον, ἐν ταῖς τῶν ἄλλωνψυχαῖς ἐκµελετᾷν τὴν εὐσέβειαν, λίαν εἶναί µοι φαίνεται ἀνοήτων ἢ τολµηρῶν· ἀσυνέτων µὲν, εἰ µηδὲ αἰσθάνοιντο τῆς ἑαυτῶν ἀµαθείας· θρασέων δὲ, εἰ καὶ συνιέντες, κατα τολµῶσι τοῦ πράγµατος.
1.ΜΗ
Ἑβραίων µὲν οὖν οἱ σοφώτεροι λέγουσιν, ὡς ἄρα ἦν τις πάλαι νόµος Ἑβραίοις, ἐν τοῖς µάλιστα εὖ ἔχων καὶ ἐπαινούµενος, µὴ πᾶσαν ἡλι κίαν πάσῃΓραφῇ ἐνδίδοσθαι· µηδὲ γὰρ εἶναι τοῦτο λυσιτελέστερον, ὅτι µηδὲ πᾶσαν εὐθέως εἶναι παντὶ ληπτὴν, καὶ τὰ µέγιστα ἂν τοὺς πολλοὺς κα κῶσαι τῷ φαινοµένῳ, τὴν βαθυτέραν· ἀλλὰ τὰς µὲν ἀπ' ἀρχῆς ἀνεῖσθαι πᾶσι καὶ εἶναι κοινὰς, ὧν καὶ τὸ σωµατικὸν οὐκ ἀδόκιµον· τὰς δὲ µὴ ἄλλοις ἢ τοῖς ὑπὲρ εἰκοστὸν καὶ πέµπτον γεγονόσιν ἔτος πιστεύεσθαι, ὅσαι δι' εὐτελοῦς τοῦ ἐνδύµατος τὸ µυστικὸν κάλλοςπερικαλύπτουσιν, ἆθλον φιλοπονίας καὶ λαµπροῦ βίου, µόνοις τοῖς κεκαθαρµένοις τὸν νοῦν ὑπαστράπτον καὶ φανταζόµενον, ὡς µό νης δυναµένης τῆςἡλικίας ταύτης ὑπὲρ τὸ σῶµα γενέσθαι, καὶ ἀναβῆναι καλῶς ἐπὶ τὸ πνεῦµα ἀπὸ τοῦ γράµµατος.
1.ΜΘ
Ἡµῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς· οὐδὲ τισὶ µὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον· οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ' οὕτω τὸ πρᾶγµα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς διακείµεθα, ὥστε οἱ πλείους ἡµῶν, ἵνα µὴ λέγω πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴνπρώτην τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελ θεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων γνῶναι κἂν τὰ ὀνόµατα, πρὶν Καινῆς καὶ Παλαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστά τας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀπο πλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία ἡµῖν προσεµάξατο, ἂν δύο ἢ τρία ῥήµατα τῶν εὐσεβῶν ἐξασκήσωµεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐκ ἐντεύ ξεως, ἢ τῷ∆ αβὶδ βραχέα καθοµιλήσωµεν, ἢ τὸ τρι βώνιον εὖ περιστειλώµεθα, ἢ µέχρι τῆς ζώνηςφιλοσοφήσωµεν, εὐσεβείας τι πλάσµα καὶ ὄψιν ἡµῖν αὐτοῖς περιχρώσαντες· βαβαὶ τῆς προ εδρίας καὶ τοῦ φρονήµατος! Ἱερὸς καὶ ἐκ σπαργά νων ὁ Σαµουήλ· εὐθύς ἐσµεν σοφοὶ καὶ διδά σκαλοι, καὶ ὑψηλοὶ τὰ θεῖα, καὶ γραµµατέων τὰ πρῶτα καὶ νοµικῶν, καὶ χειροτονοῦµεν ἡµᾶς αὐτοὺς οὐρανίους, καὶκαλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ζητοῦµεν, καὶ οὐδαµοῦ τὸ γράµµα, καὶ πάντα δεῖ νοηθῆναι πνευµατικῶς, καὶ λῆρος πλατὺς τὰ ὀνείρατα· καὶ ἀγανακτοίηµεν ἂν, εἰ µὴ σφόδρα ἐπαι νοίµεθα. Τοῦτο ἡµῶν οἱ χρηστότεροι καὶ ἁπλούστε ροι· τί δὲ οἱ πνευµατικοὶ µᾶλλον καὶ γεν ναιότεροι; Πολλὰ κατακρίναντες ἡµᾶς, ἂν οὕτω δόξῃ, καὶ βασανίσαντες, καὶ οὐδαµοῦ θέντες, ἀπῆλ θον, καὶ τὴν κοινωνίαν ὡς οὐκ εὐσεβῶν διαπτύ σαντες.
1.Ν
Ἂν δέ τινι αὐτῶν λέγωµεν οὑτωσὶ πράως καὶ λογικῶς προβιβάζοντες· Εἰπέ µοι, ὦ θαυµάσιε, καλεῖς τι τὸ ὀρχεῖσθαι, τό τε αὐλεῖν; Πάνυ γε εἴ ποιεν ἄν. Τί δαὶ σοφίαν τε καὶ σοφὸν εἶναι, τοῦθ' ὃ δὴ θείων τε καὶ ἀνθρωπίνων ἐπιστήµην τι θέµεθα; Καὶ τοῦτο δώσουσι. Πότερον δὲ κρεῖττον εἶναι καὶ ὑψηλότερον, ταῦτα σοφίας, ἢ τούτων µα κρῷ τὴν σοφίαν; Καὶ πάντων εὖ οἶδ' ὅτι φή σουσι· καὶ µέχρι τούτων εἰσὶν εὐγνώµονες. Ἆρ' οὖν ὀρχήσεως µὲν καὶ αὐλήσεώς ἐστι διδασκαλία καὶ µάθησις, καὶ χρόνου πρὸς τοῦτο δεῖ, καὶ ἱδρώ των συχνῶν καὶ πόνων, καὶ µισθοὺς καταβαλεῖνἔστιν ὅτε, καὶ προσαγωγῶν δεηθῆναι, καὶ ἀπο δηµῆσαι µακρότερα, καὶ τἄλλα τὰ µὲν ποιῆσαι πάντα, τὰ δὲ παθεῖν, οἷς ἐµπειρία συλλέγεται· τὴν δὲ σοφίαν, ἢ πᾶσιν ἐπιστατεῖ, καὶ πάντα ἐν ἑαυτῇ τὰ καλὰ συλλαβοῦσα ἔχει, ὡς καὶ τὸν Θεὸν αὐτὸν τοῦτο µᾶλλον ἤ τι ἄλλο χαίρειν ἀκούοντα, ἐπειδὴ καλεῖται πολλοῖς ὀνόµασιν, οὕτω κοῦφόν τι καὶ πεπατηµένον πρᾶγµα ὑποληψόµεθα, ὥστε θε λῆσαι δεῖν µόνον καὶ εἶναι σοφόν; Πολλῆς τοῦτο τῆς ἀµαθείας. Ἂν ταῦτα λέγωµεν αὐτοῖς, καὶ κατὰ µικρὸν τὴν πλάνην ἀνακαθαίρωµεν, ἤ τις ἄλλος τῶν εὐµαθεστέρων καὶ συνετωτέρων, τοῦτο ἐκεῖνο κατὰπετρῶν σπείρειν, καὶ λαλεῖν εἰς ὦτα µὴ ἀκουόντων. Οὕτως οὐδ' αὐτὸ τοῦτό εἰσι σοφοὶ, τὴν ἑαυτῶν γινώσκειν ἀπαιδευσίαν. Καί µοι δοκεῖ καλῶς ἔχειν τὸ τοῦ Σολοµῶντος περὶ αὐτῶν εἰ πεῖν· Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοφὸν εἶναι· καὶ ὃ τούτου πονηρότερον, παιδεύειν ἄλλους πεπιστευ µένον τὸν µηδὲ τῆς οἰκείας ἀµαθείας ἐπαισθανό µενον. 35. 461
1.ΝΑ
Τοῦτο δακρύων µὲν καὶ στεναγµῶν, εἴπερ τι ἄλλο, τὸ πάθος ἄξιον· ὃ καὶ πολλάκις ἐγὼ κατ ηλέησα, εὖ εἰδὼς, ὅτι τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖ στον ἀφαιρεῖται, καὶ µέγα τοῖς ἀνθρώποις ἡ κενο δοξία πρὸς ἀρετὴν ἐµπόδιον· ἰάσασθαι δὲ καὶ στῆσαι τὴν νόσον Πέτρου ἂν εἴη τινὸς ἢ Παύλου, τῶν µεγάλων Χριστοῦ µαθητῶν, καὶ µετὰ τῆς ἐν λόγῳ καὶ ἔργῳ κυβερνήσεως εἰληφότωντὸ χάρισµα, καὶ πᾶσι πάντα γινοµένων, ἵνα τοὺς πάντας κερδήσωσιν· ἡµῖν δὲ τοῖς ἄλλοις µέγα, κἂν εἰ καλῶς κυβερνοίµεθα καὶ ἀγοίµεθα πρὸς τῶν ἐπανορθοῦν τὰ τοιαῦτα καὶ διευθύνειν πεπιστευ µένων.
1.ΝΒ
Ἀλλ' ἐπειδή γε Παύλου καὶ τῶν κατ' ἐκεῖ νον ἐµνήσθηµεν, ἀφέντες, εἰ δοκεῖ, τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ νοµοθεσίαν, ἢ προφητείαν, ἢ στρατηγίαν, ἤτινα τοιαύτην ἄλλην οἰκονοµίαν τοῦ λαοῦ προεβλήθησαν, οἷον τὸν Μωσῆν, τὸν Ἀαρὼν ἐκεῖνον, τὸν Ἰησοῦν, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺςκριτὰς, τὸν Σαµουὴλ, τὸν∆ αβὶδ, τῶν προφητῶν τὸ πλῆθος, τὸν Ἰωάννην, τοὺς δώδεκα µαθητὰς τοὺς ἐπ' ἐκείνοις ὕστερον, οἳ πολλοῖς ἱδρῶσι καὶ πόνοις διεξῆλθον τὴν προστασίαν κατὰτοὺς ἑαυτῶν χρόνους ἕκαστοι· τούτους ὑπερβάντες ἅπαντας, Παῦλον προ στησώµεθα µόνον τοῦ λόγου συνίστορα, κἂν τούτῳ θεωρήσωµεν, ὅσον ἐστὶ καὶ ψυχῶν ἐπιµέλεια, καὶ εἰβραχείας τῆς πραγµατείας, ἢ µικρᾶς τῆς συν έσεως. Ὡς ἂν δὲ ῥᾷστα τοῦτο γνοίηµεν καὶ κατίδοι µεν, τί Παῦλος αὐτὸς περὶ Παύλου φησὶ, ἀκούσωµεν.
1.ΝΓ
Ἐῶ λέγειν τοὺς πόνους, τὰς ἀγρυ πνίας, τοὺς φόβους, τὰς ἐν λιµῷ καὶ δίψει κακοπα θείας, τὰς ἐν ψύχει καὶ ἐν γυµνότητι, τοὺς ἔξωθεν ἐπιβουλεύοντας, τοὺς ἔνδοθεν ἀντιπράττοντας. Ἀφ ίηµι τοὺς διωγµοὺς, τὰ συνέδρια, τὰ δεσµωτήρια, τὰ δεσµὰ, τοὺς κατηγόρους, τὰ δικαστήρια, τοὺς καθ' ἡµέραν καὶ ὥραν θανάτους, τὴν σαργάνην, τοὺς λιθασµοὺς, τοὺς ῥαβδισµοὺς, τὴν περίοδον, τοὺς κατὰ γῆν κινδύνους, τοὺς κατὰ θάλασσαν, τὸν βυ θὸν, τὰ ναυάγια, κινδύνους ποταµῶν, κινδύνους λῃστῶν, κινδύνους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλ φοις, τὸν ἐκ χειρῶν βίον, τὸ ἀδάπανον Εὐαγγέλιον, ὡς θέατρον ἦν καὶ ἀγγέλοις καὶ ἀνθρώποις, µέσος Θεοῦκαὶ ἀνθρώπων ἱστάµενος· ὑπὲρ µὲν τῶν ἀγωνιζόµενος, τῷ δὲ προσάγων καὶ οἰκειῶν λαὸν περιούσιον, χωρὶς τῶν παρεκτός. Τούτων τίς ἂν ἀξίως διέλθοι τὴν καθ' ἡµέραν ἐπιστα σίαν, τὴν τῶν καθ' ἕκαστον κηδεµονίαν, τὴν µέριµναν πασῶν τῶν Ἐκκλησιῶν, τὸ πρὸςπάντας συµπαθὲς καὶ φιλάδελφον; Προσέκοπτέ τις, καὶ Παῦλος ἠσθένει· καὶ ἄλλος ἐσκανδαλίζετο, καὶ Παῦλος ἦν ὁ φλεγόµενος.
1.Ν∆
Τὸ δὲ τῆς διδασκαλίας φιλόπονον; τὸ δὲ ποι κίλον τῆς θεραπείας; ἡ φιλανθρωπία δέ; τὸ δὲ αὐ στηρὸν πάλιν; ἡ δὲ ἐξ ἀµφοτέρων µίξις καὶ κρᾶσις; ὡς µήτε τῇ χρηστότητι µαλακίζειν, µήτε τραχύνειν τῇ χαλεπότητι. Νοµοθετεῖ δούλοις καὶ δεσπόταις, ἄρχουσι καὶ ἀρχοµένοις, ἀνδράσι καὶ γυναιξὶ, γονεῦσι καὶ τέκνοις, γάµῳ καὶ ἀγαµίᾳ, ἐγ κρατείᾳ καὶ τρυφῇ, σοφίᾳκαὶ ἀµαθείᾳ, περιτοµῇ καὶ ἀκροβυστίᾳ, Χριστῷ καὶ κόσµῳ, σαρκὶ καὶ πνεύ µατι. Ὑπὲρ µὲν τῶν εὐχαριστεῖ, τῶν δὲ καθάπτε ται. Τοὺς µὲν χαρὰν καὶ στέφανον ὀνοµάζει, τοῖς δὲ ἄνοιαν ἐγκαλεῖ· τοῖς µὲν συνοδεύει καὶ συµπροθυ µεῖται ὀρθοτοµοῦσι, τοὺς δὲ ἀνακόπτει κακῶς ὁδεύον τας. Νῦν ἀφορίζει, νῦν ἀγάπην κυροῖ· νῦν θρηνεῖ· νῦν εὐφραίνεται· νῦν γάλα ποτίζει, νῦν µυστηρίων ἅπτεται· νῦν συγκατέρχεται, νῦν ἑαυτῷ συνυψοῖ· νῦν ῥάβδον ἀπειλεῖ, νῦν προτείνεται πνεῦµα πραότη τος· νῦν ἐπαίρεται τοῖς ὑψηλοῖς, νῦν ταπεινοῦται τοῖς ταπεινοῖς· ἄρτι τῶν ἀποστόλων ἐστὶν ἐλάχιστος, ἄρ τι δοκιµὴν ὑπισχνεῖται τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· ἄρτι τὴν ἐκδηµίαν ποθεῖ καὶ σπένδεται· ἄρτι παραµεῖ ναι τῇ σαρκὶ δι' αὐτοὺς ἀναγκαιότερον δοκιµάζει· οὐ γὰρ ζητεῖ τὸ ἑαυτοῦ, ζητεῖ δὲ τὸ τῶν τέκνων, οὓς ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν. Οὗτος ὅρος πάσης πνευµατικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συµφέρον. 35. 465
1.ΝΕ
Ἐγκαυχᾶται ταῖς ἀσθενείαις καὶ ταῖς θλί ψεσιν· ὡς ἄλλῳ τινὶ κόσµῳ, τῇ Ἰησοῦ νεκρώσει ἐγκαλλωπίζεται· ὑψηλός ἐστι τὰ σαρκικὰ, καὶ τοῖς πνευµατικοῖς ἀγάλλεται· οὐκ ἰδιώτης τὴν γνῶσιν, καὶ βλέπειν φησὶ δι' ἐσόπτρου καὶ ἐν αἰνίγµατι. Θαῤῥεῖ τῷ πνεύµατι, καὶ ὑποπιάζει τὸ σῶ µα καθαιρῶν ὡς ἀντίπαλον· τί διδάσκων ἡµᾶς ἐν τούτοις, καὶ τί παιδεύων; µὴ φρονεῖν τοῖς κάτω, µὴ φυσιοῦσθαι τῇ γνώσει, µὴ τὴν σάρκα ἐπεγείρειν τῷ πνεύµατι. Πάντων ὑπερµαχεῖ, πάντων ὑπερεύ χεται, ζηλοῖ πάντας, ἀνάπτεται ὑπὲρ πάντων, τῶν ἔξω νόµου, τῶν ὑπὸ νόµον· κήρυξ ἐθνῶν, Ἰουδαίων προστάτης. Ἐτόλµησέ τι καὶ µεῖζον ὑπὲρ τῶν ἀδελ φῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολµήσω τι καὶ αὐτὸς οὕτω λέγων· ἀντεισαχθῆναι τούτους ἑαυ τοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. Ὢ τῆς µεγαλο νοίας! ὢ τῆς τοῦ πνεύµατος ζέσεως! Μιµεῖται Χριστὸν, τὸν γενόµενον ὑπὲρ ἡµῶν κατάραν, τὸν τὰς ἀσθενείας ἡµῶν ἀναλαβόντα, καὶτὰς νόσους βα στάσαντα· ἢ, τό γε µετριώτερον εἰπεῖν, παθεῖν τι ὑπὲρ αὐτῶν, καὶ ὡς ἀσεβὴς, δέχεται, πρῶτος ἀπὸ Χριστοῦ, µόνον εἰ οὗτοι σώζοιντο.
1.Νὰς
Καὶ τί λέγω καθ' ἕκαστον; ζῶν γὰρ οὐχ ἑαυ τῷ, Χριστῷ δὲ καὶ τῷ κηρύγµατι, καὶ κόσµον ἑαυτῷ σταυρώσας, καὶ σταυρωθεὶς κόσµῳ καὶ τοῖς ὁρωµένοις, πάντα ἡγεῖται µικρὰ καὶτῆς ἐπιθυµίας ἐλάττονα· κἂν ἀπὸ Ἱερουσαλὴµ καὶ κύκλῳ µέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃ τὸ Εὐαγγέλιον, κἂν ἐπὶ τὸν τρί τον οὐρανὸν φθάσῃ δι' ἁρπαγῆς, κἂν τοῦ παραδείσουγένηται θεατὴς, κἂν τῶν ἀῤῥήτων ἡµῖν ῥηµάτων ἀκροατής. Ταῦτα Παῦλος, καὶ εἴ τις κατ' ἐκεῖνον τῷ πνεύµατι. Ἡµεῖς δὲ δεδοίκαµεν παρὰ τούτους, µὴ µωροί τινες ὦµεν ἄρχοντες Τά νεως, ἢ πράκτορες καλαµώµενοι, ἢ µακαρίζοντες τὸν λαὸν ψευδῶς· προσθήσω δὲ, καὶ µακαριζόµενοι, καὶ τὴν τρίβον τῶν ποδῶν ὑµῶν ταράσσοντες· ἢ ἐµ παῖκται κυριεύοντες, ἢ νεανίσκοι προστάται καὶ ἀτελεῖς τὴν φρόνησιν, µηδ' ὅσον ἄρτου καὶ ἱµα τίου πρὸς τὸ καθηγεῖσθαί τινων εὐποροῦντες· ἢ προ φῆται διδάσκοντες ἄνοµα, ἢ ἄρχοντες ἀπειθοῦντες, καὶ κακῶς ἀκούειν µετὰ τῶν πατρίων ἄξιοι διὰ λιµοῦ σκληρότητα· ἢ ἱερεῖς τοῦ λαλεῖν εἰς τὴν καρδίαν Ἱερουσαλὴµ πλεῖστον ἀπέχοντες, ἃ δὴ πάν τα ὁ τῷ Σεραφὶµ καὶ τῷ ἄνθρακι καθαρθεὶς Ἡ σαΐας ὀνειδίζει καλῶςκαὶ µαρτύρεται.
1.ΝΖ
Ἄρ' οὖν τὸ µὲν ἔργον τοσοῦτον, καὶ οὕ τως ἐπίπονον τῇ αἰσθητικῇ καρδίᾳ καὶ λυπηρᾷ, καὶ ὄντως σὴς ὀστέων τῷ γε νοῦν ἔχοντι. Μικρὸς δὲ ὁ κίνδυνος, ἢ τὸ πτῶµα εὐκαταφρόνητον; Ἀλλά µοι πολὺν ἐπανατείνεται φόβον ἔνθεν µὲν ὁ µακάριος Ὠσηὲ, πρὸς ἡµᾶς εἶναι τὸ κρίµα λέγων τοὺς ἱερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι παγὶς ἐγενήθηµεντῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταµένον ἐπὶ τὸ Ἰταβύ ριον, ὃ καταπεπῆχθαι ὑπὸ τῶν ἀνθρωπίνας ἀγρευόντων ψυχὰς, ἀποθερίζειν τε τοὺς φαύλους ἀπειλῶνπροφήτας, καὶ πυρὶ καταναλίσκειν τοὺς κριτὰς αὐτῶν, ἐφέξειν τε µικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας· ὅτι ἑαυτοῖς ἐβασίλευσαν, ἀλλ' οὐ δι' αὐτοῦ.
1.ΝΗ
Ἔνθεν δὲ ὁ θεῖος Μιχαίας οὐ φέρων οἰκοδοµουµένην Σιὼν ἐν αἵµασιν, ὁποτέροις βούλει, καὶ Ἱερουσαλὴµ ἐν ἀδικίαις, τῶν ἡγουµένων αὐτῆς µετὰδώρων κρινόντων, καὶ τῶν ἱερέων µισθοῦ ἀπο κρινοµένων, καὶ τῶν προφητῶν µετὰ ἀργυρίου µαν τευοµένων· ἀνθ' ὧν τί γενήσεσθαι; Σιὼν ὡς ἀγρὸν ἀροτριαθήσεσθαι, καὶ Ἱερουσαλὴµ ὡς ὀπωροφυλάκιον ἔσεσθαι, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυµοῦ λογισθήσεσθαι· θρηνῶν τε τὴν ἐρηµίαν τῶν κατορθούντων, ὡς µόλις που καλάµην ὑπο λείπεσθαι ἢ ἐπιφυλλίδα· ὁπότε καὶ τὸν ἄρχοντα αἰτεῖν, καὶ τὸν κριτὴν λόγους πρὸς χάριν λαλεῖν, καὶ σχεδὸν τὰ αὐτὰ τῷ µεγάλῳ∆ αβὶδ φθεγγόµενος· Σῶ σόν µε, Κύριε, λέγοντι, ὅτι ἐκλέλοιπεν ὅσιος· ἐξ οὗ καὶ τὰ ἀγαθὰ ἐπιλείψειν αὐτοὺς, ὡς ὑπὸ σητὸς δαπανώµενα.
1.ΝΘ
Ἰωὴλ δὲ ἡµῖν καὶ θρῆνον διακελεύεται, καὶ κόπτεσθαι βούλεται τοὺς λειτουργοῦντας τῷ θυσιαστηρίῳ, λιµοῦ πιέζοντος· τοσοῦτον ἀπέχει τρυ φᾷν ἐπιτρέπειν ἐν τοῖς τῶν ἄλλων κακοῖς· καὶ πρὸς τῷ ἁγιάζειν νηστείαν, καὶ κηρύσσειν θεραπείαν, συναγαγεῖν πρεσβυτέρους, νήπια, ἡλικίας ἐλεεινὰς, ἔτι καὶ αὐτοὺς τὸ ἱερὸν καταλαβόνταςἐν σποδῷ καὶ σάκκοις, καὶ λίαν ταπεινῶς κατὰ γῆς ἐῤῥιµµέ νους, διότι τεταλαιπωρήκει πεδία τῇ ἀκαρπίᾳ, καὶ ἐξῆρτο ἐξ οἴκου Κυρίου σπονδὴ καὶ θυσία, ἕλκειντῇ ταπεινώσει τὸν ἔλεον.
1.Ξ
Τί δαὶ ὁ Ἀµβακούµ; Οὗτος µὲν καὶ θερ µοτέρων ἅπτεται λόγων, καὶ πρὸς αὐτὸν ἀποδυσπετεῖ τὸν Θεὸν, καὶ οἷον καταβοᾷ τοῦ χρηστοῦ δεσπό του διὰ τὴν τῶν κριτῶν ἀδικίαν· Ἕως τίνος, Κύριε, κεκράξοµαι, λέγων, καὶ οὐ µὴ εἰσακούσεις; βοήσοµαι πρὸς σὲ ἀδικούµενος, καὶ οὐ σώσεις; Ἵνα τί µοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέ πειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξ εναντίας µου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαµβάνει.∆ ιὰ τοῦτο διεσκέδασται νόµος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίµα. Εἶτα ἡ ἀπειλὴ, καὶ τὰ ἐπὶ τούτοις· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυµάσατε θαυµάσια, καὶ ἀφα νίσθητε, διότι ἔργον ἐγὼ ἐργάζοµαι. Καὶ τί χρὴ πάντα ἐπιφέρειν τὰ τῆς ἀπειλῆς; Ἀλλὰ µικρὸν ἔµπροσθεν· τοῦτο γάρ µοι δοκεῖ βέλτιον εἶναι προσθεῖναι τοῖς εἰρηµένοις· πολλοὺς ἀνακαλε σάµενος καὶ ἀποκλαυσάµενος τῶν περί τι ἀδίκων καὶ πονηρῶν, τέλος ἀνακαλεῖται καὶ τοὺς τῆς µοχθηρίας ἡγεµόνας καὶδιδασκάλους, ἀνατροπὴν µὲν θολερὰν τὴν κακίαν ἀποκαλῶν καὶ τοῦ νοῦ µέθην καὶ πλάνην· ποτίζεσθαι δὲ λέγων τούτοις ὑπ' αὐτῶν τοὺς πλησίον, ὅπως ἐπιβλέπωσιν ἐπὶ τὸ σκότος αὐτῶν τῆς ψυχῆς, καὶ τὰ σπήλαια ἑρπετῶν καὶ θηρίων, Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 15/ 81λογισµῶν πονηρῶν οἰκητήρια. Οὗτοι µὲν δὴ τοιοῦτοι, καὶ µετὰ τοιούτων ἡµῖν διαλεγόµενοι τῶν παιδευµά των.
1.ΞΑ
Μαλαχίαν δὲ πῶς παριδεῖν ἄξιον; νῦν µὲν ἐγκα λοῦντα πικρῶς τοῖς ἱερεῦσι, καὶ ὀνειδίζοντα ὡς τὸ ὄνοµα Κυρίου φαυλίζουσι· καὶ προστιθέντα ἐν τίσιν, ἐν τῷ προσάγειν πρὸς τὸ θυσιαστήριον ἄρτους ἠλισγηµένους, βρώµατα οὐκ ἀπάργµατα, καὶ ἃ µηδ' ἂν τῶν ἡγουµένωντινὶ προσενέγκοιεν, ἢ ἀτιµασθεῖεν ἂν προσενεγκόντες, ταῦτα προσφέρειν τῷ βασιλεῖ τῶν ὅλων εὐχὴν εὐξαµένους, χωλὰ, καὶ ἄῤῥωστα, καὶ διεφθαρµένα, καὶβέβηλα παντελῶς, καὶ ἀπόπτυστα· νῦν δὲ τῆς πρὸς τοὺς Λευΐτας τοῦ Θεοῦ διαθήκης ὑποµιµνήσκοντα,( ἡ δὲ ἦν τῆς ζωῆς καὶ τῆς εἰρήνης), καὶ φόβῳ φοβεῖσθαι τὸν Κύριον, καὶ ἀπὸ προσώπουτοῦ ὀνόµατος αὐτοῦ στέλλε σθαι. Νόµος, φησὶν, ἦν ἀληθείας ἐν τῷ στόµατι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη µετ' ἐµοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἐξ ἀδικίας, ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νό µον ἐκζητήσουσιν ἐκστόµατος αὐτοῦ. Καὶ ἡ αἰτία ὡς τιµία τε ἅµα καὶ φοβερά! διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστι. Καὶ παραιτοῦµαι µὲν τῶν ἐπὶ τούτοις ἀρῶν τὸ βλάσφηµον· φο βοῦµαι δὲ τὴν ἀλήθειαν· ἀλλ' ὃ µέτριόν τε ἅµα εἰπεῖν καὶ συµφέρον· Εἰ ἔτι ἄξιον, φησὶν, ἐπιβλέψαι εἰς θυσίαν ὑµῶν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑµῶν; ὡς ἂν µάλιστα δυσχεραίνων, καὶ τὴν ἱερουργίαν αὐτῶν διὰ τὴν κακίαν ἀποπεµπόµενος.
1.ΞΒ
Ζαχαρίου µὲν γὰρ ὅτ' ἂν µνησθῶ, φρίσσω τὸ δρέπανον, ὁµοίως καὶ ἃ κατὰ τῶν ἱερέων µαρτύρε ται οὗτος· ἃ µὲν περὶ Ἰησοῦ τοῦ πάνυ, ἱερέως τοῦ µεγάλου, παραδηλοῖ, ὃν περιδύσας τῷ λόγῳ τὴν ῥυπαρὰν ἐσθῆτα καὶ ἀναξίαν, τὴν ἱερατικὴν καὶ λαµπρὰν περιτίθησιν· ὅσα τε ὁ ἄγγελος αὐτῷ λέγων πρὸς τὸν Ἰησοῦν καὶ ἐπισκήπτων πεποίηται· ταῦτα µὲν, εἰς µείζονα καὶ ὑψηλότερα ἴσως ἢ κατὰ τοὺς πολλοὺς ἱερέας ἀναφερόµενα, σιωπῇ τιµά σθω· πλὴν ὅτι καὶ τούτου ἐκ δεξιῶν ὁ διάβολος εἱστή κει τοῦ ἀντικεῖσθαι αὐτῷ· πρᾶγµα ἐµοὶ γοῦν οὐ µέτριον, οὐδὲ ὀλίγου φόβου καὶ φυλακῆς ἄξιον.
1.ΞΓ
Ἃ δὲ τῶν λοιπῶν κατηγορεῖ ποιµένων ἐπιµε λῶς καὶ καθάπτεται, τίς οὕτω τολµηρὸς καὶ τὴν ψυχὴν ἀδαµάντινος, ὥστε µὴ τρέµειν ἀκούων, καὶ αὐτὸςἑαυτοῦ γίνεσθαι µετριώτερος; Φωνὴ, φησὶ, θρη νούντων ποιµένων, ὅτι τεταλαιπώρηκεν ἡ µεγα λοσύνη αὐτῶν· φωνὴ ὠρυοµένων λεόντων, ὅτι τάδε πεπόνθασι. Μονονοὺ κἀκούει τῶν θρήνων ὡς ἤδη παρόντων, καὶ συνθρηνεῖ τοῖς πάσχουσιν. Ἔτι δὲ µικρὸν ἔµπροσθεν πληκτικώτερον καὶ σφοδρότερον· Ποιµαίνετε, φησὶ, τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάµενοι κατέσφαζον, καὶ οὐ µετεµελοῦντο· καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον. Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαµεν· καὶ οἱ ποιµένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐ τοῖς.∆ ιὰ τοῦτο οὐ φείσοµαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος παντοκρά τωρ· καὶ πάλιν· Ῥοµφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιµένας, καὶ πατάξατε τοὺς ποιµένας, καὶ ἐκ σπάσατε τὰ πρόβατα· καὶ, ἐπάξω τὴν χεῖρά µου ἐπὶ τοὺς ποιµένας, καὶ ὠργίσθη ὁ θυµός µου ἐπὶ τοὺς ποιµένας, καὶ ἐπὶ τοὺς ἀµνοὺς ἐπισκέ ψοµαι· προστιθεὶς ἤδη τῇ ἀπειλῇ καὶ τοῦ λαοῦ τοὺς προέχοντας. Οὕτω φιλοπόνως προσκαθέζεται τῷ λόγῳ καὶ οὐδὲ ἀπαλλαγῆναι δύναται ῥᾳδίως τῶν ἀπειλῶν· ὥστε δέδοικα µὴ καὶ αὐτὸς ἀπευκτὸς ὦ οὕτως.
1.Ξ∆
Ἵνα δὲ τοὺς ἐν τῷ∆ ανιὴλ παραδράµωµεν πρεσβυτέρους· καὶ γὰρ παραδράµοιµεν, καὶ τὸ τῷ δεσπότῃ περὶ αὐτῶν καλῶς εἰρηµένον καὶ προηγορευµένον, ὅτι ἐξῆλθεν ἀνοµία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδό κουν κυβερνᾷν τὸν λαόν· πῶς οἴσοµεν Ἰεζε κιὴλ, τὸν τῶν µεγάλων ἐπόπτην καὶ ἐξηγητὴν µυστη ρίων καὶ θεαµάτων; Πῶς µὲν ἃ τοῖς σκοποῖς διακελεύεται, µὴ κατασιωπᾷν τὴν κακίαν, καὶ τὴν ἐπερχοµένην ταύτῃ ῥοµφαίαν; ὡς οὔτε αὐτοῖς τοῦτο λυσιτελοῦν, οὔτε τοῖς ἁµαρτάνουσι· τοῦ δὲ προϊδέσθαι καὶ προκηρῦξαι ἀµφοτέρους ὀνήσον τος, εἰ οἱ µὲν εἴποιεν, οἱ δὲ ἀκούσαιεν, ἢ πάντως γε τοὺς µηνύσαντας.
1.ΞΕ
Πῶς δὲ τὴν ἄλλην καταδροµὴν, ἣν ποιεῖται κατὰ τῶν ποιµαινόντων, νῦν µὲν ἐν τούτοις τοῖς ῥήµασιν· Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν, καὶ ἐκζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόµος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων· νῦν δὲ ἐν ἐκείνοις πάλιν· Υἱὲ ἀνθρώ που, εἶπον αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχοµένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡµέρᾳ ὀργῆς· ἧς οἱ ἀφηγούµενοι ἐν µέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόµε νοι, ἁρπάζοντες ἁρπάγµατα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ· καὶ µετ' ὀλίγα· Οἱ ἱερεῖς αὐτῆς ἠθέτουν νόµον µου, καὶ ἐβεβήλουν τὰ ἅγιά µου· βεβήλοις τε καὶ ἁγίοις, φησὶν, οὐ διέστελλον, ἀλλὰ πάντα ἦν αὐτοῖς ἓν, καὶ ἀπὺ τῶν σαββάτων µου παρεκάλυπτον τοὺς ὀφθαλµοὺς αὐτῶν, καὶἐβεβηλούµην ἐν µέσῳ αὐτῶν· συντελεῖν τε τὸν τοῖχον, καὶ τοὺς ἀλείφοντας αὐτὸν ἀπειλῶν· τὸ δέ ἐστι, τοὺς ἁµαρτάνοντας καὶ τοὺς συγκαλύπτον τας· ὅπερ εἶναι κακῶν ἀρχόντων καὶ ἱερέων, καὶ πλαγιαζόντων τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωµένας ἐν τοῖς ἐπιθυµήµασιν αὐτῶν.
1.Ξὰς
Καὶ σιωπῶ λέγειν ὅσα περὶ τῶν βοσκόντων ἑαυτοὺς διαλέγεται, τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλοµένων, καὶ τὸ παχὺ σφαζόντων, ἀλλὰµὴ ποιµαινόντων τὰ πρόβατα, τὸ ἠσθενηκὸς οὐκ ἐνισχυόντων, καὶ τὸ συντετριµµένον οὐ καταδε σµούντων, καὶ τὸ πλανώµενον οὐκ ἐπιστρεφόντων, καὶ τὸἀπολωλὸς οὐκ ἐκζητούντων, καὶ τὸ ἰσχυρὸν οὐ φυλαττόντων, ἀλλὰ µόχθῳ κατεργαζοµένων, καὶ κατὰ σπουδὴν ἀπολλύντων· ὡς διεσπάρθαι τὰ πρό βατα κατὰ παντὸς πεδίου καὶ ὄρους, παρὰ τὸ µὴ εἶναι ποιµένας, καὶ γενέσθαι κατάβρωµα πᾶσι πε τεινοῖς καὶ θηρίοις, οὐκ ὄντοςτοῦ ἐκζητοῦντος καὶ ἐπιστρέφοντος. Εἶτα τί; Ζῶ ἐγὼ, φησὶ, λέ γει Κύριος, ἀντὶ τοῦ ταῦτα οὕτως ἔχειν, καὶ γε νέσθαι τὰ πρόβατά µου εἰς προνοµὴν, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιµένας, καὶ ἐκζητήσωτὰ πρόβατά µου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ τὰ µὲν συνάξω καὶ περιποιήσοµαι· οἱ δὲ τὰ καὶ τὰ πείσονται, ἃ τοὺς κακοὺς ποιµένας εἰκός.
1.ΞΖ
Ἀλλ' ἵνα µὴ, τὰ πάντων καὶ πάντας ἀπαριθµούµενος τοὺς προφήτας, µακρὸν ἀποτείνω λόγον, ἑνὸς ἐπιµνησθεὶς ἔτι τοῦ πρὸ τῆς πλάσεως ἐγνωσµέ νου, καὶἐκ µήτρας ἡγιασµένου( Ἱερεµίας ἦν οὗτος), τοὺς λοιποὺς ὑπερβήσοµαι. Ζητεῖ µὲν οὗτος ὑπὲρ κεφαλῆς ὕδωρ, καὶ τοῖς ὀφθαλµοῖς πηγὴν δακρύων, ἵνα κλαύσῃ πρὸς ἀξίαν τὸν Ἰσραήλ· ὀδύρεται δὲ οὐχ ἧττον καὶ τῶν προεστώτων τὴν µοχθηρίαν.
1.ΞΗ
Λέγει µὲν αὐτῷ διελεγχόµενος πρὸς τοὺς ἱερεῖς ὁ Θεός· Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύ ριος; καὶ οἱ ἀντεχόµενοι τοῦ νόµου µου οὐκ ἠπί σταντό µε, καὶ οἱ ποιµένες ἠσέβουν εἰς ἐµέ. Λέ γει δὲ αὐτὸς πάλιν· Ποιµένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, καὶ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νοµὴ, καὶ διεσκορπίσθησαν. Ποι µένες τε, φησὶ, πολλοὶ διέφθειραν τὸν ἀµπελῶνά µου· ἐµόλυναν τὴν µερίδα µου τὴν οὖσαν ἐπιθυ µητὴν, δεδόσθαι εἰς τὴν ἔρηµον ἄβατον. Εἶτα πρὸς αὐτοὺς πάλιν ἀποτείνεται τοὺς ποιµένας· Ὦ, οἱ ποιµένες οἱ ἀπολλύντες καὶ διασκορπίζον τες τὰ πρόβατα τῆς νοµῆς µου· διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιµαίνοντας τὸν λαόν µου· Ὑµεῖς διεσκορπίσατε τὰ πρόβατά µου, καὶ ἐξεώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ' ὑµᾶς, κατὰ τὰ πονηρὰ ἐπιτηδεύµατα ὑµῶν. Ἀλαλάζειν τε βούλεται τοὺς ποιµέ νας, καὶ κόπτεσθαι τοὺς κριοὺς τῶν προβάτων, διότι ἐπληρώθησαν αἱ ἡµέραι αὐτῶν εἰς σφαγήν.
1.ΞΘ
Καὶ τί µοι τὰ παλαιὰ λέγειν; Τίς δὲ, τοῖς Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἔταξε, νηφαλίους, σώφρονας εἶναι, µὴ παροίνους, µὴ πλήκτας, διδακτι κοὺς, ἀλήπτους ἐν πᾶσι καὶ ἀνεπάφους τοῖς πο νηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κα νόνων εὐθύτητα; Τί δαὶ ἃ τοῖς µαθηταῖς Ἰη σοῦς ἐπὶ τὸ κήρυγµα πέµπων νοµοθετεῖ; ὧν τὸ κεφά λαιον, ἵνα µὴ τὰ καθ' ἕκαστον λέγω, τοιούτους εἶναι τὴν ἀρετὴν, καὶ οὕτως εὐσταλεῖς καὶ µετρίους, καὶ ἔτι συντόµως εἰπεῖν, οὐρανίους, ὥστεοὐχ ἧττον διὰ τὸν τρόπον αὐτῶν, ἢ διὰ τὸν λόγον τρέχειν τὸ Εὐαγγέλιον. 35. 480
1.Ο
Ἐµὲ δὲ φοβοῦσι καὶ ὀνειδιζόµενοι Φαρισαῖοι καὶ γραµµατεῖς ἐλεγχόµενοι· ὧν αἰσχρὸν, εἰ πολὺ περιεῖναι δέον τὴν ἀρετὴν, ὡς διατετάγµεθα, εἴ τι δεοίµεθα τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τὴν κα κίαν φαινοίµεθα χείρους· ὥστε καὶ ὄφεις εἰκό τως ἂν ἀκοῦσαι, καὶ γεννήµατα ἐχιδνῶν, καὶ ὁδηγοὶ τυφλοὶ, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάµηλον καταπίνοντες, καὶ τάφοιῥυπαροὶ τὰ ἔνδον, µετ' εὐπρεπείας τῆς ἔξωθεν καὶ παροψίδες καθαραὶ τὸ φαινόµενον, καὶ τἄλλα ὅσα ἐκεῖνοι καὶ εἰσὶ καὶ ἀκούουσι.
1.ΟΑ
Τούτοις ἐγὼ σύνειµι καὶ νύκτωρ καὶ µεθ' ἡµέραν τοῖς λογισµοῖς· ταῦτά µοι τὸν µυελὸν ἐκτήκει, καὶ δαπανᾷ τὰς σάρκας, καὶ οὐκ ἐᾷ θρασὺν εἶναι καὶ ἄνω βλέποντα· ταῦτά µοι ταπεινοῖ τὴν ψυχὴν, καὶ τὸν νοῦν συστέλλει, καὶ τῇ γλώσσῃ δεσµὸν ἐπιτίθησι, καὶ οὐ περὶ προστα σίας εἶναι ποιεῖ τὸν λόγον, οὐδὲ τοῦκατορθοῦν ἄλλους καὶ διευθύνειν, ὃ πολλῆς ἐστι τῆς περιουσίας· ἀλλ' ὅπως ἂν αὐτὸς τὴν ἐρχοµένην ὀργὴν διαφύγοιµι, καὶ µικρόν τι τοῦ ἰοῦ τῆς κακίας ἐµαυ τὸν ἀποξέσαιµι. Καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι· σοφισθῆναι, καὶ οὕτω σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι Θεῷ, καὶ προσαγαγεῖν ἄλλους· ἁγιασθῆναι, καὶ ἁγιάσαι· χειραγωγῆσαι µετὰ χειρῶν, συµβουλεῦσαι µετὰ συνέσεως.
1.ΟΒ
Πότε οὖν ἔσται ταῦτα, φασὶν οἱ ταχεῖς τὰ πάντα, καὶ οὐκ ἀσφαλεῖς, οἱ ῥᾳδίως οἰκοδοµοῦντες, καὶ καταλύοντες; Καὶ πηνίκα ὁ λύχνος ἐπὶ τὴν λυχνίαν; Καὶ ποῦ τὸ τάλαντον; οὕτω τὸ χάρισµα λέγοντες. Ταῦτα οἱ θερµότεροι τὴν φιλίαν ἢ τὴν εὐ λάβειαν. Πότε ταῦτα, καὶ τίς ὁ ἐµὸς λόγος, ὦ γεν ναιότατοι; Οὐ µακρὰ προθεσµία, οὐδὲ γῆρας τὸ ἔσχατον. Κρείσσων γὰρ πολιὰ µετὰ φρονήσεως ἀπαιδεύτου νεότητος, καὶ λελογισµένη βραδύτης τάχους ἀπερισκέπτου· καὶ ὀλιγοχρόνιος βασιλεία µακρᾶς τυραννίδος· ὡς καὶ ὀλίγη µερὶς τιµία πολλῆς κτήσεως ἀτίµου καὶ σφαλερᾶς, καὶ χρυσὸς ὀλίγος µολύβδου πολυταλάντου, καὶ πολλοῦ σκότους. ὀλίγον φῶς.
1.ΟΓ
Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατ εσπουδασµένον, µὴ τῶν σπερµάτων ἐκείνοις ἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ µὴἔχειν βάθος γῆς, εὐθὺς ἀνακύψαντα, οὐδὲ τὴν πρώτην ἤνεγκε τοῦ ἡλίου θερµότητα· ἢ τῷ κατὰ τῆς ψάµµου τεθέντι θεµελίῳ, µηδὲ ὀλίγον ἀντι σχόντι πρὸς τὴν βροχὴν καὶ τὰ πνεύµατα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστι, φησὶ Σολοµῶν· καὶ, Μὴ ἴσθι ταχὺς ἐν λό γοις, τοῦ αὐτοῦ Σολοµῶντος φωνὴ, πρᾶγµά τι ἔλαττον, λέγοντος, τὸ περὶ λόγον τάχος τῆς περὶ πρᾶξιν θερµότητος. Καὶ τίς ἐστι παρὰ ταῦτα ὁ τὸ τάχος ἀπαιτῶν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ συµφέροντος; Τίς ὁ πλάττων, καθάπερ αὐθήµερον τοὺς πηλίνους, τὸν τῆς ἀληθείας προστάτην, τὸν µετὰ ἀγγέλων στησόµενον, καὶ µετὰ ἀρχαγγέλων δοξάσοντα, καὶἐπὶ τὸ ἄνω θυσιαστήριον ἀναπέµ ψοντα τὰς θυσίας, καὶ Χριστῷ συνιερεύσοντα, τὸν ἀναπλάσοντα τὸ πλάσµα, καὶ παραστήσοντα τὴν εἰκόνα, καὶ τῷ ἄνωκόσµῳ δηµιουργήσοντα, καὶ τὸ µεῖζον εἰπεῖν, Θεὸν ἐσόµενον, καὶ θεοποιή σοντα;
1.Ο∆
Οἶδα τίνος ἐσµὲν λειτουργοὶ, καὶ ποῦ κείµε νοι, καὶ ποῦ πέµποντες· οἶδα τοῦ Θεοῦ τὸ ὕψος, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὴν δύναµιν πάλιν· Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα. Καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιµµένων τῇ ἁµαρτίᾳ; Τίς περικείµενος ἔτι τὸν κάτω ζόφον καὶ τῆς σαρκὸς τὴν παχύτητα ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσει νοῦν ὅλον, καὶ µιγήσεται τοῖς ἑστῶσι καὶ ἀοράτοις ἐντοῖς ἀστάτοις καὶ ὁρω µένοις; Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκα θαρµένων καὶ εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασι. Τίς ὁ µετρήσας τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαµῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθµῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς τόπος τῆς καταπαύσεως αὐτοῦ, καὶ τίνι τῶν πάντων ὁµοιωθήσεται;
1.ΟΕ
Τίς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ, καὶ τῇ σοφίᾳ κατασκευάσας ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ µίξας τὸν χοῦν τῷ πνεύµατι, καὶ συνθεὶςζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόµενον Θεοῦ καὶ οὐ περιδρασσόµενον, ἐγγίζον καὶ µακρυνόµενον; Εἶπα, σοφισθήσοµαι, φησὶν ὁ Σολοµῶν, καὶ αὐτὴ ἐµακρύνθη ἀπ' ἐµοῦ µακρὸν ὑπὲρ ὃ ἦν, τὴν σο φίαν λέγων. Καὶ ὄντως ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγηµα· οὐ µᾶλλον εὐφραίνοντος τοῦ εὑρεθέντος ἢ ἀνιῶντος τοῦ διαφεύγοντος· ὅπερ, οἶµαι, φιλεῖ συµβαίνειν τοῖς ἔτι διψῶσιν ἀποσπω µένοις ὕδατος· ἢ κρατεῖν τι οὐ δυναµένοις, ἔχειν νοµίζουσιν· ἢ οὓς ἀπῆλθεν εὐθὺς ἀστραπὴ περι λάµψασα.
1.Οςὰ
Τοῦτό µε ἵστη κάτω, καὶ ταπεινὸν ἐποίει, καὶ εἶναι βέλτιον ἔπειθεν ἀκούειν φωνὴν αἰνέσεως, ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναµιν· ἡ µεγαλειότης, καὶ τὸ ὕψος, καὶ τὸ ἀξίωµα, καὶ αἱ καθαραὶ φύσεις µόλις χωροῦσαι Θεοῦ λαµπρότητα, ὃν ἄβυσσος κα λύπτει, οὗ σκότος ἀποκρυφὴ, φωτὸς ὄντος τοῦ κα θαρωτάτου καὶ ἀπροσίτου τοῖς πλείοσιν· ὃς ἐν τῷ παντὶ τῷδε, καὶ τοῦ παντός ἐστιν ἔξω· ὃς καλόν ἐστιν ἅπαν, καὶ ἄνω παντὸς καλοῦ· ὃς νοῦν φωτίζει, καὶ διαφεύγει νοῦ τάχος καὶ ὕψος, ὑπο χωρῶν ἀεὶ τοσοῦτον, ὅσον καταλαµβάνεται, καὶ ὑπ άγων πρὸς τὰ ἄνω τὸν ἐραστὴν τῷ φεύγειν, καὶτῷ οἷον κρατούµενος κλέπτεσθαι.
1.ΟΖ
Τοσοῦτον µὲν δὴ καὶ τοιοῦτον ἡµῖν τὸ ποθού µενον καὶ σπουδαζόµενον· τοιοῦτον δὲ εἶναι χρὴ τὸν νυµφαγωγὸν τῶν ψυχῶν καὶ προµνήστορα. Ἔµοιγε µὴν δέος, µὴ καὶ τοῦ νυµφῶνος ἔξω ῥιφῶ δε θεὶς χεῖρας καὶ πόδας, ὡς οὐκ ἐνδεδυµένος ἔνδυµα γάµου, ἀλλὰ τολµηρῶς παρενείρας ἐµαυτὸντοῖς ἐκεῖσε ἀνακειµένοις· καίτοι προσεκλήθην µὲν ἐκ νεότητος, ἵν' εἴπω τι τῶν τοῖς πολλοῖς ἀγνοου µένων, καὶ ἐπ' αὐτὸν ἐπεῤῥίφην ἐκ µήτρας, καὶ ἐδόθην δοτὸς ἐκµητρικῆς ὑποσχέσεως, καὶ µετὰ τοῦτο τοῖς κινδύνοις ἐβεβαιώθην· καὶ ὁ πόθος συνηυξήθη, καὶ ὁ λογισµὸς συνέδραµε, καὶ πάντα ἔδωκα φέρων τῷ λαχόντι καὶ σώσαντι, κτῆσιν, πε ριφάνειαν, εὐεξίαν, τοὺς λόγους αὐτοὺς, ὧν τοῦτο ἀπήλαυσα µόνον, τὸ παριδεῖν καὶ ἐσχη κέναι ὧν Χριστὸν προετίµησα. Καὶ ἡδύνθη µοι τὰ τοῦ Θεοῦ λόγια, ὡς κηρία µέλιτος· καὶ τὴν σύν εσιν ἐπεκαλεσάµην, καὶ τῇ σοφίᾳ ἔδωκα φωνήν µου. Καὶ τἄλλα δὴ ταῦτα, οἷον θυµὸν µετρῆσαι, καὶ γλῶσσαν χαλινῶσαι, καὶ ὀφθαλµὸν σωφρονίσαι, καὶ γαστέρα παιδαγωγῆσαι, καὶ δόξαν πατῆσαι τὴνκάτω µένουσαν. Παραφρονῶν λέγω, ἀλλ' οὖν εἰρήσεται· ταῦτα µὲν οὐ τῶν πολλῶν ἴσως ἐγενόµην φαυλότερος.
1.ΟΗ
Τοῦτο δὲ φιλοσοφῆσαι κρεῖττον ἢ καθ' ἡµᾶς, δέξασθαι ψυχῶν ἡγεµονίαν καὶ προστασίαν, καὶ µήπω µηδὲ ποιµαίνεσθαι καλῶς µαθόντας ἡµᾶς, µηδὲ καθαρθέντας τὴν ψυχὴν ὅσον ἄξιον, ἔπειτα ποίµνης ἐπιστατεῖν πιστευθῆναι· καὶ ταῦτα ἐν και ροῖς τοιούτοις, ἐν οἷς ἀγαπητὸν ὁρῶντα τοὺς ἄλλους ἄνω καὶ κάτω στρεφοµένους τε καὶ ταρασσοµέ νους, φυγόντα φυγῇ ἐκ τοῦ µέσου, ὑπὸ σκέπην ἀναχωρήσαντα, λαθεῖν τοῦ πονηροῦ τὴν ζάλην καὶ τὴν σκοτόµαιναν· ἡνίκα πολεµεῖ µὲν ἀλλήλοις τὰ µέλη, οἴχεται δὲ τῆς ἀγάπης, εἰ καί τι ἦν λείψα νον, ὄνοµα δὲ κενὸν ἄλλως ὁ ἱερεὺς, ἐκχυθείσης ἐπ' ἄρχονταςἐξουδενώσεως, ὥσπερ εἴρηται.
1.ΟΘ
Καὶ εἴθε κενόν· νυνὶ δὲ τρέποιτο εἰς κεφαλὰς ἀθέων ἡ βλασφηµία. Φόβος δὲ ἅπας ἐξώρισται τῶν ψυχῶν· ἀντεισῆκται δὲ ἀναίδεια· τοῦ βουλοµένου δὲ ἡ γνῶσις, καὶ τὰ βάθη τοῦ Πνεύµατος· πάντες δέ ἐσµεν εὐσεβεῖς ἐξ ἑνὸς µόνου τοῦ καταγινώσκειν ἄλλων ἀσέβειαν. Χρώµεθα δὲ δικασταῖς τοῖς ἀθέοις, καὶ ῥιπτοῦ µεν τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοµεν τοὺς µαργα ρίτας ἔµπροσθεν τῶν χοίρων, βεβήλοις ἀκοαῖς καὶ ψυχαῖςτὰ θεῖα δηµοσιεύοντες· καὶ τὰς τῶν ἐχθρῶν εὐχὰς ἐπιµελῶς ἐκπληροῦµεν οἱ δείλαιοι, καὶ πορ νεύοντες ἐν τοῖς ἐπιτηδεύµασιν ἡµῶν οὐκ αἰσχυνό µεθα. Μωαβῖται δὲ καὶ Ἀµµανῖται, οἷς οὐδ' ἐξῆν παριέναι εἰς Ἐκκλησίαν Κυρίου, τοῖς ἁγιωτάτοις ἡµῶν ἐµβατεύουσιν. Ἠνοίξαµεν δὲ πᾶσιν οὐ πύλας δικαιοσύνης, ἀλλὰ θύρας λοιδορίας τε καὶ τῆς κατ' ἀλλήλων θρασύτητος· καὶ οὗτος ἄριστος ἡµῖν, οὐχ ὃς ἂν µηδὲ ῥῆµα πρόηται ἀργὸν φόβῳ Θεοῦ, ἀλλ' ὃς ἂν τύχῃ πλεῖστα τὸν πλησίον εἰπὼν κακῶς, ἢ διαῤῥήδην, ἢ ἐν αἰνίγµασι· καὶ ὑπὸ τὴν γλῶσσαν αὐτοῦ στρέφων κόπον καὶ πόνον, ἢ ἰὸν ἀσπίδων, εἰπεῖν οἰκειότερον.
1.Π
Τηροῦµεν δὲ τὰς ἀλλήλων ἁµαρτίας, οὐχ ἵνα θρηνήσωµεν, ἀλλ' ἵνα ὀνειδίσωµεν· οὐδ' ἵνα θεραπεύ σωµεν, ἀλλ' ἵνα προσπλήξωµεν, καὶ ἀπολογίαν ἔχωµεν τῶν ἡµετέρων κακῶν τὰ τῶν πλησίον τραύµατα. Κακοὺς δὲ καὶ ἀγαθοὺς οὐχ ὁ τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σή µερον ἐπαινοῦµεν, αὔριον ἐκακίσαµεν· καὶ ἃ παρ' ἄλλοις στηλιτεύεται, παρ' ἡµῖν θαυµάζεται· καὶ πάντα συγχωρεῖται προθύµως τῷ ἀσεβεῖν. Οὕτω τὴν κακίαν ἐσµὲν µεγαλόψυχοι!
1.ΠΑ
Γέγονε δὲ πάντα ὡς τὸ ἀπαρχῆς, ὅτε οὔ πω κόσµος ἦν, οὐδὲ ἡ νῦν εὐταξία καὶ µόρφωσις· ἀλλὰ συγκεχυµένον τὸ πᾶν καὶ ἀνώµαλον ἐδεῖτο τῆς εἰδοποιοῦ χειρὸς καὶ δυνάµεως. Εἰ βούλει δὲ, ὡς ἐν νυκτοµαχίᾳ καὶ σελήνης ἀµυδροῖς φέγγεσιν, ἐχθρῶν ἢ φίλων ὄψεις οὐ διαγινώσκοντες· ἢ ὡς ἐν ναυµαχίᾳ καὶ ζάλῃ, καὶ πνευµάτων ἐµβολαῖς, καὶ ῥοθίῳ ζέοντι, καὶ κυµάτων ἐπιδροµαῖς, καὶ νηῶν ἀραγµοῖς, καὶ κοντῶν ὠθισµοῖς, καὶ κελευστῶνφω ναῖς, καὶ πιπτόντων οἰµωγαῖς ὑπερηχούµενοί τε καὶ ἀπορούµενοι, καὶ τῆς ἀνδρείας καιρὸν οὐκ ἔχον τες, φεῦ τοῦ πάθους! ἀλλήλοις περιπίπτοµεν, καὶ ὑπ' ἀλλήλων ἀναλισκόµεθα.
1.ΠΒ
Καὶ οὐχ ὁ λαὸς µὲν οὕτως, ὁ δὲ ἱερεὺς ἑτέρως· ἀλλά µοι νῦν ἐκεῖνο πληροῦσθαι δοκεῖ καθαρῶς, τὸ, Γέγονεν ὁ ἱερεὺς καθὼς ὁ λαὸς, ἐν κατάρᾳ πάλαι λεγόµενον. Καὶ οὐχ οἱ πολλοὶ µὲν οὕτως, οἱ δὲ ἁδροὶ τοῦ λαοῦ καὶ προέχοντες ἐναντίως· ἀλλ' οὗτοί γε καὶ φανερῶς πολεµοῦσι τοῖς ἱερεῦσιν, ἐφόδιον ἔχοντες εἰς πειθὼ τὴν εὐσέβειαν· καὶ ὅσοι µὲν περὶ πίστεως τοῦτο πασχόντων, καὶ τῶν ἀνωτά τω ζητηµάτων καὶ πρώτων οὐδ' ἐγὼ µέµ φοµαι, ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ προσεπαινῶ, καὶ συνήδοµαι. Καὶ τούτων εἷς εἴην τῶν ὑπὲρ ἀλη θείας ἀγωνιζοµένων καὶ τῶν ἀπεχθανοµένων· µᾶλλον δὲ καὶ εἶναι καυχήσοµαι. Κρείττων γὰρ ἐπαινετὸς πόλεµος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν µαχητὴν ὁπλίζει τὸ Πνεῦµα, ὡς κα λῶς πολεµεῖν δυνάµενον. 35. 489
1.ΠΓ
Νῦν δέ εἰσί τινες οἱ καὶ περὶ µικρῶν πολε µοῦντες, καὶ εἰς οὐδὲν ὅφελος, καὶ κοινωνοὺς, ὅσους ἂν δύνωνται, τοῦ κακοῦ προσλαµβάνοντες, λίαν ἀµα θῶςκαὶ θρασέως. Εἶτα ἐπὶ πᾶσιν ἡ πίστις, καὶ τοῦτο τὸ σεµνὸν ὄνοµα ταῖς ἰδίαις αὐτῶν φι λονεικίαις παρασυρόµενον. Ἐκ δὲ τούτων, ὡς τὸ εἰ κὸς, µισούµεθα µὲν ἐν τοῖς ἔθνεσι, καὶ ὃ τούτου χαλεπώτερον, οὐδὲ εἰπεῖν ἔχοµεν, ὡς οὐ δικαίως· δια βεβλήµεθα δὲ καὶ τῶν ἡµετέρων τοῖς ἐπιεικεστέροις· οὐδὲν γὰρ θαυµαστὸν εἰ τοῖς πλείοσιν, οἳ µόλις ἄν τι καὶ τῶν καλῶν ἀποδέχοιντο.
1.Π∆
Τεκταίνουσι δὲ ἐπὶ τῶν νώτων ἡµῶν οἱ ἁµαρτωλοί· καὶ ἃ κατ' ἀλλήλων ἐπινοοῦµεν, κατὰ πάντων ἔχουσι· καὶ γενόναµεν θέατρον καινὸν, οὐκ ἀγγέλοις καὶ ἀνθρώποις, οἷον ὁ γενναιότατος τῶν ἀθλητῶν Παῦλος, πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξου σίαςἀγωνιζόµενος, ἀλλὰ πᾶσι µικροῦ τοῖς πονηροῖς, καὶ ἐπὶ παντὸς καιροῦ καὶ τόπου, ἐν ἀγοραῖς, ἐν πό τοις, ἐν εὐφροσύναις, ἐν πένθεσιν. Ἤδη δὲ προήλθοµεν καὶ µέχρι τῆς σκηνῆς, ὃ µικροῦ καὶ δακρύω λέγων, καὶ µετὰ τῶν ἀσελγεστάτων γελώµεθα· καὶ οὐδὲν οὕτω τερπνὸν τῶν ἀκουσµάτων καὶ θεαµάτων, ὡς Χριστιανὸς κωµῳδούµενος.
1.ΠΕ
Ταῦτα ἡµῖν ὁ πρὸς ἀλλήλους πόλεµος· ταῦτα οἱ λίαν ὑπὲρ τοῦ ἀγαθοῦ καὶ πράου µα χόµενοι· ταῦτα οἱ πλέον ἀγαπῶντες τὸν Θεὸν ἢ ὅσον συµφέρει· καὶ παλαίειν µὲν οὐκ ἔξεστιν ἔξω τῶν νενοµισµένων, οὐδ' ἄλλο τι ἀγωνίζεσθαι· ἢ καταβοή σεται καὶ ἀτιµασθήσεται, καὶ ἀπολεῖ τὴν νίκην ὁ ἐκπαλαίων, ἢ ἄλλο τι µὴ καλῶς ἀγωνιζόµενος, µηδὲ κατὰ τοὺς κειµένους ὅρους τῆς ἀγωνίας, κἂν ὅτι γενναῖος ᾖ καὶ τεχνικώτατος· ὑπὲρ Χριστοῦ δὲ ἀγωνιεῖταί τις οὐ κατὰ Χριστὸν, ἔπειτα χα ριεῖται τῇ εἰρήνῃ, πολεµῶν ὑπὲρ αὐτῆς ὡς οὐκ ἕξεστι;
1.Πςὰ
Καὶ οἱ µὲν δαίµονες φρίττουσιν εἰς ἔτι καὶ νῦν Χριστοῦ καλουµένου, καὶ οὐδὲ ὑπὸ τῆς κακίας ἡµῶν ἐξίτηλος γέγονεν ἡ τοῦ ὀνόµατος τούτου δύνα µις· ἡµεῖς δὲ οὐκ αἰσχυνόµεθα τὸ σεµνὸν οὕτω καὶ πρᾶγµα καὶ ὄνοµα καθυβρίζοντες· καὶ µονονοὺ φανερῶς αὐτοῦ βοῶντος ἀκούοντες καὶ καθ' ἑκάστην ἡµέραν· Τὸ γὰρ ὄνοµά µου βλασφηµεῖται δι' ὑµᾶς ἐν τοῖς ἔθνεσι.
1.ΠΖ
Καὶ τὸν µὲν ἔξωθεν οὐ δέδοικα πόλεµον, οὐδὲ τὸν νῦν ἐπαναστάντα θῆρα ταῖς ἐκκλησίαις, καὶ τοῦ πονηροῦ τὸ πλήρωµα, κἂν πῦρ ἀπειλῇ, κἂν ξί φη, κἂν θῆρας, κἂν κρηµνοὺς, κἂν βάραθρα, κἂν πάντων γένηται τῶν πώποτε µανέντων ἀπανθρωπό τατος, κἂν ταῖς οὔσαις τιµωρίαις προσεξεύρῃ χαλε πωτέρας. Ἓν ἔχω πρὸς πάντα φάρµακον, µίαν ὁδὸν εἰς νίκην· Ἐν Χριστῷ καυχήσοµαι, τὸν ὑπὲρ Χριστοῦ θάνατον.
1.ΠΗ
Πρὸς δὲ τὸν ἐµὸν πόλεµον οὐκ ἔχω τίς γένω µαι, τίνα συµµαχίαν ἐξεύρω, τίνα λόγον σοφίας, τί χάρισµα, ποίᾳ πανοπλίᾳ πρὸς τὰς τοῦ πονηροῦµεθοδείας ὁπλίσοµαι. Τίς νικήσει τοῦτον Μωϋσῆς ἐκτείνας τὰς χεῖρας ἐπὶ τοῦ ὄρους, ἵν' ὁ σταυρὸς ἰσχύσῃ τυπούµενος καὶ προµηνυόµενος; Τίς Ἰη σοῦς µετὰ τοῦτον, τῷ ἀρχιστρατήγῳ τῶν θείων πα ρατάξεων συµπαραταττόµενος; Τίς∆ αβὶδ, ἢ ψάλλων, ἢ πολεµῶν ἐν σφενδόναις, καὶ ὑπὸ τοῦ Θεοῦ περι εζωσµένος δύναµιν εἰς πόλεµον, καὶ τοὺς δακτύ λους εἰς παράταξιν γυµναζόµενος; Τίς Σαµουὴλ, καὶ προσευχόµενος τοῦ λαοῦ καὶ προθυόµενος, καὶ χρίων εἰς βασιλέα τὸν νικᾷν δυνάµενον; Τίς θρη νήσει ταῦτα πρὸς ἀξίαν Ἱερεµίας, θρήνους γράφων ὑπὲρ τοῦ Ἰσραήλ;
1.ΠΘ
Τίς βοήσεται, Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ µὴ δῷς τὴν κληρονοµίαν σου εἰς ὄνει δος, τοῦ κατάρξαι αὐτῶν ἔθνη; Τίς περὶ ἡµῶν προσεύξεται Νῶε, καὶ Ἰὼβ, καὶ∆ ανιὴλ, οἱ συνευ χόµενοι καὶ συναριθµούµενοι, ἵνα κοπάσῃ µικρὸν ἡµῖν ὁ πόλεµος, ἵνα γενώµεθα ἡµῶναὐτῶν, ἵν' ἀλλή λους ποτὲ γνωρίσωµεν, ἵνα µηκέτι ὦµεν ἀνθ' ἑνὸς τοῦ Ἰσραὴλ Ἰούδας καὶ Ἰσραὴλ, µηκέτιῬοβοὰµ καὶ Ἱεροβοὰµ, µηκέτι Ἱερουσαλὴµ καὶ Σαµάρεια, αἱ ἐν µέρει διὰ τὰς ἁµαρτίας παραδιδό µεναι, καὶ ἐν µέρει θρηνούµεναι;
1.ὰ
Ἐγὼ µὲν γὰρ ἀσθενέστερος εἶναι τοῦ πολέµου τούτου ὁµολογῶ, καὶ διὰ τοῦτο ἔδωκα τὰ νῶτα, καλύψας τὸ πρόσωπον ἐντροπῇ, καὶ καταµόναςκαθεσθῆναι, ὅτι πικρίας ἐνεπλήσθην, ἐζήτησα καὶ σιωπῆσαι, συνιὼν, ὅτι ὁ καιρὸς πονηρός ἐστιν· ὅτι ἀπελάκτισαν οἱ ἠγαπηµένοι, ὅτι γεγόναµεν υἱοὶ ἀφεστηκότες, ἡ ἄµπελος ἡ εὐκληµατοῦσα, ἡ ἄµπελος ἡ ἀληθινὴ, πᾶσα καρποφόρος, ὡραία πᾶσα, καλῶς ταῖς σταγόσι ταῖς ἄνωθεν ἀνατέλλουσα· ὅτι ἐστράφη εἰς ἀτιµίαν ἐµοὶ τὸ διάδηµα τοῦ κάλλους, τὸ ἀποσφράγισµα τῆς ἐµῆς δόξης, ὁ τῆς καυχήσεως στέφανος· εἰ δέ τις πρὸς ταῦτα τολµηρὸς καὶ γενναῖος, µακάριος οὗτος ἐµοὶ τοῦ θάρσους καὶ τῆς γενναιότητος.
1.ὰΑ
Καὶ οὔπω λέγω τὸν ἔνδον καὶ ἐν ἡµῖν αὐ τοῖς, τὸν ἐν τοῖς πάθεσι πόλεµον, ὃν πολεµούµεθα νυ κτὸς καὶ ἡµέρας ὑπὸ τοῦ τῆς ταπεινώσεως σώµατος, τὰµὲν κρύβδην, τὰ δὲ φανερῶς· καὶ τῆς ἄνω καὶ κάτω κυµαινούσης ἡµᾶς καὶ στροβούσης, διά τε αἰ σθήσεως καὶ τῶν ἄλλων τερπνῶν τοῦ βίου τούτου περιφορᾶς, τοῦ τε πηλοῦ τῆς ἰλύος, ᾧ ἐµπεπή γµεθα, καὶ τοῦ νόµου τῆς ἁµαρτίας ἀντιστρατευοµέ νου τῷ νόµῳ τοῦ πνεύµατος, καὶ διαφθείρειν ἐπιχει ροῦντος τὴν βασιλικὴν ἐν ἡµῖν εἰκόνα, καὶ ὅσοντῆς θείας ἀποῤῥοίας ἡµῖν συγκαταβέβληται· ὡς µόλις ἄν τις ἑαυτὸν ἢ µακρᾷ φιλοσοφίᾳ παιδαγωγή σας, καὶ ἀποῤῥηγνὺς κατὰ µικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φωτοειδὲς τοῦ ταπεινοῦ καὶ τῷ σκότει συνεζευγµένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄµφω ταῦτα, καὶ µελέτην ὅτι µάλιστα ποιούµενος ἄνω βλέπειν τῆς κατασπώσης ὕλης ἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν ὅση δύναµις καὶ ἀνα καθᾶραι ἱκανῶς τὴν διάνοιαν, ὑπέρ τε τοὺς ἄλλους µακρῷ γενέσθαι τῇ πρὸς Θεὸν ἐγγύτητι, ἢψυχῶν προστασίαν δέξασθαι, ἢ µεσιτείαν Θεοῦ καὶ ἀνθρώπων( τοῦτο γὰρ ἴσως ὁ ἰερεὺς), οὐκ ἀσφαλὲς εἶναι γινώσκω.
1.ὰΒ
Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος; ἵνα µή µε τοῦ δέοντος δειλότερον ὑπολαµβάνητε, ἀλλὰ καὶ σφόδρα ἐπαινῆτε τῆς προµηθείας. Ἀκούω µὲν αὐτοῦ Μωσέως, ἡνίκα ἐχρηµάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι, πλειόνων εἰς τὸ ὄρος προσκεκλη µένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶ τοῖς δύοτοῖς ἱερεῦσι, καὶ ἑβδοµήκοντα πρεσβυτέρων τῆς γε ρουσίας, οἱ µὲν λοιποὶ προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωσῆς µόνος, οὐ συνανα βῆναι δὲ ὁλαὸς ὡς οὐ πάντων ὄντος Θεοῦ γενέ σθαι πλησίον, πλὴν εἴ τις κατὰ Μωσέα Θεοῦ χωρῆ σαι δόξαν δυνάµενος· καὶ ἔτι πρὸ τούτων ἐν ἀρχῇ τῆς νοµοθεσίας, τοὺς µὲν ἄλλους σάλπιγγες, καὶ ἀστραπαὶ, καὶ βρονταὶ, καὶ γνόφος, καὶ ὅλον καπνι ζόµενον τὸ ὄρος, καὶἀπειλαὶ φρικώδεις, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ ἄλλα τοιαῦτα δείµατα ἵστη κάτω, καὶ µέγα ἦν αὐτοῖς, µόνης ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς, εὖ µάλα ἁγνισαµένοις· Μωσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ νοµοθετεῖται, καὶ δέχεται πλάκας· τοῖς µὲν πολ λοῖς τὰς τοῦ γράµµατος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὰς τοῦ πνεύµατος.
1.ὰΓ
Ἀκούω δὲ Ναδὰβ καὶ Ἀβιοὺδ, ὅτι, ξένῳ πυρὶ θυµιάσαντες µόνον, ξένῳ καὶ ἀνηλώθησαν κο λασθέντες δι' ὧν ἠσέβησαν, καὶ τὸν αὐτὸν εὑρόντες τῆςἀπωλείας, ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον· καὶ οὐδὲ Ἀαρὼν ἤρκεσε πρὸς σωτηρίαν αὐτοῖς ὁ πα τὴρ, ὁ Μωσέως παρὰ Θεῷ δεύτερος. Γινώσκω δὲ καὶ Ἡλεὶ τὸν ἱερέα, καὶ µικρὸν ὕστερον Ὀζᾶν, τὸν µὲν ὑπὲρ τῆς τῶν παίδων παρανοµίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλµων κατὰ τῶν θυσιῶνπρὸ καιροῦ τῶν λεβήτων ἀπαρχόµενοι, καὶ ταῦτα οὐκ ἀποδεχό µενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιµήσαντα· τὸν δὲ, ὅτι, ψαύσας τῆς κιβωτοῦ µόνον περισπασθείσης ὑπὸ τοῦ µόσχου, τὴν µὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος τοῦ Θεοῦ τῇ κιβωτῷτὸ σεβάσµιον.
1.ὰ∆
Οἶδα δ' ἔγωγε µηδὲ τοὺς ἐν τοῖς σώµασι µώµους τῶν ἱερέων, ἢ τῶν θυµάτων ἀνεξετάστους µένοντας, ἀλλὰ τελείους τέλεια προσάγειν νενοµισµένον, σύµβολον, οἶµαι, τοῦτο τῆς κατὰ ψυχὴν ἀρτιότητος· µηδὲ στολῆς τῆς ἱερατικῆς, ἢ σκεύους τινὸς τῶν ἁγίων ψαύειν παντὶ θεµιτὸν ὄν· µηδὲ τὰς θυσίας αὐτὰς, ὑφ' ὧν, καὶ ὅτε, καὶ οὗ µὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· µηδὲ τὸ ἔλαιον ἀποµιµεῖσθαι τῆς χρί σεως, µηδὲ τὸ θυµίαµα τῆς συνθέσεως· µηδὲ εἰς τὸ ἱερὸν εἰσιέναι, ὅστις ἢ ψυχὴν ἢ σῶµα οὐ καθαρὸς, µέχρι καὶ τῶν µικροτάτων· τοσούτου δεῖ εἰς τὰ ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ὧν ἑνὶ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ µόνον ἐπιβατὸν ἦν· τοσούτου δεῖ τὸ καταπέτασµα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ τὰ χερουβὶµ, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.
1.ὰΕ
Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι µηδεὶς ἄξιος τοῦ µεγάλου καὶ Θεοῦ, καὶ θύµατος, καὶ ἀρχιε ρέως, ὅστις µὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίανζῶσαν, ἁγίαν, µηδὲ τὴν λογικὴν λατρείαν εὐάρεστον ἐπεδείξατο, µηδὲ ἔθυσε τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ πνεῦµα συντετριµµένον, ἣν µόνον ὁ πάντα δοὺςἀπαιτεῖ παρ' ἡµῶν θυσίαν, πῶς ἔµελλον θαῤῥῆσαι προσφέρειν αὐτῷ τὴν ἔξωθεν, τὴν τῶν µεγάλων µυστηρίων ἀντίτυπον· ἢ πῶς ἱερέως σχῆµα καὶ ὄνοµα ὑποδύεσθαι, πρὶν ὁσίοις ἔργοις τελειῶσαι τὰς χεῖρας; πρὶν τὸν ὀφθαλµὸν ἐθίσαι βλέ πειν ὑγιῶς τὴν κτίσιν, καὶ εἰς θαῦµα µόνον τοῦ κτίσαντος, ἀλλὰ µὴ ζηµίαν τοῦ πλάσαντος; πρὶν τῇ παιδείᾳ Κυρίου ἱκανῶς ἀνοιγῆναι τὰ ὦτα, καὶ προστεθῆναί µοι ὠτίον µὴ βαρέως ἀκούειν δυνάµενον, ἀλλὰ ἐνώτιον χρυσοῦν σαρδίῳ πολυτελεῖ δεθῆναι, λόγον σοφοῦ εἰς οὖς εὐήκοον; πρὶν τὸ στόµα, τὰ χείλη, τὴν γλῶσσαν, τὸ µὲν ἀνοιγῆναι καὶ ἑλκῦσαι πνεῦµα, ἢ πλατυνθῆναι καὶ πληρωθῆναι τῷ πνεύµατι λαλουµένων µυστηρίων τεκαὶ δογµά των· τὰ δὲ αἰσθήσει θείᾳ, κατὰ τὴν σοφίαν εἰπεῖν, δεθῆναι, προσθείην δ' ἂν ὅτι καὶ ἐν καιρῷ λυθῆναι· τὴν δὲ πλησθῆναι ἀγαλλιάσεως, καὶ θείας µελῳδίας γενέσθαι πλῆκτρον, ἐξεγειροµένην τῇ δόξῃ, συνεξεγειροµένην ὄρθριον, καὶ µέχρι τοῦ κολληθῆναιτῷ λάρυγγι κάµνουσαν; πρὶν ἐπὶ πέτραν στῆναι τοὺς πόδας µου, καταρτισθέντας ὡς ἐλάφων, καὶ κατευ θυνθῆναί µοι τὰ κατὰ Θεὸν διαβήµατα, µὴ παρ' ὀλίγον µηδ' ὅλως ἐκχεόµενα; πρὶν ἅπαν µέλος ὅπλον γενέσθαι δικαιοσύνης, καὶ ἀποθέσθαι πᾶσαν νεκρό τητα, καταποθεῖσαν ὑπὸ τῆς ζωῆς, καὶ ὑποχωρήσα σαν τῷ πνεύµατι;
1.ὰς
Τίς µήπω τοῖς ἁγνοῖς καὶ πεπυρωµένοις τοῦ Θεοῦ λογίοις καεὶς τὴν καρδίαν ἐν τῷ διανοιγῆναι αὐτῷ τὰς Γραφάς· µηδὲ ἀπογραψάµενος αὐτὰ τρισσῶς ἐπὶ πλάτος τῆς καρδίας, ὥστε νοῦν ἔχειν Χριστοῦ· µηδὲ τῶν τοῖς πολλοῖς ἀποκρύφων καὶ ἀοράτων καὶ σκοτεινῶν θησαυρῶν εἴσω γενόµε νος, ὥστε τὸν ἐν αὐτοῖς κατοπτεῦσαι πλοῦτον, καὶ ἄλλουςπλουτίζειν δύνασθαι, πνευµατικὰ συγκρίνων πνευµατικοῖς;
1.ὰΖ
Τίς µήπω θεωρήσας, ὡς θεωρεῖν ἄξιον, τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκεψάµενος τὸν ναὸν αὐτοῦ, µᾶλλον δὲ ναὸς γενόµενος Θεοῦ ζῶντος καὶζῶν κατοικητήριον Χριστοῦ ἐν πνεύµατι; τίς µήπω τύπων καὶ ἀληθείας ἐπιγνοὺς συγγένειαν καὶ διάκρισιν, καὶ τῶν µὲν ἀναχωρήσας, τῇ δὲ προσ θέµενος, ἵνα, τὴν τοῦ γράµµατος φυγὼνπαλαιότητα, τῇ καινότητι δουλεύσῃ τοῦ πνεύµατος, καὶ µε ταβῇ καθαρῶς ἐπὶ τὴν χάριν ἀπὸ τοῦ νόµου πληρου µένου πνευµατικῶς ἐν τῇ καταργήσει τοῦ σώµα τος;
1.ὰΗ
Τίς µήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάµεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι' ἡµᾶς ταπεινοτέρων καὶ τελευταίων, τοῦ Θεοῦ, τοῦ Υἱοῦ, τῆς Εἰκόνος, τοῦ Λόγου, τῆς Σοφίας, τῆς Ἀληθείας, τοῦ Φωτὸς, τῆς Ζωῆς, τῆς∆ υνάµεως, τῆς Ἀτµίδος, τῆς Ἀποῤῥοίας, τοῦ Ἀπαυγάσµατος, τοῦ Ποιητοῦ, τοῦ Βασιλέως, τῆς Κεφαλῆς, τοῦ Νόµου, τῆς Ὁδοῦ, τῆς Θύρας, τοῦ Θεµελίου, τῆς Πέτρας, τοῦ Μαργαρίτου, τῆς Εἰρήνης, τῆς∆ ικαιοσύνης, τοῦ Ἁγιασµοῦ, τῆς Ἀπολυτρώσεως, τοῦ Ἀνθρώπου, τοῦ∆ ούλου, τοῦ Ποιµένος, τοῦ Ἀµνοῦ, τοῦ Ἀρχιερέως, τοῦ Θύµατος, τοῦΠρωτοτόκου πρὸ κτί σεως, Πρωτοτόκου ἐκ τῶν νεκρῶν, τῆς Ἀνα στάσεως· τίς τούτων τῶν ὀνοµάτων τε καὶ πραγµά των ἐπακούων εἰκῆ, καὶ µήπω κοινωνήσας τῷ Λόγῳ, µηδὲ µεταλαβὼν αὐτοῦ, καθ' ὃ τούτων ἕκαστόν ἐστί τεκαὶ κέκληται;
1.ὰΘ
Τίς, µήπω σχολάσας, µηδὲ µαθὼν λαλεῖν Θεοῦ σοφίαν ἐν µυστηρίῳ τὴν ἀποκεκρυµµένην, ἔτι νήπιος ὢν, ἔτι τρεφόµενος γάλακτι, ἔτι τῶν οὐκ ἀριθµουµένων ἐν τῷ Ἰσραὴλ, οὐδὲ καταλεγοµένων εἰς Θεοῦ παράταξιν, µήπω τὸν Χριστοῦ σταυρὸν ὡς ἀνὴρ αἴρειν δυνάµενος, µήπω µηδὲ ἄλλοτι µέλος ὢν ἴσωςτῶν τιµιωτέρων, ἔπειτα εἰς κεφαλὴν καταστῆναι Χριστοῦ πληρώµατος δέξεται χαίρων καὶ προθυµού µενος; Οὐκ ἔµοιγε κριτῇ καὶ συµβούλῳ· ἀλλ' οὗτος ὁ φόβων µέγιστος, οὗτος ὁ κινδύνων ἔσχατος παντὶ τῷ συνιέντι καὶ τοῦ κατορθουµένου τὸ µέγεθος, καὶ τῆς διαµαρτίας τὸν ὄλεθρον.
1.Ρ
Ἄλλος µὲν οὖν πλείτω κατ' ἐµπορίαν, ἔλεγον, καὶ τὰ µακρὰ διαπεραιούσθω πελάγη, καὶ συµ φερέσθω τοῖς ἀνέµοις ἀεὶ καὶ τοῖς κύµασι µεγάλα καὶκερδήσων, ἂν οὕτω τύχῃ, καὶ κινδυνεύσων, ὅστις πλευστικώτατος ἢ ἐµπορικώτατος· ἐµοὶ δ' οὖν αἱρετώτερον ἐπὶ γῆς ἀνέχοντι, βραχεῖαν αὔλακα τέµνοντι καὶ γλυκεῖαν, πόῤῥωθεν ἀσπαζοµένῳ κέρδη καὶ θάλασσαν, ζῇν οὕτως ὅπως ἂνδύνωµαι σὺν ὀλίγῃ καὶ µικρᾷ τῇ µάζῃ, καὶ βίον ἕλκειν ἀσφαλῆ καὶ ἀκύµαντον, ἢ µακρὸν ἀναῤῥιπτεῖν καὶ µέ γαν ἐπὶ µεγάλοις κέρδεσι κίνδυνον.
1.ΡΑ
Ὑψηλῷ µὲν γὰρ ζηµία τὸ µὴ ἐγχειρεῖν µείζοσι, µηδὲ εἰς πλείους διατείνειν τὴν ἀρετὴν, ἀλλ' ἐπὶ µικρῶν ἵστασθαι, οἷον µεγάλῳ φωτὶ µικρὸν οἶκοναὐγάζοντα, ἢ πανοπλίᾳ νεανικῇ σῶµα παιδικὸν πε ρισκέποντα· µικρῷ δὲ ἀσφάλεια µικρὰ φορτίζεσθαι, ἀλλὰ µὴ, τοῖς ὑπὲρ δύναµιν ἑαυτὸν ὑποτιθέντα, γέλωτάτε ὀφλισκάνειν ὁµοῦ, καὶ προστιθέναι τὸν κίνδυνον· ὥσπερ γε καὶ πύργον οἰκοδοµεῖν οὐκ ἄλλῳ τινὶ προσῆκεν ἢ ὃς ἔχει τὰ πρὸς ἀπαρτισµὸν, ὡς ἠκούσαµεν.
1.ΡΒ
Ἔχετε τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς φυγῆς, καὶ ἴσως οὐ µετρίαν. Ἃ µὲν οὖν µε ἀφ' ὑµῶν ἀπή γαγεν, ὦ φίλοι καὶ ἀδελφοὶ, λυπηρῶς µὲν ἐµοὶ καὶ ὑµῖν ἴσως, ἀναγκαίως δ' οὖν, ὡς γοῦν ἐµαυτῷ τότε ἐδόκουν, ταῦτά ἐστιν· ἐπανήγαγε δέ µε µάλιστα µὲν ὁ πρὸς ὑµᾶς πόθος, καὶ τὸ ἀντιποθούντων αἰσθά νεσθαι· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν πρὸς ἀγάπην, ὡς ἀντιδιδοµένη διάθεσις.
1.ΡΓ
∆ εύτερον δὲ ἡ ἐµὴ φροντὶς, τὸ ἐµὸν ἔργον, ἡ τῶν ἱερῶν γονέων πολιὰ καὶ ἀσθένεια, ἐπ' ἐποὶ πλέον ἢ τῷ χρόνῳ καµνόντων, Ἀβραὰµ τοῦδε τοῦ πατριάρχου, τῆς τιµίας ἐµοὶ κεφαλῆς καὶ µετ' ἀγγέλων ἀριθµουµένης, καὶ Σάῤῥας, τῆς καὶ πνευµατι κῶς ὠδινούσης ἡµᾶς ἐν τῇ διδασκαλίᾳ τῆς πίστεως, ὧνγενέσθαι βακτηρία τῷ γήρᾳ, καὶ ὑπερείδειν τὴν ἀσθένειαν, τῶν πρώτων εὐχὴν εὐξάµενος, καὶ µέντοι καὶ πληρώσας ταύτην, ὁπόση δύναµις· ὡς καὶ φιλοσοφίας ὑπεριδεῖν αὐτῆς, τοῦ πάντων ἐµοὶ τιµιω τάτου κτήµατος καὶ ὀνόµατος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, τὸ µὴ φιλοσοφεῖν δόξαι πρῶτονφιλοσο φήσας, οὐκ ἤνεγκα διαπεσεῖν µοι τὸν µόχθον ἐκ µιᾶς ὑποθέσεως, οὐδὲ καταλυθῆναι τὴν εὐλογίαν, ἣν καὶ κλέψαι τις ἤδη τῶν πάλαι ὁσίων λέγεται, βρώµατι τὸν πατέρα καὶ τριχῶν πλάσµατι σοφισάµενος, καὶ τὸ καλὸν οὐ καλῶς δι' ἐπιβουλῆς θηρασάµε νος.∆ ύο µὲν δὴ ταῦτα τῆς ἐµῆς ἥττης καὶ ἡµερότη τος αἴτια. Καὶ ἴσως οὐκ ἄτοπον, ἀµφοτέροις ἐκεί νοις εἶξαι καὶ ὑποχωρῆσαι τοὺς λογισµοὺς, ἐπεὶ καὶ τοῦ νικᾶσθαι καιρὸς, ὥσπερ οἶµαι καὶ παν τὸς πράγµατος· καὶ κρεῖττον ἡττᾶσθαι καλῶς ἢ νικᾷν ἐπισφαλῶς καὶ ἀθέσµως.
1.Ρ∆
Τρίτον δὲ ὃ καὶ µέγιστον, καὶ δὴ τοῦτο εἰπὼν ἔτι, τὰ λοιπὰ σιωπήσοµαι. Ἐµνήσθην ἡµερῶν ἀρχαίων, καὶ πρός τινα τῶν παλαιῶν ἱστοριῶν ἀνα δραµὼν, ἐκεῖθεν εἵλκυσα συµβουλὴν ἐµαυτῷ πρὸς τὰ παρόντα· µὴ γὰρ εἰκῆ ταῦτα συγγεγράφθαι νοµίζωµεν, µηδὲ ὄχλον ἄλλως εἶναι ῥηµάτων τε καὶ πραγµάτων, ψυχαγωγίας ἕνεκα τῶν ἀκουόντων συγκείµενα, καὶοἷον ἀκοῆς τι δέλεαρ µέχρι τῆς ἡδονῆς ἱστάµενον. Ταῦτα µὲν παιζόντων µῦθοι καὶ Ἕλληνες, οἳ, τῆς ἀληθείας ὀλίγα φροντί ζοντες, τῷ κοµψῷ τῶν πλασµάτων καὶ τῷ λίχνῳ τῶν λέξεων καὶ ἀκοὴν καὶψυχὴν γοητεύουσιν.
1.ΡΕ
Ἡµεῖς δὲ, οἱ καὶ µέχρι τῆς τυχούσης κε ραίας καὶ γραµµῆς τοῦ πνεύµατος τὴν ἀκρί βειαν ἕλκοντες, οὔποτε δεξόµεθα, οὐ γὰρ ὅσιον, οὐδὲ τὰςἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ µέχρι τοῦ παρόντος µνήµῃ διασω θῆναι· ἀλλ' ἵν' ἡµεῖς ἔχωµεν ὑποµνήµατα καὶ παιδεύµατα τῆς τῶν ὁµοίων, εἴ ποτε συµπέσοι και ρὸς, διασκέψεως· ὥστε τὰ µὲν φεύγειν, τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόµενοι παραδείγµασι.
1.Ρςὰ
Τίς οὖν ἡ ἱστορία καὶ πόθεν ἡ συµβουλή; οὐδὲ γὰρ χεῖρον ἴσως ἀσφαλείας ἕνεκεν τῶν πολλῶν διελθεῖν. Ἔφευγε καὶ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, µᾶλλον δὲ φεύγειν ᾤετο· ἀλλὰ κατε λήφθη πελάγει, καὶ χειµῶνι, καὶ κλήρῳ, καὶ γαστρὶ κήτους, καὶ τριηµέρῳ ταφῇ, τύπον ἐχούσῃ µυστηρίου µείζονος. Ἀλλ' ἐκεῖνος µὲν, ἵνα µὴ τὴν σκυθρωπὴν καὶ ἄτοπον ἀγγελίαν ἀγγείλῃ τοῖς Νινευΐταις, καὶ µετὰ τοῦτο ψεύστης ἁλῷ, σωθείσης τῇ µετανοίᾳ τῆς πόλεως· οὐ γὰρ τῇ σωτηρίᾳ τῶν πονηρῶν ἐδυσχέραινεν, ἀλλὰ τὴν διακονίαν τοῦ ψεύδους ᾐσχύνετο, καὶ οἷον ἐζηλοτύπει τῆς προφη τείας τὸ ἀξιόπιστον, ὅπερ ἐναὐτῷ καταλυθῆναι κίνδυνος ἦν, οὐ δυναµένων τῶν πολλῶν συνιδεῖν τῆς τοῦ Θεοῦ περὶ ταῦτα οἰκονοµίας τὸ βάθος.
1.ΡΖ
Ὡς δὲ ἐγώ τινος ἤκουσα σοφοῦ περὶ ταῦτα ἀνδρὸς, οὐκ ἀτόπως βοηθοῦντος τῷ φαινοµένῳ τῆς ἱστορίας ἀτόπῳ, καὶ ἱκανοῦ καταλαβεῖν ἀνδρὸςπροφήτου βαθύτητα, οὐδὲ ταῦτα ἦν ἃ τὸν µακάριον Ἰωνᾶν ἐποίει φυγάδα, καὶ εἰς Ἰόππην ἤγαγε, καὶ ἐξ Ἰόππης ἀνήγαγεν ἐπὶ Θαρσεὶς, πελάγει πιστεύσαντατὴν ἑαυτοῦ κλοπήν· οὔτε γὰρ ἀγνοεῖν τοῦ Θεοῦ τὴν ἐπίνοιαν, προφήτην γε ὄντα, εἰκὸς αὐτὸν ἦν· ὅτι διὰ τῆς ἀπειλῆς, τὸ µὴ παθεῖν τὰ τῆς ἀπει λῆς Νινευΐταις ἐπραγµατεύετο κατὰ τὴν µεγάλην αὐτοῦ σοφίαν, καὶ κατὰ τὰ ἀνεξερεύνητα αὐτοῦ κρίµατα, καὶ τῶν ὁδῶν αὐτοῦ τὸ ἀνεξιχνίαστόν τε καὶ ἀκατάληπτον· οὔτ', εἴπερ ἠπίστατο, µὴ ἀκολου θῆσαι Θεῷ, δι' οὗ περ ἐβούλετο τρόπου τὴν σωτηρίαν ἐκείνοις µηχανωµένῳ. Τὸ δὲ δὴ καὶ οἴεσθαι, ὡς ἀποκρύψειν ἑαυτὸν τῷ πελάγει ἤλπισεν Ἰωνᾶς, καὶ τὸν µέγαν ὀφθαλµὸν τοῦ Θεοῦ διαλήσεσθαι τῇ φυγῇ, µὴ καὶ παντελῶς ἄτοπονᾖ καὶ ἀπαίδευτον, καὶ οὐχ ὅπως περὶ προφήτου πιστεύεσθαι δί καιον, ἀλλ' οὐδὲ περὶ ἄλλου τινὸς τῶν νοῦν ἐχόντων, καὶ µετρίως αἰσθανοµένων Θεοῦ καὶτῆς ὑπὲρ πάντα δυνάµεως.
1.ΡΗ
Ἀλλ' ᾔδει µὲν τοῦτο παντὸς µᾶλλον ὁ Ἰωνᾶς, φησὶν ὁ τὸν λόγον εἰπὼν, καὶ ἐγὼ πείθοµαι, εἰς ὅ τι ἔφερε τοῖς Νινευΐταις τὸ κήρυγµα, καὶ ὅτι, τὸνδρασµὸν βουλεύων, τόπον µὲν ἤµειβε, Θεὸν δὲ οὐκ ἔφευγεν· οὐδὲ γὰρ ἄλλος τις ἀνθρώπων, οὐ γῆς ἑαυτὸν κατακρύψας κόλποις, οὐ θαλάσσης βάθε σιν, οὐ πτεροῖς κουφισθεὶς, εἴ τις ἐπίνοια, καὶ ἀνα δραµὼν εἰςἀέρα, οὐχ ᾅδου τοῖς κατωτάτω προσ οµιλήσας, οὐ νέφους παχύτητα περιβαλόµενος, οὐκ ἄλλο τῶν ἁπάντων οὐδὲν εἰς ἀσφάλειαν τοῦ δρα σµοῦ βουλευσάµενος· ἀλλὰ τοῦτο µόνον τῶν πάντων ἀφευκτότατόν τε καὶ ἀµαχώτατον Θεὸς, κατα σχεῖν καὶ ὑπὸ χεῖρα λαβεῖν θελήσας, φθάνει τοὺς ταχεῖς, σφάλλειτοὺς συνετοὺς, περιτρέπει τοὺς ἰσχυροὺς, συστέλλει τοὺς ὑψηλοὺς, ἡµεροῖ θράσος, πιέζει δύναµιν.
1.ΡΘ
Οὐ τοίνυν ἠγνόει τοῦ Θεοῦ τὴν κραταιὰν χεῖρα ὁ τοῖς ἄλλοις ταύτην ἀπειλῶν Ἰωνᾶς, οὐδὲ ὡς φευξόµενος εἰς ἅπαν διενοεῖτο τὸ θεῖον, µὴ τοῦτο πιστεύσωµεν· ἀλλ' ἐπειδὴ τὴν ἔκπτωσιν ἑώρα τοῦ Ἰσραὴλ, καὶ µεταβαίνουσαν εἰς τὰ ἔθνη τὴν προφητικὴν χάριν ᾐσθάνετο, διὰ τοῦτο ὑποχωρεῖ τῷ κηρύγµατι, καὶ ἀναβάλλεται τὸ ἐπίταγµα· καὶ τὴν κατασκοπὴν τῆς χαρᾶς ἀφεὶς, τοῦτο γὰρ Ἑβραίοις ἡ Ἰόππη δύναται, τὸ παλαιὸν ὕψος λέγω καὶ τὸ ἀξίωµα, εἰς τὸ τῆς λύπης ἑαυτὸν ἔῤῥιψε πέλαγος· καὶ διὰ τοῦτο χειµάζεται, καὶ καθεύδει, καὶ ναυαγεῖ, καὶ ἐξυπνίζεται, καὶ κληροῦται, καὶ ὁµολογεῖ τὴν φυγὴν, καὶ καταποντίζεται, καὶ ὑπὸ τοῦ κήτουςκα ταπίνεται µὲν, οὐκ ἀναλίσκεται δέ· ἀλλ' ἐκεῖ τὸν Θεὸν ἐπικαλεῖται, καὶ, τὸ θαῦµα, Χριστῷ τριήµερος συνεκδίδοται. Ἀλλ' ὁ µὲν περὶ τούτου λόγος ἀναµει νάτω, µικρὸν ὕστερον, ἂν διδῷ Θεὸς, φιλοπο νώτερον ἐξεργασθησόµενος.
1.ΡΙ
Νῦν δὲ ὅ µοι λέγειν ὁ λόγος ὡρµήθη, σκοπεῖν ἔπεισί µοι καὶ ὑπολαµβάνειν, ὅτι ἐκείνῳ µὲν τάχα τι καὶ συγγνώµης ἦν, δι' ἣν εἶπον αἰτίαν ὀκνοῦντιτὴν προφητείαν· ἐµοὶ δὲ τίς ἄρα λόγος, ἢ τίς ἀπολογίας ὑπελείπετο τόπος ἐπὶ πλέον ἀφη νιάζοντι, καὶ τὸν οὐκ οἶδ' εἴτ' ἐλαφρὸν εἴτε βα ρὺν εἰπεῖν χρὴ, ἀλλὰ τόν γετεθέντα ζυγὸν τῆς λει τουργίας ἀναινοµένῳ; 35. 509
1.ΡΙΑ
Εἰ γὰρ, ὃ µόνον ἐν τούτοις ἰσχυρόν ἐστιν εἰπεῖν τοῦτο δοίη τις, ὅτι πολλῷ κατωτέρω κείµεθα τοῦ ἱερατεύειν Θεῷ, καὶ ὅτι τῆς Ἐκκλησίας ἄξιον εἶναιχρὴ πρῶτον, εἶτα τοῦ βήµατος, καὶ τούτου πρῶτον, εἶτα τῆς προεδρίας· τάχα ἕτερος ἡµᾶς οὐκ ἀφήσει τοῦ τῆς ἀπειθείας ἐγκλήµατος.∆ εινὴ δὲ ἀπειθείας ἀπειλὴ, καὶ δεινὰ ταύτης τὰ ἐπιτίµια, ὥσπερ γε καὶ τῆς ἑτέρας µερίδος, µηδὲν ὀκνεῖν, µηδὲ ἀναδύεσθαι, µηδὲ, ὥσπερ ὁ Σαοὺλ ἐκεῖνος, τοῖς σκεύεσιν ὑποκρύπτεσθαι τοῖς πατρικοῖς, κἂν πρὸς ὀλίγον καλούµενον ἐπὶ προστασίαν, ἀλλ' ὡς ἐπί τι πρᾶγµα κοῦφον καὶ ῥᾷστον χωρεῖν ἑτοί µως, οὗµηδὲ µεταθέσθαι ἀσφαλὲς, µηδὲ βουλῇ δευτέρᾳ θεραπεῦσαι τὴν προλαβοῦσαν.
1.ΡΙΒ
∆ ιὰ τοῦτο ἔκαµνον ἐγὼ τοῖς λογισµοῖς τὸ δέον ἀνερευνώµενος, καὶ µέσος δύο φόβων ἱστάµενος, τοῦ τε κατασπῶντος καὶ τοῦ ἀνάγοντος. Καὶ ἐπὶ πλεῖστον τούτοις ἐναπορήσας, καὶ ἀµφοτέρωθεν ἐµαυτὸν τα λαντεύσας, ἢ ὥσπερ ῥεῦµα ἀστάτοις πνεύµασι, τῇδε κἀκεῖσε µετακλιθεὶς, τέλος ἐγενόµην τοῦ σφο δροτέρου, καί µε νικήσας, ἔχει παρασύρας ὁ φόβος τῆς ἀπειθείας. Καὶ σκοπεῖτε ὡς ὀρθῶς καὶ δικαίως διαιτῶ τοῖς φόβοις, µήτε τῆς οὐ διδοµένης ἐφίεσθαι προστασίας, µήτε ἀπωθεῖσθαι τὴν διδοµέ νην. Τὸ µὲν γὰρ εἶναι θρασέων, τὸ δὲ ἀπειθῶν, καὶ ἀπαιδεύτων ἀµφότερα. Καὶ µέσος εἰµί τις τῶν τε ἄγαν τολµηρῶν καὶ τῶν λίαν δειλῶν· τῶν µὲν πάσαις ἐπι πηδώντων δειλότερος, τῶν δὲ φευγόντων πάσας θαρσαλεώτερος. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω.
1.ΡΙΓ
Καὶ, ἔτι διελέσθαι σαφέστερον τῷ µὲν φόβῳ τῆς προστασίας, τάχα ἂν βοηθήσειε καὶ ὁ νόµος τῆς εὐπειθείας, τοῦ Θεοῦ τὴν πίστιν ἀµειβοµένου διὰ τῆςἑαυτοῦ χρηστότητος, καὶ εἰς προστάτην τέ λειον καταρτίζοντος, τὸν αὐτῷ θαῤῥήσαντα, καὶ πάσας θέµενον ἐπ' αὐτὸν τὰς ἐλπίδας· τῷ δὲ κινδύνῳ τῆς ἀπειθείας, οὐκ οἶδα τίς ἔσται ὁ βοηθῶν, ἢ τίς ὁ θαῤῥεῖν διακελευόµενος λόγος. Φόβος γὰρ µὴ τοῦτό γε ἀκούσωµεν περὶ ὧν ἐπιστεύθηµεν, ὅτι τὰς ψυχὰς αὐτῶν ἐκ τῶν χειρῶν ὑµῶν ἐκζη τήσω· καὶ Καθὼς ἀπώσασθέ µε τοῦ εἶναι εἰς ἡγουµένους τοῦ λαοῦ µου καὶ ἄρχοντας, οὕτω κἀγὼ ἀπώσοµαι ὑµᾶς τοῦ εἶναι ὑµῖν εἰς βασιλέα· καὶ, Καθὼς οὐκ εἰσηκούσατε τῆς φωνῆς µου, ἀλλ' ἐδώκατε νῶτον σκληρὸν, καὶ ἠπειθήσατε· οὕτως ἔσται, ὅταν ἐπικαλέσησθέ µε· ἐγὼ δὲ οὐκ ἐπιβλέψω ἐπὶ τὴν προσευχὴν ὑµῶν, οὐδ' εἰσα κούσοµαι. Ταύτας µὴ γένοιτο ἐλθεῖν ἡµῖν παρὰ τοῦ δικαίου κριτοῦ τὰς φωνὰς, ᾧ κἂν τὸν ἔλεον ᾄδωµεν, ἀλλὰ καὶ τὴν κρίσιν γε πάντως συνᾴδο µεν.
1.ΡΙ∆
Ἀλλὰ γὰρ πάλιν ἐπὶ τὴν ἱστορίαν φέροµαι, καὶ τῶν παλαιῶν τοὺς εὐδοκιµωτάτους ἀνασκοπῶν, εὑρίσκω ὅσους πώποτε εἰς ἐπιστασίαν ἢ προφητείαν ἢχάρις προὐβάλετο, τοὺς µὲν εἴξαντας προθύ µως τῇ κλήσει, τοὺς δὲ ἀναβαλοµένους τὸ χάρισµα· καὶ οὐδετέρων µεµπτὴν, οὔτε τῶν ὑποχωρησάντων τὴν δειλίαν, οὔτε τῶν ὁρµησάντων τὴν προθυµίαν. Οἱ µὲν γὰρ τῆς διακονίας τὸ µέγεθος ηὐλαβήθησαν· οἱ δὲ τῷ καλοῦντι πιστεύσαντες ἠκολού θησαν. Πρόθυµος ἦν Ἀαρών· ἀλλὰ Μωσῆς ἀπεµάχετο· ὑπήκουσεν Ἡσαΐας ἑτοίµως· ἀλλ' ἐδεδοίκει τὸ νέον Ἱερεµίας, καὶ οὐ πρότερον τὴν προφητείαν ἐθάῤῥη σεν, ἢ παρὰ Θεοῦ λαβεῖν καὶ ὑπόσχεσιν καὶ δύναµιν τῆς ἡλικίας κρείττονα.
1.ΡΙΕ
Τούτοις ἐµαυτὸν ἐγὼ κατεπᾴδω τοῖς λογισµοῖς, καί µοι κατὰ µικρὸν εἴκει τε καὶ µαλάσσεται, ὥσπερ σίδηρος, ἡ ψυχή· καὶ συνεργὸν λαµβάνω τῶν λογισµῶν τὸν χρόνον, καὶ συµβουλίαν τὰ τοῦ Θεοῦ δικαιώµατα, οἷς πᾶσαν τὴν ἐµαυτοῦ ζωὴν κατεπίστευσα.∆ ιὰ τοῦτο οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, φησὶν ὁ ἐµὸς∆ εσπότης, οὐκ ἐπὶ προστασίαν καλούµε νος, ἀλλ' ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόµενος· ἀλλὰ καὶ προσπίπτω καὶ ταπεινοῦµαι ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα, καὶ συγγνώµην αἰτοῦµαι τῆς πρὶν ἀργίας καὶ ἀπειθείας, εἴ τί µοι τοῦτο ἔγκληµα. Ἐσιώπησα µὲν, ἀλλ' οὐκ ἀεὶ σιωπήσοµαι. Ὑπεχώρησα µέν τι µικρὸν, ὅσον ἐµαυτὸν ἐπισκέψασθαι, καὶ τῇ λύπῃ δοῦναι παράκλησιν· ἀλλὰ νῦν ὑψοῦν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν ἐδεξάµην. Εἰ ἐκεῖνα κατηγορίας, ταῦτα συγ γνώµης ἄξια.
1.ΡΙὰς
Cooperatorum Veritatis Societas Excerpta ex' Documenta Catholica Omnia' 27/ 81Τί δεῖ µακροτέρων ἡµῖν τῶν λόγων; Ἔχετε ἡµᾶς, ὦ ποιµένες καὶ συµποιµένες· ἔχετε, ὦ ποίµνιον ἱερὸν καὶ Χριστοῦ τοῦ ἀρχιποιµένος ἄξιον· ἔχεις, ὦ πάτερ, εἰς πάντα νενικηµένον, καὶ κατὰ τοὺς τοῦ Χριστοῦ νόµους πλέον ἢ τοὺς ἔξωθεν ὑπε ξούσιον. Ἔχεις τὴν εὐπείθειαν, ἀπόδος τὴν εὐλογίαν. Χειραγώγησον καὶ σὺ ταῖς εὐχαῖς, ὁδήγησον τῷ λόγῳ, τῷ πνεύµατι στήρισον. Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· καὶ στηριχθείηµεν ἐγώ τε καὶ ὁ πνευ µατικὸς οἶκος οὗτος, ὃν ᾑρετισάµην, ὅν µοι καὶ γενέσθαι κατάπαυσιν εἰς αἰῶνα αἰῶνος εὔχοµαι, ἀπὸ τῆςἐντεῦθεν Ἐκκλησίας ἐπὶ τὴν ἐκεῖθεν παραπεµφθέντι, καὶ πανήγυριν πρωτοτόκων ἀπογε γραµµένων ἐν οὐρανοῖς.
1.ΡΙΖ
Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν' ἀµφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόµῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόµῳ, διὰ τὴν ἁµαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε µητέρες. Τίς οὐ προσ κυνεῖ τὸν ἀπ' ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;