Carmina dogmatica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Περὶ τοῦ Πατρός. Οἶδα μὲν ὡς σχεδίῃσι μακρὸν πλόον ἐκπερόωμεν, Ἢ τυτθαῖς πτερύγεσσι πρὸς οὐρανὸν ἀστερόεντα 398 Σπεύδομεν, οἷσιν ὄρωρε νόος Θεότητ' ἀναφαίνειν, Ἣν οὐδ' οὐρανίοισι σέβειν σθένος, ὅσσον ἐοικὸς, Ἢ μεγάλης Θεότητος ὅρους, καὶ οἴακα παντός. 399 Ἔμπης δ' (οὐδὲ Θεὸν γὰρ ἀρέσσατο πολλάκι δῶρον 399 Πλειοτέρης ἀπὸ χειρὸς ὅσον φιλίης ὀλίγης τε), Τοὔνεκα θαρσαλέως ῥήξω λόγον. Ἀλλ' ἀπὸ τῆλε Φεύγετε, ὅστις ἀλιτρός· ἐμὸς λόγος, ἢ καθαροῖσιν, Ἠὲ καθαιρομένοισιν ὅδ' ἔρχεται· οἱ δὲ βέβηλοι, Ὡς θῆρες, Χριστοῖο κατ' οὔρεος ἀκροτόμοιο Λαμπομένου, Μωσῆϊ νόμον τ' ἐνὶ πλαξὶ γράφοντος, Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. Κεῖνοι μὲν δὴ τοῖα· καὶ ὡς Λόγος ὦσε κακίστους Ἡμετέροιο χοροῖο θεημάχον ἦτορ ἔχοντας. Αὐτὰρ ἐγὼν ὄπα τήνδε προοίμιον ἐν σελίδεσσι Θήσομαι, ἣν τὸ πάροιθε θεόφρονες ἄνδρες ἕηκαν, Λαῷ τάρβος ἄγοντες ἀπηνέϊ μάρτυρε μύθων, 400 Μωσῆς, Ἡσαΐας τε (ἐπισταμένοις δ' ἀγορεύσω), Ἤτοι ὁ μὲν νεόπηγα διδοὺς νόμον, ὃς δὲ λυθέντος, Οὐρανὸς εἰσαΐοι, χθὼν δέχνυσο ῥήματ' ἐμοῖο. Πνεῦμα Θεοῦ, σὺ δ' ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες. Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα, Αἰῶν' ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υἱέος ἐσθλοῦ Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος, Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου 401 Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος, Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα. Ἓν Πνεῦμ' ἐξ ἀγαθοῖο Θεοῦ Θεός. Ἔῤῥετε πάντες, Οὒς μὴ Πνεῦμ' ἐτύπωσεν ἑὴν θεότητ' ἀναφαίνειν, Ἀλλ' ἢ βένθος ἔχουσι κακῶς, ἢ γλῶσσαν ἄναγνον, Ἡμιφαεῖς, φθονεροί τε, νοήμονες αὐτοδίδακτοι, Πηγὴ κευθομένη, λύχνος σκοτίοις ἐνὶ κόλποις.
1.2.1
Περὶ τοῦ Υἱοῦ. Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες Ἡμετέρων παθέων τὸ καθάρσιον. Ἦ γὰρ ἀνάγκη 402 Καὶ βροτὸν οὐρανίοισιν ἀρηγέμεν εἴνεκα γλώσσης Μαρναμένης θεότητι, κακόφρονος, αὐτοφόνοιο. Οὐδὲν ἔην μεγάλοιο Πατρὸς πάρος. Ὃς γὰρ ἅπαντα Ἐντὸς ἔχει, καὶ Πατρὸς ὑπέρτερον οὐδέν· ὁ Πατρὸς Ἐκπεφυὼς μεγάλοιο Θεοῦ Λόγος· ἄχρονος Υἱὸς, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση. Πατρὸς γὰρ κλέος ἐστὶ πάϊς μέγας, ἐκ δὲ φαάνθη, Ὡς μόνος οἶδε Πατήρ τε καὶ ὃς Πατρὸς ἐξεφαάνθη, Οὐδὲν γὰρ θεότητος ἔην πέλας· ἀλλὰ τόδ' ἔμπης Πᾶσιν ὁμῶς μερόπεσσιν ἀριφραδὲς, ὥσπερ ἔμοι γε, Οὐδὲν ἐμῆς θέμις ἐστὶ φέρειν θεότητι γενέθλης, Οὐ ῥύσιν, οὐδὲ τομὴν κακοαισχέα. Εἰ γὰρ ἔγωγε 403 Οὐκ ἀπαθὴς γενέτωρ· καὶ γὰρ δετός· οὔτι παθητὸς, Ὅς τις πάμπαν ἄπηκτος, ἀσώματος. Ὧν γὰρ ἄπωθεν Εἰσὶ φύσεις, τί τὸ θαῦμα καὶ εἰ γεννήσιες ἄλλαι; Εἰ χρόνος ἐστὶν ἐμεῖο παροίτερος, οὐ πρὸ Λόγοιο Ὁ χρόνος, οὗ γενέτης ἔστ' ἄχρονος. Ἦμος ἄναρχος Ἦε Πατὴρ θεότητος ὑπέρτερον οὔτι λελοιπὼς, Τῆμος καὶ Πατρὸς Υἱὸς, ἔχων Πατέρ' ἄχρονον ἀρχὴν, Ὡς φάος ἠελίοιο μέγαν περικαλλέα κύκλον· Εἰ καὶ εἴδεα πάντα κάτω μεγάλοιο Θεοῖο, Ὄφρα κε μή τι Πατρὸς καὶ Υἱέος αἰὲν ἐόντων Μεσσηγὺ στήσαντες, ἀποῤῥήξωμεν ἄνακτα Υἱὸν Πατρὸς ἄνακτος. Ὃ γὰρ πάρος ἐστὶ Θεοῖο, Ἢ χρόνος, ἠὲ θέλησις, ἐμοὶ τμῆξις θεότητος. 404 Ὡς Θεὸς, ὡς γενέτης, γενέτης μέγας. Εἰ δὲ μέγιστον Πατρὶ τὸ μή τιν' ἔχειν κεδνῆς θεότητος ἀφορμὴν, Οὔθ' ἧσσον μεγάλοιο Πατρὸς γεννήματι σεπτῷ Τοίην ῥίζαν ἔχειν. Τῷ μὴ Θεὸν εἶργε Θεοῖο. Οὐ γὰρ ἀπόπροθι Πατρὸς ἔγνως Πάϊν. Ἡ δ' ἀγένητος Φωνὴ, γέννησίς τε Πατρὸς ἄπο, οὐ θεότητος Ἔπλετο εἴδεα δισσά· τὶς ἔπλασεν, ἀμφὶ δ' ἐκείνην Ἀμφότερ' ἐκτὸς ἐόντα, φύσις δ' ἀκέαστος ἔμοιγε· Εἰ μὲν δὴ γέννησιν ἔχει Λόγος, οὔτε Πατήρ τι Σαρκὸς, ἄσαρκος ἐὼν ἐπιδέξεται (οὔποτε τόσσον Ἀνθρώπων νόος ἐστὶν ἀτάσθαλος ὥστε νοῆσαι), Καὶ Θεὸν Υἱὸν ἔχεις, γεννήτορος ἄξιον εὖχος. Εἰ δ' ἐπίηρα φέρων Πατρὸς μεγάλου θεότητι Μαψιδίως, κενεόν τε δέος πραπίδεσσι χαράσσων, 405 Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ' ἐς κτίσματα Χριστὸν, Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον, Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ' οὐ Θεὸς, εἴπερ ἐτύχθη. Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τόδε· κἄν τι Θεοῖο Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη. Τίς δὲ λόγος, σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι, Τὸν δ' ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον Δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο; Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν (Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι' ἅμαξαν), Ὥς κεν ἔμ' Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ· Ὡδ' ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο 406 Πολλὸν ἀρειοτέρη, κείνης Λόγος εἴ περ ἕκητι Οὐ κείνη Χριστοῖο. Τίς ἂν τάδε μυθήσαιτο; Εἰ δ' ὅτι σῶμ' ὑπέδεκτο τεοῖς παθέεσσιν ἀρήγων, Τοὔνεκα καὶ θεότητι μεγακλέϊ μέτρ' ἐπιθήσεις· Ἤλιτεν ὅς σ' ἐλέῃρεν; ἐμοὶ δέ γε πλεῖον ἀγητός· Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ' ἐσάωσεν, Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν. Ἦν βροτὸς, ἀλλὰ Θεός. Δαβὶδ γένος, ἀλλ' Ἀδάμοιο Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός. Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ' ἀμέτρητος. Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν Ἀστὴρ, δωροφόροι δ' ἄρ' ἔβαν, καὶ γούνατ' ἔκαμψαν. Ὡς βροτὸς ἦλθ' ἐπ' ἀγῶνα, ὑπέρσχεθε δ' ὡς ἀδάμαστος 407 Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη, Θρέψε δὲ χιλιάδας, ὕδωρ τ' εἰς οἶνον ἄμειψε. Λούσατο, ἀλλ' ἐκάθηρεν ἁμαρτάδας, ἀλλ' ἐβοήθη Πνεύματι βρονταίης φωνῆς ὕπο Υἱὸς Ἀνάρχου· Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον. Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ' ἔπηξεν. Εὔξατο· τίς δ' ἐσάκουσε λιταζομένων ἀμενηνῶν; Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ. Αἷμ' ἀνέθηκε Θεῷ, κόσμον δ' ἐκάθηρεν ἅπαντα. Καὶ σταυρός μιν ἄειρε, πάγη δ' ἥλοισιν ἁμαρτάς. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη, Ἔγρετο δ' ἐκ νεκύων, νεκροὺς δ' ἀνέγειρε πάροιθεν Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου· 408 Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα, Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν, Ἣν, σοί γ' εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός.
1.3.1
Περὶ τοῦ ἁγίου Πνεύματος. Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε, Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε. Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων, Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει· Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης, Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον, Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον, Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου), 409 Οὔτ' ἐκτὸς θεότητος ἀειδέος, ἀλλ' ὁμόδοξον. Ὅστις δ' ἐν σελίδεσσι θεοπνεύστοιο νόμοιο Πνεύματος οὐρανίοιο λαβεῖν ποθέει θεότητα, Πολλὰς μὲν πυκινάς τε τρίβους εἰς ἓν συνιούσας Ὄψεται, ἢν ἐθέλῃσι, καὶ εἴ τι Πνεύματος ἁγνοῦ Εἴρυσεν ᾗ κραδίῃ, καὶ εἰ νόος ὀξὺ δέδορκεν. εἰ δὲ γυμνὴν ποθέει φωνὴν θεότητος ἐραννῆς, Ἴστω μὴ πινυτὸν ποθέων λόγον. Οὐ γὰρ ἐῴκει, Μή πω τῆς Χριστοῖο βροτῶν πλεόνεσσι φανείσης, Ἄχθος ἄγειν κραδίῃσιν ἀφαυροτάτῃσιν ἄπιστον. Οὐδὲ γὰρ ἀρχομένοισι τελειοτέροιο λόγοιο Καιρός. Τίς δ' ἀμυδροῖσιν ἔτ' ὄμμασιν ἢ πυρὸς αὐγὰς Δεῖξεν ὅλας, ἢ φωτὸς ἀπληστοτέροιο κόρεσσεν; Λώϊον, ἢν κατὰ μικρὸν ἄγῃς πυριθαλπέας αὐγὰς, 410 Μή πως καὶ γλυκεροῖο φάους πηγάς τι χαλέψῃς. Ὡς γὰρ Πατρὸς ἄνακτος ὅλην θεότητα προφαίνων Πρόσθε λόγος, Χριστοῖο μέγα κλέος αὐγάζεσκε Παύροισιν πινυτοῖσι φαεινόμενον μερόπεσσιν, Ὣς καὶ Παιδὸς ἔπειτα φαεινοτέρην ἀναφαίνων, Πνεύματος αἰγλήεντος ὑπήστραψεν θεότητα. Βαιὸν τοῖσδ' ὑπέλαμψε, τὸ δὲ πλέον ἡμῖν ἔλειπεν, Οἷς ῥα καὶ ἐν γλώσσῃσι πυρὸς μετέπειτ' ἐμερίσθη, Σῆμα φέρον θεότητος, ὅτ' ἐκ χθονὸς ἆλτο Σαωτήρ. Καὶ γὰρ πῦρ Θεὸν οἶδα κακοῖς, ὡς φῶς ἀγαθοῖσιν. Οὕτω σοι θεότητα συνήγαγον. Εἰ δὲ τέθηπας Υἱόν τ' οὐχ Υἱόν τε μιῆς θεότητος ἀκούων, Μύθοις τ' ἀντιθέτοισιν ἐϋστροφέεσσι πέποιθας Δώσει κἀνθάδ' ἔμοιγε Θεὸς λόγον αὐτὸς ἐπελθών. 411 Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο, Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο· Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως. Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν, Πρόσθε φέρων τόδ' ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον, Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ' ὁμόσεπτον, Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων. Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω. Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν. Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι 412 Λουσάμενος θεότητα διατμήξαιμι φαεινὴν, Λώϊον ἦν... τρομέω δὲ κακοῦ μύθοιο τελευτὴν, Ἐλπωρῇ θείοιο χαρίσματος ἠδὲ λοετρῶν. Εἴ μ' ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε Ἔστι Θεός. Τὸ δ' ἂν ἴσον ἔχοι βροτὸς ὅστις ἀλιτρὸς, Αὐτὸς ἑὴν θεότητα, Θεοῦ γέρας, ἄνδιχα τέμνων. Εἴ τινα δ' ἢ περὶ Παιδὸς ἀκούομεν, ἢ ἀγαθοῖο Πνεύματος ἐν θείοισι λόγοις καὶ θειοφόροισιν Ἀνδράσιν, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν, Ὧδε νοεῖν κέλομαί σε λόγοις Σοφίης βαθυκόλπου Ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα Τέμνει, ὄφρα κεν οἶον ἔχῃς κράτος, οὐ πολύσεπτον.