Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
413.1.1
Ἐκ μονάδος Τριάς ἐστι, καὶ ἐκ Τριάδος μονὰς αὖθις, Οὔτε πόρος, πηγὴ, ποταμὸς μέγας, ἕν τε ῥέεθρον, Ἐν τρισσοῖσι τύποισιν ἐλαυνόμενον κατὰ γαίης· Οὔτε δὲ πυρκαϊῆς λαμπὰς πάλιν εἰς ἓν ἰοῦσα, Οὔτε λόγος προϊών τε νόου, καὶ ἔνδοθι μίμνων, Οὔτε τις ἐξ ὑδάτων κινήμασιν ἡλιακοῖσι, Μαρμαρυγὴ, τοίχοισι περίτρομος, ἀστατέουσα, Πρὶν πελάσαι φεύγουσα, πάρος φυγέειν πελάουσα. Οὐδὲ γὰρ ἄστατός ἐστι Θεοῦ φύσις, ἠὲ ῥέουσα, Ἠὲ πάλιν συνιοῦσα· τὸ δ' ἔμπεδόν ἐστι Θεοῖο. Ἀλλ' ὧδ' ἂν φρονέων καθαρὸν θύος ἔνδοθι ῥέζοις. Ἐν τρισσοῖς φαέεσσιν ἴη φύσις ἐστήρικται.

Intertext edge

Open linked passage

Note