Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gregory of Nazianzus PG 35-38
Carmina dogmatica
Dogm 424.3.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
424.3.1
Περὶ ψυχῆς. Ψυχὴ δ' ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν, 447 Ἀλλ' ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως, Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν, Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς. Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς Δάπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ' ἀποπνευστοῦ Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα· Ἀλλ' οὐδ' ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων. Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων, Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους; Πῶς δ' οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ 448 Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ' ἀλόγοισιν, Εὐκραέες δ' ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος. Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ' αἴτιον, ὧν ἀπεόντων Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο. Φορβὴ δ' οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς. Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ' ἔγωγε, Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ Ψυχὴ, πλαζομένη τε δι' ἠέρος. Ὧδ' ἂν ὁμοίη Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ' ἄρα πᾶσι, Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο, Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ' ἐν ἄλλοις. 449 Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ' ἐν σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ', εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας. Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως, Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν. Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ. 450 Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ' ὄπωπα, Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη· Αἰεὶ δ' ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην. Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι Κεῖνοι, τῶν ὅδ' ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου, Θαῦμα μέγ'. Εἰ δ' ἅμα σαρκὶ, τίν' ἐκ πλεόνων πυρὶ δώσεις; Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς, Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς Καὶ τόδ' ἄλης, λήθην με παθεῖν προτέρης βιότητος. 451 Ἡμέτερον δ' ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον. Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ. Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς, Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα. Εἶπεν ὅδ', ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, Δίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν· «Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι. Ξυνὸν δ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι 452 Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.» Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν, Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν. Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα

Intertext edge

Open linked passage

Note