Carmina dogmatica
Gregory of Nazianzus (gregory-of-nazianzus)Dogm 424 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
424.1.1
Εʹ. Περὶ Προνοίας. Ὧδε μὲν εὐρυθέμεθλον ἐπήξατο κόσμον ἄπειρον Νοῦς μέγας, ἐντὸς ἅπαντα φέρων, καὶ παντὸς ὕπερθεν Αὐτὸς ἐών· τί δὲ μῆχος ἀχωρήτοιο λαβέσθαι; Αὐτὰρ ἐπεί μιν ἔτευξεν, ἄγει πρώτης ὑπὸ ῥιπῆς, Πληγῆς ὡς ὕπο ῥόμβον ἐπειγόμενον στροφάλιγξι, Κιννύμενον μεγάλοισιν ἀκινήτοισι λόγοισιν. Οὔτε γὰρ αὐτομάτη φύσις κόσμοιο τοσούτου Καὶ τοίου, τῷ μηδὲν ὁμοίϊον ἔστι νοῆσαι· Μὴ τόσον αὐτομάτοισιν ἐπιτρέψητε λόγοισι. Τίς δὲ δόμον ποτ' ὄπωπεν, ὃν οὐ χέρες ἐξετέλεσσαν; 425 Τίς ναῦν, ἢ θοὸν ἅρμα; τίς ἀσπίδα καὶ τρυφάλειαν; Οὔτ' ἂν τόσσον ἔμεινεν ἐπὶ χρόνον, εἴπερ ἄναρχος, Καὶ χορὸς ἂν λήξειεν ἀνηγεμόνευτος ἔμοιγε. Οὔτ' ἄλλον τιν' ἐοικὸς ἔχειν σημάντορα παντὸς, Ἠὲ τὸν ὅς μιν ἔτευξεν. Ὁδ' ἀστέρας ἡγεμονῆας Ἡμετέρης γενεῆς τε βίου θ' ἅμα παντὸς ὀπάζων, Αὐτοῖς δ' ἄστρασιν εἰπὲ τίν' οὐρανὸν ἄλλον ἑλίξεις; Καὶ τῷ δ' αὖ πάλιν ἄλλον, ἀεί τ' ἐπ' ἄγουσιν ἄγοντας; Εἷς βασιλεὺς πλεόνεσσι συνάστερος, ὧν ὁ μὲν ἐσθλὸς, Ὃς δὲ κακὸς, ῥητήρ τις, ὁ δ' ἔμπορος, ὃς δ' ἄρ' ἀλήτης, Τὸν δὲ φέρει θρόνος αἰπὺς ὑπέρφρονα. Ἐν δέ τε πόντῳ Καὶ πολέμῳ πλεόνεσσιν ὁμὸς μόρος ἀλλογενέθλοις. Ἀστέρες, οὓς συνέδησαν, ὁμὸν τέλος οὐ συνέδησε. 426 Κείνους δ' οὓς ἐκέασσαν, ὁμὴ συνέδησε τελευτή. Εἰ μὲν δὴ καθ' ἕκαστον ἔχει πρώτη τις ἀνάγκη, Μῦθος ὅδ'· εἰ δ' ἄρα τῆς κρατέει ξυνή τις ἀρείων, Τείρεα τείρεσίν ἐστιν ἐναντία. Τίς δ' ἄρ' ὁ μίξας; Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν. Εἰ δὲ Θεὸς, πῶς πρῶτον, ὅ μοι Θεὸς ἐξετίναξεν; Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ' ἄστρασι σοῖσιν ἑλίξῃς. Εἰ δ' οὔ τις κρατέων, πῶς στήσεται; Οὐ γὰρ ὄπωπα. Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν. Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες. Αὐτὰρ ἐγὼ τόδε οἶδα, Θεὸς τάδε πάντα κυβερνᾷ, Νωμῶν ἔνθα καὶ ἔνθα Θεοῦ Λόγος ὅσσα θ' ὕπερθεν, Ὅσσα τ' ἔνερθεν ἔθηκε νοήμασι· τοῖς μὲν ἔδωκεν 427 Ἁρμονίην τε δρόμον τε διαρκέα ἔμπεδον αἰεὶ, Τοῖς δὲ βίον στρεπτόν τε, καὶ εἴδεα πολλὰ φέροντα· Ὧν τὸ μὲν ἡμῖν ἔφηνε, τὸδ' ἐν κευθμῶσι φυλάσσει Ἧς σοφίης, θνητοῦ δ' ἐθέλει κενὸν εὖχος ἐλέγχειν. Καὶ τὰ μὲν ἐνθάδ' ἔθηκε, τὰ δ' ἤμασιν ὑστατίοισιν Ἀντήσει. Κείρει δὲ γεημόρος ὥρια πάντα, Ὡς καὶ Χριστὸς ἄριστος ἐμοῦ βιότοιο δικαστής. Οὗτος ἐμὸς λόγος ἐστὶν ἀνάστερος, αὐτοκέλευθος. Ὡροθέτας δὲ σύ μοι καὶ λεπταλέας ἀγόρευε Μοίρας, ζωοφόρους τε κύκλους καὶ μέτρα πορείης· Λῦε δέ μοι ζωῆς τε νόμους, καὶ τάρβος ἀλιτροῖς, Ἐλπωρήν τ' ἀγαθοῖσιν ἐς ὕστερον ἀντιόωσαν. 428 Εἰ γὰρ κύκλος ἅπαντα φέρει, κείνου περιωγῇ Ῥοιζοῦμαι, τὸ θέλειν δὲ καὶ αὐτόγε κύκλος ἐποίσει, Οὐδέ τίς ἐστιν ἔμοιγε ῥοπὴ πρὸς κρεῖσσον ἄγουσα, Βουλῆς ἠδὲ νόοιο, πόλος δέ με τῇδε κυλίνδει. Σιγάσθω Χριστοῖο μέγα κλέος ἄγγελος ἀστὴρ Ἀντολίηθε Μάγοισιν ἐπὶ πτόλιν ἡγεμονεύσας, Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος ἄχρονος Υἱός. Οὐ γὰρ τῶν τις ἔην ὅσσων φραστῆρες ἔασσιν Ἀστρολόγοι, ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη, Ἑβραϊκῇσι βίβλοισιν ὁρώμενος, ὧν ἄπο παῖδες Χαλδαίων προμαθόντες, ὅσοις βίος ἀστροπολεύειν, Μοῦνον ἀπὸ πλεόνων θηεύμενοι, οὓς ἐδόκευον, 429 Ἀρτιφαῆ τροχάοντα κατ' ἠέρος ἀντολίηθεν Ἑβραίων ἐπὶ γαῖαν, ἐτεκμήραντο ἄνακτα· Τῆμος ὅτ' ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης, Ἀστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων. Ἀλλ' οἱ μὲν περόωεν ἑὴν ὁδὸν, ἥνπερ ἔταξε Χριστὸς ἄναξ, πυρόεντες, ἀείδρομοι, ἀστυφέλικτοι, Ἀπλανέες τε πλάνοι τε παλίμποροι, ὡς ἐνέπουσιν, Εἴτε τις ἄτροφός ἐστι πυρὸς φύσις, εἴτε τι σῶμα, Πέμπτον ὃ δὴ καλέουσι, περίδρομον οἶμον ἔχοντες· Ἡμεῖς δ' ἡμετέρην ὁδὸν ἄνιμεν. Εἰς λογικὴν γὰρ Σπεύδομεν, οὐρανίην τε φύσιν, καὶ δέσμιοι αἴης. 430 ʹ. Περὶ τῆς αὐτῆς. Ἔῤῥοιεν οἱ τὸ Θεῖον ἐξηρνημένοι, Καὶ μηδὲ τὴν ἄφραστον εὐαρμοστίαν Τοῦ παντὸς εἴς τιν' ἀναφέροντες αἰτίαν Ποιητικήν τε καὶ συνεκτικὴν ὅλων. Ἔῤῥοιεν οἱ θεῶν τιν' ἐσμὸν εἰδότες, Ἢ δαιμόνων καλῶν τε καὶ κακῶν κράτος. Ἔῤῥοιεν οἱ Πρόνοιαν ἐξηρνηκότες, Ὥσπερ τὸ σώζεσθ' ἐκ Θεοῦ δεδοικότες· Ἀλλ' ἢ φορᾷ νέμοντες ἀστάτῳ τὸ πᾶν, Ἢ καὶ διδόντες ἀστέρων κινήμασι, Τοῖς πῶς, πόθεν τε, κἀκ τίνος, κινουμένοις· 431 Εἰ μὲν Θεοῦ, πῶς πρῶτον, ὃ στρέφει Θεός; Τοῦ γὰρ πλέκοντός ἐστι καὶ μεταπλέκειν. Εἰ δ' οὐ Θεοῦ, πῶς στήσετ' ἐξ ἀναρχίας, Ἢ καὶ μάχης τοῦ κρείσσονος; Πῶς δ' οὐ μάχη; Ἡ γὰρ προνοίας ἄρσις, ἄνταρσις Θεοῦ· Εἰ μὴ σὺ ποιεῖς καὶ Θεὸν πεπρωμένον, Φέροντ' ἄκοντα τὴν πλοκῆς τυραννίδα. Οὕτω μὲν οὗτοι σφῶν ἁλίσκονται λόγοις. Ἡμῖν δ' ἄγει μὲν εἷς Θεὸς τὸ πᾶν τόδε, Σοφῶς ἑλίσσων καὶ πλέκων, ὡς ἂν θέλῃ, Τοῖς αὐτὸς αὑτοῦ νεύμασί τε καὶ λόγοις, Κἂν μὴ τὰ πάντα δεξιῶς στρέφειν δοκῇ. Πολλοί γε μὴν κάμνουσι καὶ σοφωτάτων, Τοῖς τῇδ' ἀνίσοις, καὶ πάλαι καὶ νῦν ἔτι. Τί δεῖ λέγειν ἅπαντας; ἀλλά μοι σκόπει 432 Δαυῒδ τί πάσχει· τοὺς κακοὺς ὁρῶν καλῶς Πράττοντας (ὡς δοκοῦσι), σφόδρ' εἰλιγγιᾷ, Μή τις φορᾷ δῷ τὴν φύσιν τῶν πραγμάτων, Ὡς οὐκ ἐπιστατοῦντος ἡμῖν οὐδενός. Ὁ δ' αὐτὸς οἶδε τὴν λύσιν· Τὸ γὰρ τελὸς Πάντων σκόπει μοι, φησὶν, ὡς ἀντίστροφον. Ἔσπειρας· ὄψει τῆς σπορᾶς καὶ τὸν στάχυν. Εἰ δ' ἀγνοεῖς σὺ τοὺς λόγους, οὐ καὶ Λόγος· Οὐδὲ γὰρ, εἰ σὺ τῆς γραφῆς, καὶ ζωγράφος· Οὐδ' εἰ σὺ γραμμῶν, καὶ γεωμέτρης ὃ σύ. Τὸ μὲν κατείληφάς τι, τῷ δ' ἕπου σοφῶς. Ἔστιν λόγος καὶ τοῦτο, πείθεσθαι λόγῳ. Εἰ πάντα δῆλα, ποῦ τὸ πιστεύειν, λέγε. Πίστις γάρ ἐστιν ἀπράγμων συναίνεσις Ἐγὼ δὲ καὶ τοῦτ' ἐννοῶ σοφῶς ἴσως· 433 Οὐ ταῦτα εἰσιόντι σοι καθυπεσχόμην, 433 Πλουτεῖν, ἀμεριμνεῖν, εὐσθενεῖν, ἢ εὐτεκνεῖν· Εὐζωΐαν δὲ καὶ τὰ προσδοκώμενα· Ὡς ἀντὶ τῶν νῦν προσδοκᾷν τὰ μείζονα. Πῶς οὖν δίκαιον, ὥσπερ ἐν συναλλαγῇ, Καὶ τὸ πραθὲν ζητεῖν σε, καὶ τὸ χρῆμ' ἔχειν; Εἰ μὴ μόνῳ σοι τοῦτο τῶν πάντων γέρας. Ὡς σφόδρ' ἄπληστον, καὶ ξένης συνεισφορᾶς! Ἢ κεῖνα ῥίψον, φίλτατ', ἢ καὶ ταῦτα δός· Εἴ πέρ τι δεῖ σοι τὸν σὸν ἑστάναι λόγον, Μηδ' ἐκτὸς ἔρχῃ τῶν καλῶς συγκειμένων. Πῶς οὖν, ἂν εἴποις, τοῖς πάλαι καὶ ταῦτα ἦν; 434 Οὔπω τότ' ἦν ἧ πίστις ἐῤῥιζωμένη, Καὶ πίστις ἦν τὰ τῇδε τῶν νοουμένων, Ὥσπερ γάλακτι νηπίοις ἀνδρουμένοις. Τεκμήριον δὲ τοῦ λόγου. Καὶ γὰρ τότ' ἦν Τὰ μὲν μέγιστα τῶν κακῶν συγγνωστά πως· Τὰ δ' οὐ μέγιστα τῶν κακῶν τιμητέα· Ἀντιζυγούσης τῆς ἐν ἀμφοῖν ἀξίας. Αἱ δ' ἐκδικήσεις τῶν σοφῶν ὑπέρμετροι. Δαυΐδ σε ταῦτα πειθέτω, καὶ Μωϋσῆς, Ἐλισσεός τε, οὗ τρέμω μεμνημένος· Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασι, Ὁ δ' ἀντὶ μικρῶν, καὶ Θεοῦ λαβὼν θέαν· 435 Νόμον τε, καὶ τοσοῦτον ἐκσώσας στρατόν· Ὁ δ' ἐκ βραχείας ὕβρεως καὶ νηπίοις Πληγὴν τοσαύτην ἀντιδοὺς παρ' ἐλπίδας. Οὕτω σκιώδης τηνικαῦτ' ἦν καὶ νόμος. Οὕτω κάθαρσις θυσιῶν δι' αἵματος, Σαρκῶν τ' ἀνάγνων ἀσθενῆ ῥαντίσματα· Οὕτως ἄριστον ἡ φυγὴ τῶν χειρόνων, Εἰ καὶ πλέον τι μὴ προσῆν, μικροῖς ὅροις Τῆς εὐσεβείας περιγραφομένης τοῖς τότε. Εἴπω τι μεῖζον, ὧν ἔφην; Λελέξεται. Οὐδ' εἰσφορὰν τοσαύτην εἶχον οὐδέπω, Ὅσην περ ἡμεῖς, τοῖς Θεοῦ παθήμασιν, 436 Ἀμνῷ τε τῷ σφαγέντι τοῖς ἐμοῖς κακοῖς. Ὥστ' ἦν τὸ κείνων πλεῖον· εἰ δὲ πλεῖον ἦν, Δὸς πλεῖον εἶναι τῶν πόνων καὶ τὸ χρέος, Ἡμῖν δ' ἔλαττον τοῖς τυχοῦσι πλειόνων. Ὃδ' ἀντὶ πάντων καὶ πρὸ πάντων χρὴ λέγειν· Μὴ σφόδρ' ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν· Μή πως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δ' ἀμφίκρημνον τοῦ δρόμου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτ' εἶδες τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπῃρμένον, στίλβοντα τῇ εὐσαρκίᾳ, 437 Τραχηλιῶντα, τὸν δὲ κάτω νενευκότα, Ῥικνὸν, δυσειδῆ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφονθ' αὑτόν τε καὶ τὸν δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, δοκεῖς; Οὐχ ὁ στενός τε, καὶ ζυγῷ τετρυμμένος; Εὔδηλον. Ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῷ συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσῃς; Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται; Τὸ δ' ἡδὺ πάντως φάρμακον σωτήριον; Πολλοὺς τὸ πικρὸν ἐξέσωσε πολλάκις· Τὸ δ' ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πόλλ' ἄγει. Υἱῷ δὲ πατρὸς ῥάβδος οὐ σεβασμία Τῷ νοῦν ἔχοντι; τῷ δὲ κακὸν ἡ χρηστότης 438 Οὔτ' ἐστὶν υἱὸς, οὔτε ῥάβδῳ πλήσσεται. Τί δ' εἰ παλαίεις, ὡς Ἰὼβ, ὑπὲρ στέφους; Ἔπᾳδε σαυτῷ ταῦτα, καὶ ῥᾴων ἔσῃ, Παρηγόρημα τοῦ πονεῖν ποιούμενος, Τῷ δ' εὐχαρίστῳ κτώμενος τὴν ἐλπίδα. Δούλου κακοῦ γὰρ, προσγελῶντα μὲν σέβειν Τὸν δεσπότην· πλήττοντα δ' ἡγεῖσθαι κακόν. Δέον δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ὧ μ' ἐκ πάλης τε καὶ ζάλης διεξάγει, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ· Εἴπερ γε τὴν ναῦν μὴ μάτην ἐπήξατο, Ἀλλ' εἰς καλόν τε κἀπιδέξιον τέλος.
424.2.1
Περὶ νοερῶν οὐσιῶν. Οἵη δ' ὑετίοιο κατ' ἠέρος εὐδιόωντος, 439 Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς, Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἑλίσσει, Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ, Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι· Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν, Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νέον. Οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, 440 Πῦρ καὶ πνεύματα θεῖα δι' ἠέρος ὦκα θέοντες Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς, Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ' ἀπὸ σαρκῶν Ἐρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν αὖθις ὀλοῦνται), Οὔτ' ἐπὶ σάρκας ἰόντες, ὅπερ δ' ἐγένοντο μένοντες. Ἤθελον εἰπεῖν πάμπαν ἀτειρέες· ἀλλ' ἄνεχ' ἵππον Καὶ μάλα θερμὸν ἐόντα, νόου ψαλίοισιν ἐέργων. Καί ῥ' οἱ μὲν μεγάλοιο παραστάται εἰσὶ Θεοῖο· Οἱ δ' ἄρα κόσμον ἅπαντα ἑαῖς κρατέουσιν ἀρωγαῖς, Ἄλλην ἄλλος ἔχοντες ἐπιστασίην παρ' ἄνακτος, Ἄνδρας τε, πτόλιάς τε, καὶ ἔθνεα πάνθ' ὁρόωντες, Καὶ λογικῶν θυέων ἐπιίστορες ἡμερίοισι. Θυμὲ, τί καὶ ῥέξεις; τρομέει λόγος οὐρανίοισι 441 Κάλλεσιν ἐμβεβαώς· ἀχλὺς δέ μοι ἀντεβόλησεν, Οὐδ' ἔχω ἢ προτέρω θεῖναι λόγον ἢ ἀναδῦναι. Ὡς δ' ὅτε τρηχαλέῳ ποταμῷ περάων τις ὁδίτης Ἐξαπίνης ἀνέπαλτο, καὶ ἴσχεται ἱέμενός περ, Πολλὰ δέ οἱ κραδίη πορφύρεται ἀμφὶ ῥεέθρῳ· Χρειὼ θάρσος ἔπηξε, φόβος δ' ἐπέδησεν ἐρωήν· Πολλάκι ταρσὸν ἄειρεν ἐφ' ὕδατι, πολλάκι δ' αὖτε Χάσσατο, μαρναμένων δὲ, φόβον νίκησεν ἀνάγκη. Ὣς καὶ ἐμοὶ θεότητος ἀειδέος ἐγγὺς ἰόντι, Τάρβος μὲν καθαροῖο παραστάτας ὑψιμέδοντος Θεῖναι ὑπ' ἀμπλακίῃ, φωτὸς κεκορημένον εἶδος, Μή πω καὶ πλεόνεσσιν ὁδὸν κακίης στορέσαιμι. Τάρβος δ' ἄτροπον ἐσθλὸν ἐμοῖς ἐπέεσσι χαράξαι, 442 Μέσφ' ὅτε καὶ σκολιόν τιν' ὁρῶ κακίης μεδέοντα. Οὔτε γὰρ ἦν ἀγαθοῖο, κακοῦ φύσιν ἄμμι φυτεῦσαι, Ἠὲ μόθον προφέρειν καὶ ἔχθεα οἷσι φίλοισιν· Οὔτε μὲν ἀντιθόωκον ἀναστῆναι κακότητα Ὕστατον, ἢ καὶ ἄναρχον ἔχειν φύσιν ὥσπερ ἄνακτα. Ὧδέ μοι ἀσχαλόωντι Θεὸς νόον ἔμβαλε τοῖον. Πρῶτον μὲν Θεότητος ἁγνὴ φύσις ἄτροπος αἰεὶ, Ἀνθ' ἑνὸς οὔ ποτε πολλά. Τί γὰρ Θεότητος ἄρειον Εἰς ὃ μετακλίνοιτο; τὸ δὲ πλέον ὄντος ἄλυξις. Δεύτερον ἀκροτάτοιο φάους μεγάλοι θεράποντες, Τόσσον πρωτοτύποιο καλοῦ πέλας, ὁσσάτιόν περ Αἰθὴρ ἠελίοιο. Τὸ δὲ τρίτον ἠέρες ἡμεῖς. 443 Εἰς πάντ' ἄτροπός ἐστι Θεοῦ φύσις· εἰς κακίην δὲ Δύστροπος ἀγγελικὴ, καὶ τὸ τρίτον εὔτροπος ἡμεῖς, Ὅσσον τῆλε Θεοῖο, τόσον κακίης πελάοντες. Τοὔνεκεν ὁ πρώτιστος Ἑωσφόρος ὑψόσ' ἀερθεὶς (Ἦ γὰρ δὴ μεγάλοιο Θεοῦ βασιληΐδα τιμὴν Ἤλπετο, κῦδος ἔχων περιώσιον), ὤλεσεν αἴγλην, Καὶ πέσεν ἐνθάδ' ἄτιμος, ὅλον σκότος ἀντὶ Θεοῖο· Καὶ κοῦφός περ ἐὼν χθαμαλὴν ἐπὶ γαῖαν ὄλισθεν, Ἔνθεν ἀπεχθαίρει πινυτόφρονας, οὐρανίης δὲ Εἴργει πάντας ὁδοῖο, χολούμενος ἣν διὰ λώβην. Οὐδ' ἐθέλει θεότητος, ὅθεν πέσεν, ἆσσον ἱκέσθαι Πλάσμα Θεοῦ· ξυνὴν γὰρ ἔχειν ἐπόθησε βροτοῖσιν Ἀμπλακίην σκοτίην τε· τῷ ἔκβαλεν ἐκ παραδείσου, 444 Κύδεος ἱμείροντας ὁ βάσκανος ἰσοθέοιο. Ὣς ἄρ' ὅγ' οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς· Ἀλλ' οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις, Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν (Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς), Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος, Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν. Ἔνθεν ἄρ' ἐβλάστησαν ἐπιχθόνιοι κακότητες, Δαίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ, Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς, Ψεῦσταί θ', ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων, Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι, Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες, Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες, 445 Ἐρχόμενοι καλέουσιν, ἀπεχθαίρουσι δ' ἄγοντες· Νὺξ, φάος, ὥς κεν ἕλωσιν, ἢ ἀμφαδὸν, ἢ λοχόωντες. Τοίη μὲν κείνων στρατιὴ, τοῖος δὲ καὶ ἀρχὸς, Χριστὸς δ' οὔτε μιν ἔσχεν ἀϊστώσας ἰότητι, Ἧ καὶ κόσμον ἔτευξεν ὅλον· καὶ τόνδ' ἂν ὄλεσσεν, Αἶψ' ἐθέλων (χαλεπὴ δὲ Θεοῦ κοτέοντος ἄλυξις), Οὐδὲ μὲν οὐδ' ἀνέηκεν ἐλεύθερον ἐχθρὸν ἐμεῖο, Ἀλλὰ μέσον μεθέηκεν ὁμῶς ἀγαθῶν τε κακῶν τε, Δῶκε δ' ἐπ' ἀλλήλοισι κακὸν μόθον, ὡς ὁ μὲν αἰνὸν Αἶσχος ἔχῃ, καὶ τῇδε, χερείονί περ πολεμίζων, Οἱ δ' ἀρετῇ μογέοντες ἑὸν κλέος αἰὲν ἔχωσιν, Ὡς χρυσὸς, χοάνοισι καθαιρόμενοι βιότοιο, 446 Ἢ τάχα κεν μετέπειτα δίκας τίσειεν ἀτειρὴς, Ὕλης δ' ἁπτομένης, ὅτε ἔμπυρός ἐστιν ἄμειψις, Πολλὰ πάροιθεν ἑοῖσιν ἐνὶ δρηστῆρσι δαμασθεὶς Τειρομένοις· τὸ γάρ ἐστι κακοῦ γεννήτορι τίσις. Ταῦτα μὲν ἀγγελικῆς αἴγλης πέρι Πνεῦμ' ἐδίδαξε Πρώτης θ', ὑστατίης τε. Μέτρον δέ τε κἀνθάδ' ἀνεῦρε. Μέτρον δ' αὖ Θεός ἐστιν. Ὅσον πελάει τις ἄνακτι, Τοσσάτιον φάος ἐστὶν, ὅσον φάος, εὖχος ὁμοῖον.
424.3.1
Περὶ ψυχῆς. Ψυχὴ δ' ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν, 447 Ἀλλ' ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως, Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν, Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς. Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς Δάπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ' ἀποπνευστοῦ Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα· Ἀλλ' οὐδ' ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων. Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων, Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους; Πῶς δ' οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ 448 Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ' ἀλόγοισιν, Εὐκραέες δ' ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος. Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ' αἴτιον, ὧν ἀπεόντων Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο. Φορβὴ δ' οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς. Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ' ἔγωγε, Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ Ψυχὴ, πλαζομένη τε δι' ἠέρος. Ὧδ' ἂν ὁμοίη Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ' ἄρα πᾶσι, Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο, Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ' ἐν ἄλλοις. 449 Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ' ἐν σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ', εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας. Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως, Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν. Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ. 450 Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ' ὄπωπα, Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη· Αἰεὶ δ' ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην. Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι Κεῖνοι, τῶν ὅδ' ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου, Θαῦμα μέγ'. Εἰ δ' ἅμα σαρκὶ, τίν' ἐκ πλεόνων πυρὶ δώσεις; Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς, Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς Καὶ τόδ' ἄλης, λήθην με παθεῖν προτέρης βιότητος. 451 Ἡμέτερον δ' ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον. Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ. Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς, Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα. Εἶπεν ὅδ', ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, Δίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν· «Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι. Ξυνὸν δ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι 452 Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.» Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν, Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν. Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα