Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
453.1.1
Σῶμα μὲν ἐκ σαρκῶν, ψυχὴ δ' ἐπιμίσγετ' ἀΐστως, Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας Πῶς πρῶτόν τ' ἔπνευσε, καὶ εἰκόνα δήσατο γαίῃ Εἰ μὴ τόνδε λόγον τις, ἐμοῖς ἐπέεσσιν ἀρήγων, Θήσει θαρσαλέως τε, καὶ ἑσπόμενος πλεόνεσσιν· Ὡς καὶ σῶμα τὸ πρῶτον ἀπὸ χθονὸς ἄμμι κερασθὲν, Ὕστερον ἀνδρομέη ῥύσις ἔπλετο, οὐδ' ἀπολήγει Ἄλλοτε ἄλλον ἔχουσα βροτὸν πλαστῆς ἀπὸ ῥίζης· Καὶ ψυχὴ πνευσθεῖσα Θεοῦ πάρα, κεῖθεν ἔπειτα Ἀνδρομέοισι τύποισι συνέρχεται ἀρτιγένεθλος, Σπέρματος ἐκ πρώτοιο μεριζομένη πλεόνεσσι, Θνητοῖς ἐν μελέεσσιν ἀεὶ μένον εἶδος ἔχουσα. Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν. Ὡς δ' ἐνὶ τυτθοῖς Πνεῦμα μέγα στεινόν τε καὶ ἔκτροπον ἴαχεν αὐλοῖς, 454 Καὶ μάλα ἴδριος ἀνδρὸς, ἐπὴν δ' εἰς χεῖρας ἵκωνται Εὐρύποροι, τημόσδε τελειοτέρην χέον ἠχὴν, Ὣς ἥγ' ἀνδρανέεσσιν ἐν ἅψεσιν ἀδρανέουσα, Πηγνυμένοις συνέλαμψε, νόον δέ τε πάντ' ἀνέφηνεν. Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς, Ὄφρα κε κῦδος ἔχῃσι νέον, καὶ γαῖαν ἀμείψας Ἤμασιν ὑστατίοισι Θεῷ Θεὸς ἔνθεν ὁδεύσῃ, Οὔτε μιν οὔτ' ἀνέηκεν ἐλεύθερον, οὔτε τι πάμπαν Δήσατο· θεὶς δὲ νόμον τε φύσει, καὶ ἐσθλὰ χαράξας Ἐν κραδίῃ, γυάλοισιν ἀειθαλέος παραδείσου Θῆκέ μιν ἀμφιτάλαντον, ὅπη ῥέψειε δοκεύων, Γυμνὸν ἄτερ κακίης τε καὶ εἴδεος ἀμφιθέτοιο. Ζωὴ δ' οὐρανίη πέλεται παράδεισος ἔμοιγε. Τοῦ ῥά μιν ἐντὸς ἔθηκε λόγων δρηστῆρα γεωργόν. 455 Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο, Ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισιν ἐντὸς ἔχοντος Τὴν τελέην. Τελέη γὰρ ἀεξομένοισιν ἀρείων, Ἀλλ' οὐκ ἀρχομένοισιν· ἐπεὶ τόσον ἐστὶ βαρεῖα, Ὅσσον νηπιάχοισι τελειοτέρη τις ἐδωδή. Ἀλλ' ἐπεὶ οὖν φθονεροῖο παλαίσμασιν ἀνδροφόνοιο, Θηλυτέροιο λόγοιο παραιφασίῃσι πιθήσας, Γεύσατο μὲν καρποῖο προώριος ἡδυβόροιο, Δερματίνους δὲ χιτῶνας ἐφέσσατο σάρκα βαρεῖαν Νεκροφόρος (θανάτῳ γὰρ ἁμαρτάδα Χριστὸς ἔκορσεν), Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα τῆς γένος ἦεν, Καὶ ζωὴν πολύμοχθον ἐδέξατο. Τῷ δ' ἄρ' ἔθηκε Ζῆλον ἑὸν πυρόεντα φυτῷ κληῖδ' ἐριτίμῳ, 456 Μήτις Ἀδὰμ, ὁ πρόσθε, προώριος ἐντὸς ἴκηται, Πρὶν πτόρθου γλυκεροῖο φυγεῖν δαπτρεῖαν ἐδωδὴν, Καὶ ζωῆς πελάσειε φυτῷ κακός· ὡς δ' ὑπ' ἀήταις Χειμερίοις παλίνορσος ἁλίπλοος ἦλθεν ὀπίσσω, Αὖθις δ' ἠὲ πνοιῇσιν ἐλαφροτέρῃσι πετάσας Ἱστίον, ἢ ἐρέτῃσι μόγῳ πλόον αὖθις ἄνυσσεν, Ὣς ἡμεῖς μεγάλοιο Θεοῦ ἀπὸ τῆλε πεσόντες, Ἔμπαλιν οὐκ ἀμογητὶ φίλον πλόον ἐκπερόωμεν. Τοίη πρωτογόνοιο νεόσπορος ἤλυθεν ἄτη Δειλοῖσιν μερόπεσσιν, ὅθεν στάχυς ἐβλάστησε.
453.2.1
Περὶ Διαθηκῶν καὶ Ἐπιφανείας Χριστοῦ. Δεῦρ' ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε. 457 Ὅς τε παλαιότερος, καὶ ὃς νέος ἐξεφαάνθη, Πρῶτα μὲν Ἑβραίοισιν, ἐπεὶ Θεὸν ὑψιμέδοντα Πρῶτοι καὶ γνώσαντο, ἔπειτα δὲ πείρασιν αἴης. Οὐ γὰρ μαρναμένοισι Θεὸς βροτὸν ἡγεμονεύει Δόγμασιν, ὥς τις ἄϊδρις ἐὼν, Λόγος ἴδρις ἁπάντων, Οὐδὲ παλιμβούλοισιν, ὃ καὶ θνητοῖσιν ὄνειδος. Ἀλλ' ὅδ' ἐμὸς λόγος ἐστὶ Θεοῦ φιλέοντος ἀρωγῆς. Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου, Κλέψας ἀνδροφόνοιο φυτοῦ δηλήμονι καρπῷ, Ὡς στρατὸν ἡγητῆρος ὀλωλότος αἴσχεϊ τύπτων, Δίζετο καὶ τεκέεσσι κακὸν καὶ κῆρα φυτεῦσαι, Ῥήξας δ' οὐρανίοιο Θεοῦ κλεψίφρονι βουλῇ, Τρέψατο ὄσσε βροτοῖο πρὸς οὐρανὸν ἀστερόεντα, 458 Κάλλεσι παμφανόωσι τεθηλότα, πρός τε θανόντων Μορφὰς, ἃς ἐτύπωσε πόθος, καὶ μῦθος ἔτισε, Πιστὸς ἐν οὐ ξείνοισι κακοῖς, ψεύστης ἀνέλεγκτος, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασιν. Ἑβραίων ἱερῶν ὀλοὸν γένος, οὐχ ὑποφήταις Εἶκον ὀδυρομένοισι, λιταζομένοισιν, ἄνακτος Μῆνιν ἀεὶ προφέρουσι. Πάρος γε μὲν ὤλλυον αὐτούς. Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, ἀλλ' ἄρα καὶ τῶν Οἱ πλέονες κακίους, οὐδ' ἄλσεα πάμπαν ἔλειπον, Οὐδ' ὀρέων κορυφὰς, καὶ δαίμονας αἱματόεντας. Τοὔνεκα καὶ μεγάλοιο Θεοῦ ζηλήμονα μῆνιν Εἴρυσαν, ἐκ δὲ τίναχθεν. Ὁ δ' ἀντεισῆλθον ἔγωγε 459 Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ σφίσιν ἕλκων, Πίστιν ἐς εὐσεβέα Χριστοῦ παλίνορσα φέρεσθαι, Ὀψὲ μεταστρεφθεῖσιν, ἐπὴν κορέσωνται ἀνίης, Βασκανίῃ λαοῖο νεήλυδος, ᾧ διάμειφθεν. Ἀλλὰ τὰ μὲν μετόπισθ'. Οἱ δ' ὡς νόμον εἶχον ἄτιμον, Ὑστάτιον τοιῆσδε βροτῶν γένος ἔμμορε τιμῆς, Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός· Χριστὸς ὅσον βροτέων ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκ ἔτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος)· ἀλλὰ κενώσας Ὃν κλέος ἀθανάτοιο Θεοῦ Πατρὸς Υἱὸς ἀμήτωρ 460 Αὐτὸς καὶ δίχα πατρὸς ἐμοὶ ξένος υἱὸς ἐφάνθη· Οὐ ξένος, ἐξ ἐμέθεν γὰρ ὅδ' ἄμβροτος ἦλθε βροτωθεὶς Παρθενικῆς διὰ μητρὸς, ὅλον μ' ὅλος ὄφρα σαώσῃ. Καὶ γὰρ ὅλος πέπτωκεν Ἀδὰμ διὰ γεῦσιν ἀλιτρήν. Τοὔνεκεν ἀνδρομέοισι καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς (ὢ θάμβος ἀφαυροτάτοισιν ἄπιστον!) Ἦλθε Θεὸς θνητός τε, φύσις δύο εἰς ἓν ἀγείρας, Τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν Ὧν Θεὸς ἡ μὲν ἕην, ἡ δ' ὕστατον ἡμῖν ἐτύχθη. Εἷς Θεὸς ἀμφοτέρωθεν, ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη· Ὥς κεν Ἀδὰμ νέος ἄλλος ἐπιχθονίοισι φαανθεὶς, Τὸν πάρος ἐξακέσαιτο, πετάσματι δ' ἀμφὶ καλυφθεὶς 461 (Οὐ γὰρ ἔην χωρητὸς ἐμοῖς παθέεσσι πελάσσαι), Καὶ πινυτὸν δοκέοντα ὄφιν σφήλειεν ἀέλπτως, Ὡς μὲν Ἀδὰμ πελάσοντα, Θεῷ δέ τε ἀντιάσοντα, Τῷ πέρι κάρτος ἔμελλεν ἑῆς ἄξειν κακότητος, Τρηχείην περὶ πέτραν ἁλίκτυπον ὥς τε θάλασσα. Ὡς ἐφάνη, γαῖα τε καὶ οὐρανὸς ἀμφὶ γενέθλῃ Σείετο. Οὐρανίη μὲν ὕμνους κατέπεμπε χορείη, Ἀστὴρ δ' ἀντολίηθε Μάγοις ὁδὸν ἡγεμόνευε, Δωροφόροις λάτρισι νεηγενέος βασιλῆος. Οὗτος ἐμοὶ Χριστοῖο νέης λόγος ἐστὶ γενέθλης. Αἶσχος δ' οὐδὲν ἔπεστιν, ἐπεὶ μόνον αἶσχος ἁμαρτάς· Τῷ δ' οὐκ αἶσχος ἔπεστιν, ἐπεὶ Λόγος αὐτὸν ἔπηξεν. 462 Οὐδὲ ῥύσει βροτέῃ βροτὸς ἔπλετο, ἐκ δ' ἄρα σαρκὸς, Τὴν Πνεῦμ' ἥγνισε πρόσθεν ἀνυμφέα μητέρα κεδνὴν, Αὐτοπαγὴς βροτὸς ἦλθε, καθήρατο δ' εἵνεκ' ἐμεῖο. Καὶ γὰρ πάνθ' ὑπέδεκτο, νόμῳ θρεπτήρια τίνων, Ἣ καὶ χαζομένῳ πεμπτήρια, ὥσπερ ὀΐω. Αὐτὰρ ἐπεὶ μεγάλοιο φάους ἐριλαμπέϊ λύχνῳ Κηρυχθεὶς προθέοντι γόνου, προθέοντι δὲ μύθου, Χριστὸν ἐμὸν βοόωντι Θεὸν μεσάτῃ ἐν ἐρήμῳ, Ἐξεφάνη, λαῶν μὲν ἔβη μέσος ὅς τ' ἀπὸ τηλοῦ, Ὅς τε πέλας (ξυνὸς γὰρ ἐπ' ἀμφοτέροις ἀκρόγωνος Λᾶας ἔην)· δισσὸν δὲ καθάρσιον ὤπασε θνητοῖς Πνεύματος ἀενάοιο, τό μοι προτέρην ἐκάθηρ Σαρκογενῆ κακίην, καὶ αἵματος ἡμετέροιο. 463 Καὶ γὰρ ἐμὸν, τὸ Χριστὸς ἐμὸς Θεὸς ἐξεκένωσε Ῥύσιον ἀρχεγόνων ποθέων, κόσμοιό τ' ἄποινον. Εἰ μὲν δὴ μὴ τρεπτὸς ἔην βροτὸς, ἀλλ' ἀδάμαστος, Οἴης καὶ μεγάλοιο Θεοῦ χρήϊζον ἐφετμῆς, Ἥ μ' ἐκόμει τ', ἐσάωσε, καὶ ἐς μέγα κῦδος ἄεξε. Νῦν δ', οὐ γάρ με θεὸν τεῦξεν Θεὸς, ἀλλά μ' ἔπηξεν Ἀμφιρεπῆ, κλιτόν τε, τὸ καὶ πλεόνεσσιν ἐρείδει, Ὧν ἓν καὶ λοετροῖο βροτοῖς χάρις. Ὡς γὰρ ὄλεθρον Ἑβραίων ποτὲ παῖδες ὑπέκφυγον αἵματι χριστῷ, Τὸ φλιὰς ἐκάθῃρεν, ὅτ' ὤλετο πρωτογένεθλος Αἰγύπτου γενεὴ νυκτὶ μιῇ, ὣς καὶ ἔμοιγε 464 Σφρηγὶς ἀλεξικάκοιο Θεοῦ τόδε, νηπιάχοις μὲν Σφρηγὶς, ἀεξομένοισι δ' ἄκος καὶ σφρηγὶς ἀρίστη, Χριστοῦ φωτοδόταο θεόῤῥυτος, ὥς κεν ἀλύξας Βένθος ἄχους καὶ βαιὸν ἀπ' ἄχθεος αὐχέν' ἀνασχὼν, Πρὸς ζωὴν παλίνορσον ἄγω πόδα. Καὶ γὰρ ὁδίτης Ἀμπνεύσας καμάτοιο, νεόσσυτα γούνατ' ἐγείρει. Ξυνὸς μὲν πάντεσσιν ἀὴρ, ξυνὴ δέ τε γαῖα, Ξυνὸς δ' οὐρανὸς εὐρὺς, ἅθ' ὥρια κύκλος ἑλίσσει· Ξυνὸν δ' ἀνθρώποισι σαόβροτον ἔπλετο λουτρόν.
453.3.1
Κατὰ Ἀπολλιναρίου, περὶ ἐνανθρωπήσεως. Νοῦν τὸν μέγιστον ἴσμεν ἀνθρώπου φύσιν 465 Πᾶσαν παγέντα, ἐκ τριῶν συγκειμένην, Ψυχῆς τε καὶ νοῦ καὶ πάχους τοῦ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθεν πλὴν ἁμαρτίας. Ἐπεὶ γὰρ οὖν ἐγίγνετ' ἄνθρωπος Θεὸς, Θεὸς τελεῖτ' ἄνθρωπος εἰς τιμὴν ἐμήν· Ἵν' οἷς περ εἴληφεν ὃ δέδωκ' ἀναπλάσας, Λύσῃ τὸ κρῖμα τῆς ὅλης ἁμαρτίας, Κτείνῃ τε τὸν κτείναντα τῷ τεθνηκότι. Ἁπλοῦς ἄνωθεν, εἶτα συμπαγεὶς, Θεός· 466 Παγεὶς ἔπειτα χερσὶ ταῖς θεοκτόνοις. Οὗτος Θεοῦ σοι τοῦ μεμιγμένου λόγος. Θεὸς μὲν ἦν ἄνωθεν, ἐξ οὗ καὶ Πατὴρ, Ὁ τοῦ Θεοῦ Λόγος τε καὶ κτίστης ὅλων, Κρείσσων χρόνου τε καὶ παθῶν καὶ σώματος. Ἐπεὶ δ' ἔπληγε τῷ ξύλῳ τῆς γνώσεως, Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν κατέτρεχεν, Ὡς εὐάλωτον καὶ κατάκριτον, ὁ φθόνος· Ὡς ἂν λύσειε τὴν ἔπαρσιν τοῦ φθόνου, 467 Καὶ τὴν φθαρεῖσαν εἰκόνα κτίσῃ πάλιν, Ἐγγίνεθ' ἡμῖν. Ἐν γὰρ ἁγνῇ παρθένῳ Κυΐσκεταί τε καὶ προέρχεται Θεός. Ὅλος Θεός τε καὶ βροτὸς, σώζων μ' ὅλον, Υἱὸς νοούμενός τε καὶ ὁρώμενος. Ἀνθρωπολάτρης εἰμί σοι, σέβων ὅλον Τὸν συντεθέντα μυστικῶς ἐμοὶ Λόγον Αὐτὸν Θεόν τε καὶ βροτὸν σωτήριον. Σὺ σαρκολάτρης, εἰσάγων ἄνουν ἐμὲ, Ἄν σου τὸ κομψὸν πειθανῶς ἀντιστρέφω. Ἣ τοῦτο δέξαι, φίλτατ', ἢ κἀμοὶ πάρες, Εἴπερ δίκαιος τοῦ λόγου μένεις βραβεὺς, Εἴ σοι τὸ χεῖρόν ἐστιν ἐκ Θεοῦ Θεὸς (Χεῖρον γὰρ ἡ σὰρξ τοῦ κατ' εἰκόνα πολὺ), Κἀμοὶ τὸ κρεῖσσον· νοῦς γὰρ ἔγγιον Θεοῦ. 468 Πλὴν σοί γε κινδυνεύεθ' ἥμισυς βροτός· Ὃ μὴ προσείληπται γὰρ, οὐδὲ σώζεται. Τί φὴς, ἀμύντωρ τοῦ Λόγου σοφώτατε, Ὁ τοῖς τέμνουσι τὴν θεότητα δυσφορῶν; Οὐ καὶ σὺ τέμνεις τοῦ Θεοῦ τὸ σύνθετον, Τὸ μὲν διδούς τι τῶν ἐμῶν, τὸ δ' οὐκέτι, Τὴν σάρκα κιρνῶν, τὸν δὲ νοῦν ἀποξέων, Ὥσπερ δεδοικὼς τοῦτο, μὴ συνθῇς ὅλος; Πῶς οὖν δύω τέλεια χωρήσει τὸ ἕν; Ἢ καὶ ῥαγῆναι τὴν δορὰν δεδοίκαμεν; Ὦ τῆς ἀνοίας! νοῦν δὲ καὶ λόγον μία Ψυχὴ δέδεκται· ποῦ δ' ὅλως σοι καὶ μέγα Νοῦς, τοῦ Θεοῦ παρόντος; Εἰ δ' ἡ σὰρξ ἄνους Ἐξηπάτημαι. Δέρμ' ἐμόν· ψυχὴ τίνος; Τίς ἡ Θεοῦ γέννησις ἐκ τῆς Παρθένου; 469 Πῶς εἰς ἒν ἦλθε τῶν διεστώτων φύσις; Ἄῤῥητόν ἐστιν, ὡς δ' ἔμοιγε φαίνεται, Μικρῷ λόγῳ μετροῦντι τὰ κρείσσω λόγου. Τὸ Πνεῦμ' ἐπῆλθε παρθένῳ καθάρσιον, Λόγος δ' ἑαυτῷ πήγνυτ' ἔνδοθι βροτὸν, Ὅλου βροτοῦ θανόντος ἀντάλλαγμ ὅλον. Ἐπεὶ δ' ἄμικτός ἐστι σαρκίῳ Θεὸς, Ψυχὴ δὲ καὶ νοῦς οἷον ἐν μεταιχμίῳ, Σαρκὸς μὲν, ὡς σύνοικος, ὡς δ' εἰκὼν, Θεοῦ· Τῷ συγγενεῖ μιγεῖσα ἡ Θεοῦ φύσις, Ἐκεῖθεν ἔσχε καὶ πάχους κοινωνίαν. Οὕτω τὸ θεῶσαν καὶ θεωθὲν εἷς Θεός. Τί οὖν πέπονθεν ἀμφότερ'; ὡς ἐμὸς λόγος, Τὸ μὲν κερασθὲν τῷ πάχει, τὸ δ' ὡς πάχος 470 Ἐμῶν μετασχὸν, πλὴν παθῶν ἁμαρτίας. Ζητῶ τὸ αἷμα τῷ προσεῤῥύη Θεοῦ; Εἰ μὲν πονηρῷ· φεῦ, τὸ Χριστοῦ τῷ κακῷ· Εἰ τῷ Θεῷ δέ· πῶς, ἑτέρῳ κρατουμένων Ἡμῶν; ἐπεὶ κρατοῦντός ἐστ' ἀεὶ λύτρον. Ἦ τοῦτ' ἀληθὲς, αὐτὸν προσφέρειν Θεῷ, Ἵν' αὐτὸς ἡμᾶς τοῦ κρατοῦντος ἁρπάσῃ, Λάβῃ τε ἀντάλλαγμα τοῦ πεπτωκότος Τὸν Χριστόν· ὁ χρίσας γὰρ οὐχ ἁλώσιμος. Οὕτω φρονοῦμεν. Τοὺς τύπους δ' αἰδούμεθα. Ἔχεις τὰ τῇδε· προσκύνει τὴν Τριάδα.
453.4.1
Περὶ Ἐνανθρωπήσεως. Νήπιος, ὅστις ἄνακτα Θεοῦ Λόγον αἰὲν ἐόντα Οὐ σέβετ' ἰσοθέως Πατρὸς ἐπουρανίου. 471 Νήπιος, ὅστις ἄνακτα Λόγον βροτὸν ἔνθα φανέντα Οὐ σέβετ' ἰσοθέως οὐρανίοιο Λόγου. Τέμνει δ' ἢ μεγάλοιο Πατρὸς Λόγον, ἠὲ Λόγοιο Μορφὴν ἀνδρομέην, καὶ πάχος ἡμέτερον. Ἦν Θεὸς, ἀλλ' ἐπάγη Πατρὸς Λόγος ἡμέτερος φὼς, Ὥς κε Θεὸν μίξῃ, μικτὸς ἐὼν χθονίοις. Εἷς Θεὸς ἀμφοτέρωθε· τόσον βροτὸς, ὅσσον ἔμ' ἔρδειν Ἀντὶ βροτοῖο Θεόν. Ἵλαθι, τρωτὸς ἄνω. Τόσσον ἔχοις. Τί δ' ἔμοιγε νόον, καὶ μίξιν ἄφραστον; Ἀμφὶ Θεὸν, θνητοὶ, στέργετε μέτρα λόγου. Εἰ μὲν δὴ πεπίθοιμι, τὸ λώϊον. Εἰ δὲ μελαίνεις Τὸν χάρτην πολλαῖς χιλιάσιν ἐπέων, Δεῦρ' ἄγε, πλαξὶ τεαῖς ὀλιγόστιχα ταῦτα χαράξω Γράμματ' ἐμῇ γραφίδι, ἣ μέλαν οὐδὲν ἔχει. 472
453.5.1
Περὶ τῶν γνησίων βιβλίων τῆς θεοπνεύστου Γραφῆς. Θείοις ἐν λογίοισιν ἀεὶ γλώσσῃ τε νόῳ τε Στρωφᾶσθ'· ἢ γὰρ ἔδωκε Θεὸς καμάτων τόδ' ἄεθλον, Καί τι κρυπτὸν ἰδεῖν ὀλίγον φάος, ἢ τόδ' ἄριστον, Νύττεσθαι καθαροῖο Θεοῦ μεγάλῃσιν ἐφετμαῖς· Ἢ τρίτατον, χθονίων ἀπάγειν φρένα ταῖσδε μερίμναις. Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες), Δέχνυσο τοῦτον ἐμεῖο τὸν ἔγκριτον, ὦ φίλ', ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι Τῆς ἀρχαιοτέρης Ἑβραϊκῆς σοφίης. 473 Πρωτίστη, Γένεσις, εἶτ' Ἔξοδος, Λευιτικόν τε. Ἔπειτ' Ἀριθμοί. Εἶτα Δεύτερος Νόμος. Ἔπειτ' Ἰησοῦς, καὶ Κριταί. Ῥοὺθ ὀγδόη. Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων, Καὶ Παραλειπόμεναι. Ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ' Ἰώβ· Ἔπειτα Δαυΐδ· εἶτα τρεῖς Σολομωντίαι· Ἐκκλησιαστὴς, Ἄσμα καὶ Παροιμίαι. Καὶ πένθ' ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα· Ὠσηὲ κ' Ἀμὼς, καὶ Μιχαίας ὁ τρίτος· Ἔπειτ' Ἰωὴλ, εἶτ' Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας, Ἀγγαῖος, εἶτα Ζαχαρίας, Μαλαχίας. Μία μὲν οἵδε. Δευτέρα δ' Ἡσαΐας. 474 Ἔπειθ' ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ' Ἰεζεκιὴλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ' ἀρίθμει καὶ νέου μυστηρίου. Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ· Μάρκος δ' Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· Πᾶσι δ' Ἰωάννης, κήρυξ μέγας, οὐρανοφοίτης. Ἔπειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ' ἐπιστολαί. Ἑπτὰ δὲ καθολικαὶ, ὧν, Ἰακώβου μία, Δύω δὲ Πέτρου, τρεῖς δ' Ἰωάννου πάλιν· Ἰούδα δ' ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις. 475
453.6.1
Πατριάρχαι υἱοὶ τοῦ Ἰακώβ. Δώδεκα δ' ἐξ Ἰακὼβ πατρὸς μεγάλοιο πάτραρχοι· Ῥουβεὶμ, καὶ Συμεὼν, καὶ Λευὶ, τοῖς δ' ἔπ' Ἰούδας. Αὐτὰρ ἔπειτα νόθοι, Δὰν, Νεφθαλεὶμ, Γάδ τε Ἀσήρ τε· Αὖθις δ' εὐγενέες μνηστῶν ἄπο, Ἰσσάχαρ ἦεν, Ζαβουλὼν, καὶ Ἰωσὴφ, καὶ πύματος Βενιαμίν.
453.7.1
Μάστιγες Αἰγύπτου. Μάστιγας Αἰγύπτοιο κακόφρονος αἰὲν ἀρίθμει, Ὥς κεν ὑποτρομέῃς κάρτεϊ τῷ μεγάλῳ. Αἵματι μὲν πρώτιστον ὕδωρ ἐρυθαίνετο γαίης, Δεύτερον αὖ βατράχους ἔβρασεν οὐλομένους. Τὸ τρίτον αὖ, σκνίπεσσιν ἀὴρ καὶ γαῖα καλύφθη. 476 Καὶ κυνόμυια φάνη τέτρατον ἐξαπίνης. Πέμπτον, τετραπόδεσσιν ἐπέχραε λυγρὸς ὄλεθρος. Φλυκτίδες ἀνθρώπων σώμασιν, ἕκτον ἄχος. Ἕβδομον, ὗσε χάλαζα μέση πυρὸς, ὄμβρος ἄμικτος. Ὄγδοον, ἐξ ἀκρίδος ὤλετο χλωρὸν ἅπαν. Εἴνατον, Αἰγύπτοιο πέδον κατὰ νὺξ ἐκάλυψε Πρωτοτόκων δὲ μόρος ἡ δεκάτη βάσανος.
453.8.1
Ἡ τοῦ Μωϋσέως Δεκάλογος. Τοὺς δὲ νόμους ἐχάραξε Θεὸς δέκα ἔν ποτε πλαξὶ Λαϊνέαις· σὺ δέ μοι ἔγγραφε τῇ κραδίῃ. Οὐ γνώσῃ Θεὸν ἄλλον, ἐπεὶ σέβας οἶον ἑνός γε. Οὐ στήσεις ἴνδαλμα κενὸν, καὶ ἄπνοον εἰκώ. 477 Οὔ ποτε μαψιδίως μνήσῃ μεγάλοιο Θεοῖο. Σάββατα πάντα φύλασσε μετάρσια καὶ σκιόεντα. Ὄλβιος, ἢν τοκέεσσι φέρῃς χάριν, ἣν ἐπέοικε. Φεύγειν ἀνδροφόνον παλάμης ἄγος, ἀλλοτρίης τε Εὐνῆς, κλεπτοσύνην τε κακόφρονα, μαρτυρίαν τε Ψευδῆ, ἀλλοτρίων τε πόθον, σπινθῆρα μόροιο.
453.9.1
Εἰς τὰ θαύματα Ἠλίου τοῦ προφήτου καὶ Ἐλισαίου. Τοσαῦτα θαύματ' Ἠλίου τοῦ Θεσβίτου. Κόραξι πρῶτον ἐτράφη· καὶ δεύτερον Ἔθρεψε χήραν πλουσίως Σαραφθίαν, Μικροῖς ἐλαίου καὶ ἀλεύρου λειψάνοις· Ἧς καὶ τὸν υἱὸν ἐκ νεκρῶν φυσήμασιν Ἤγειρεν. Ὑετόν τ' ἀνέσχεν ἐκ Θεοῦ, 478 Ἔπειτ' ἀφῆκε. Θυσίαν καταγνίσας Πυρὶ ξένῳ τε καὶ ξένοις, εἶτ' ἤρκεσε Τροφῆς ἄγευστος ἡμέραις ἐν πλείοσι Ἔφλεξεν ἄρδην πεντηκοντάρχας δύω. Ἰορδάνην διῆλθε μηλωτῇ τεμών· Πυρὸς δ' ἀνῆλθεν ἅρματι πρὸς οὐρανὸν Ὁμοῦ δοράν τε καὶ χάριν Ἐλισσαίῳ Ἀφῆκεν. Ἄθρει καὶ τὰ τούτου θαύματα· Ἰορδάνην διῆλθε μηλωτῇ τεμών. Πηγὰς ἔθηκεν ἁλσὶν εὐτέκνους πόλει. Παῖδας δ' ὑβριστὰς θηρίοις ἀπώλεσεν Διψῶντι ῥεύματ' ἐξ Ἐδὼμ ἐπήγασε Στρατῷ· γυναῖκά τε χρέους ἐῤῥύσατο Πηγαῖς ἐλαίου· τῇ δὲ Σουναμίτιδι 479 Οὐκ ὄντ' ἔδωκε παῖδα, κ' ἐκ νεκρῶν πάλιν. Φθοράν τ' ἐπέσχεν ἐκ πόας, καὶ πλείοσιν Ἤμυνε λιμὸν ἐνδεεστέρᾳ τροφῇ. Ναιμᾶν δὲ λέπρας ἐκκαθήρας τὸν Σύρον, Πέμπει Γιεζεῖ τὴν νόσον· εἶτ' ἀξίνην Ἔπλευσε νώτοις ἐκ βυθῶν Ἰορδάνου· Σύρων δὲ τοὺς ἕλκοντας ὄψεις ἀμβλύνας Ἔδωκεν ἐχθροῖς· εἶτα τῷ στρατῷ κόρον Προεῖτο, λεπρῶν ἔργα. Καὶ νεκρὸς νεκρὸν Ἤγειρεν, ἐγγὺς συντεθέντων ὀστέων.
453.10.1
Ἐπίγραμμα εἰς τὸ μαρτύριον Ἠλίου τὸ καλούμενον Χηρεῖον. Αὕτη, ξένε, καὶ Σαρεπτὰ τῆς Σιδωνίας, 480 Οὗτος δὲ χήρας πύργος, ἣ φιλοξένως Θεοῦ προφήτην Ἠλίαν τὸν Θεσβίτην, Λιμοῦ κακοῦντος τὰς πόλεις, ἐδέξατο· Ἧ καὶ μικρὸν ἦν ἔλαιον ἐν τῷ καψάκῃ, Καὶ δρὰξ ἀλεύρων ὑδρίᾳ κεκρυμμένος. Τοῦτο δ' ἀφειδῶς μεταδοῦσα τῷ ξένῳ, Πηγὴν, τρέφουσαν οἶκον, εὗρε τὴν δόσιν. Ταύτης τὸν υἱὸν Ἠλίας ζῶντα τρέφων, Θανόντα νεκρῶν ἐξανέστησε ζόφου. Μήτηρ δὲ, πρὶν κλαίουσα τὴν ἀπαιδίαν, Ἐγένετο μήτηρ αὖθις ὠδίνων δίχα.
453.11.1
Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας. Ματθαῖος πόθεν, εἰπὲ, μέγας, Λουκᾶς τε φέριστος, 481 Τὴν μὲν ὅγ', αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, Αἳ Χριστὸν κατάγουσιν ἀφ' αἵματος ἀρχεγόνοιο; Πῶς δ' ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ' ἐν παύροισιν ἔληξεν; Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ Συμφέρεθ' ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ' ἐπιπείθεο μύθῳ· Δαυῖδαι, Σολομών τε, Νάθαν τ' ἔσαν, ὧν ὁ μὲν εἷλκεν Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· Αὐτὰρ ὅγ' εὐαγέων τε φαεινοτάτων θ' ἱερήων. Χριστὸς δ' ἀμφότερ' ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ Τοὺς Σολομωντιάδας, Λουκᾶς δ' ἐς Νάθαν ὄρουσεν. 482 Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα. Οὐ μὲν παυρότερον· γενεῶν δ' οὐκ ἴσον ἀριθμόν. Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν. Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ' Ἰωσήφ. Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται Ἑβραῖος, κάσιν ἤ τιν' ὀλωλότος, ἤ τινα πηῶν Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν, Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται. Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ' ἀνεῦρον. Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ' Ἐσθάν. 483 Τοῦ δ' ἄρ' ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ' Ἡλεὶ γείνατο παῖδας. Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν' ἔλειπεν, Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος Δέξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ. Οὕτω τοῦ μὲν ἔην, τῷ δ' ἔγραφε θεσμὸς Ἰωσήφ. Εὐαγγελιστῶν δ' ὃς μὲν εἶπε τὴν φύσιν, Ματθαῖος, ὃς δ' ἔγραψε Λουκᾶς τὸν νόμον. Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν. Πῶς Δαυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, Λευίδης· Μαριὰμ γὰρ ἀφ' αἵματος ἦεν Ἀαρών. 484 Μάρτυς δ' ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, Μητέρας ἀμφοτέρας ὅγ' ἀνήγαγεν ἐς μέγαν Ἀαρών. Φρῆτραι δ' αὖ βασιλῆος ἀμιγέες, ἡ δ' ἱερήων. Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ' αὖτε Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα Ἠγάγετ' ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ' ἀπ' Ἰούδα Ἕκτος ἔην. Μετέπειτα δ' ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα. Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας 485 Ἄλλοι μέν τ' ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο Πατρῴαις, Δαυῒδ δὲ φίλον πέδον αἶψα κίχανον Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ' ἐνὶ φάτνῃ Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα. Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ' Ἀδὰμ ἦλθ' ἐπὶ Χριστόν Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ'. Ἐκ δ' Ἀδάμοι Σὴθ πέλε. Τοῦ δ' ἄρ' Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. Τοῦ δ' ἦν Μαλελεήλ. Τοῦ δ' Ἰαρὲδ, ὃς τέκε παῖδα Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. Ἐκ τοῦ δ' Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ' ἐνέπουσιν Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ' ἄρα ΦαλὲκἜσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ. 486 Ἀβραὰμ αὖτ' ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. Ἀβραμίδης δ' Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ' ἄρ' Ἰούδαν Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών Νασσὼν δ' αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ. Ὠβὴδ δ' Ἰεσσαί· τοῦ δ' ἐκ μέγας ἔπλετο Δαυΐδ. Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ' Ἐλιακείμ. Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰού Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. Τοῦδε, Ἰωρείμ. Τοῦ δ' Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ Τοῦ δ' Ἤρ. Τοῦ δ' Ἐλμώδ. Τοῦ δ' αὖ πάϊς ἔπλετο Κωσάμ. Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ' ἄπο, Νηρί. Τοῦ δ' ἄπο, Σαλαθιὴλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν, Ἰούδας, Ὠσώκ, Σεμεεί τ' αὖ, Ματθίας τε, Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ' ἄπο Ναοὺμ, 487 Ἀμὼς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· Μελχὶ, καὶ Λευὶ, καὶ Ματθὰν, Ἡλεὶ, Ἰωσήφ. Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυῒδ, ὡς ἔφην. Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς Σπορὰν, τίθησι τοῦ γένους ἀνακτόρων. Εἰσὶν δ' ὅσοι τε καὶ τίνες, λελέξεται. Δαυίδης, Σολομὼν, Ῥοβοὰμ, Ἀβίας τε, Ἀσά τε Τοῦ δ' Ἰωσαφὰτ ἔσκεν. Ὁ δ' ἕβδομος ἦεν ἸωράμὈζίας, ἠδ' Ἰωάθαμ,
453.12.1
Ἄχαζ, Ἐζεκίας τε Καὶ Μανασῆ, καὶ Ἀμὼς, Ἰωσίας. Αὐτὰρ ἔπειταἸεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· Σαλαθιὴλ, Ζοροβάβελ, Ἀβιοὺδ, ἠδ' Ἐλιακεὶμ, Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ' Ἀχίν. Τοῦ δ' Ἐλιούδα. Τοῦδ' Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ. 488
453.13.1
Μαθηταὶ τοῦ Χριστοῦ ΙΒʹ. Δώδεκα δ' αὖ Χριστοῖο Θεοῦ μεγάλοιο μαθηταί. Πέτρος
453.14.1
Ἀνδρείας τε, Ἰωάννης τ', Ἰάκωβος Πέμπτος δ' ἦε Φίλιππος· ὁ δ' ἕκτος, Βαρθολομαῖος, Ματθαῖος, Θωμᾶς τε, καὶ Ἀλφαίου Ἰάκωβος· Ἰούδας τε, Σίμων τε, καὶ οὐ φατὸς ἄλλος Ἰούδας.
453.15.1
Τὰ τοῦ Χριστοῦ θαύματα κατὰ Ματθαῖον. Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ' ἔρεξε Χριστὸς ἄναξ βροτέῳ σώματι κιρνάμενος. Πρῶτον μὲν λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον, Εἶθ' ἑκατοντάρχου παιδὸς ἔπηξε μέλη. Τὸ τρίτον αὖ Πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί. Τέτρατον, οἶδμα μέγα εὔνασε καὶ ἀνέμους. 489 Δαίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. Ἕκτον, ἑὴν κλίνην ᾖρε βαρὺς μέλεσιν. Ἕβδομον, ἁψαμένης πηγὴν σχέθεν αἱμοροούσης. Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος. Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ' ἐλαθέντος Δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, Ὄσσε δὲ δαιμονίου κ' οὔατα, δωδέκατον. Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε, Κἀνδρῶν χιλιάδας πέντ' ἀπὸ πέντ' ἀκόλων. Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· Τοῖς δ' ὑπόειξε μέγας πόντος ὀρινόμενος. Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ' ἐδίωξε, Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ. Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ' ἀπὸ ἑπτὰ 490 Ἄρτων, χιλιάδες τέσσαρες, ἦν τε κόρος. Ἑπτὰ δὲ καὶ δέκατον, θείην ἠλλάξατο μορφὴν, Στράψας οἷσι φίλοις ἠελίοιο πλέον. Ὀκτωκαιδέκατον δὲ, σεληναίης ἀπὸ νούσου Ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον. Ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ Ἱεριχοῦς Τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος. Εἰκοστὸν δ' αὐγὰς πόρεν ὄμμασι, πηρά τ' ἔλυσε Γούνατα, ἐξ ἱεροῦ λύματα πάντ' ἐλάσας. Θαῦμα δὲ Βηθανίηθεν ἰὼν ποίησε μέγιστον, Ξηρὴν αἶψα συκῆν, ὥς μιν ἄκαρπον ἴδεν. Ἐκ δ' ἐχύθη σταυροῖο βαθὺ σκότος, οἰχομένοιο Φωτὸς, καὶ νηοῦ εὐρὺ πέτασμα ῥάγη. Γαῖα δὲ παλλομένη, γαίης ὕπερ ἔσχισε πέτρας, Καὶ νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι. 491 Αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξας, Αὖθις ἑοῖσι φίλοις ἐν Γαλιλαί' ἐφάνη.
453.16.1
Τὰ Χριστοῦ θαύματα κατὰ Μάρκον. Μάρκος δ' Αὐσονίοισι Θεοῦ τάδε θαύματ' ἔγραψε, Πέτρῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς, καὶ λέπρη, καὶ παράλυσις Εἶξε λόγῳ Χριστοῦ. Μετέπειτα δὲ χεὶρ ἐτανύσθη Ξηρή· καὶ ἀνέμων λῆξεν μένος ἠδὲ θαλάσσης. Καὶ λεγεὼν ὑπόειξε, καὶ αἱματόεσσαν ἔπαυσε Πηγὴν, καὶ θυγατρὶ ζωὴν πόρ' Ἰαείροιο. Πέντε δ' ἄρ' ἐξ ἄρτων πολλοὶ τράφεν. Ἔνθεν ἔδησε Πόντον ἐπιστείβων. Μετέπειτα δὲ, πνεῦμ' ἐδίωξε Φοινίσσης, Τυρίοισι τέρας καὶ Σιδονίοισι, 492 Κωφόν τ' οὐ λαλέον. Θρέψεν πάλιν ἕπτ' ἀκόλοισιν Ἀνδρῶν χιλιάδας· καὶ τυφλὸς ἴδεν φάος. Εἶτα Καὶ μορφῆς ἀπέπεμψε σέλας, καὶ δεσμὸν ἔλυσε Γλώσσης, πνεῦμ' ἐλάσας· Βαρτιμαῖός τε φάοσδε Τυφλὸς ἐξ Ἱεριχοῦντος ἐσέδρακεν. Ὡς δὲ ἄκαρπον Εὗρε συκῆν χατέων, νεκρὰν ἔθηκε λόγῳ. Τυφλοὺς δ' αὖ χωλούς τε ἰήσατο ἐγγύθι νηοῦ.
453.17.1
Τοῦ αὐτοῦ θαύματα κατὰ Λουκᾶν. Λουκᾶς δ' Ἑλλάδι σεπτὰ Θεοῦ τάδε θαύματ' ἔγραψε, Παύλῳ θαρσαλέος Χριστοῦ μεγάλῳ θεράποντι. Δαίμων καὶ πυρετὸς καὶ λέπρη καὶ παράλυσις Εἶξε λόγῳ· καὶ χεὶρ τείνατο καρφαλέη. Εἶθ' ἑκατοντάρχοιο λελυμένον ἥδρασε παῖδα· 493 Χήρῃ τ' ἐκ νεκύων ἐν Ναῒμ υἷα πόρε. Τὴν δὲ μύρῳ χρίσασαν ἁγνοὺς πόδας ἥγνισε μύθῳ. Καὶ στῆσεν ἀνέμους, καὶ λεγεῶνα μέγαν. Αἵματος ἔσχε ῥύσιν, καὶ Ἰαείροιο θύγατρα Ἤγαγεν ἐς ζωήν. Πέντε δ' ἄρ' ἐξ ἀκόλων Καὶ δύο ἰχθυδίων, ἐν ἐρήμῳ πέντε ποτ' ἀνδρῶν Θρέψεν χιλιάδας. Εἴδεος ἧκε σέλας. Δαίμονα τηλυγέτοιο πικρὸν ἀποέργαθε παιδὸς, Καὶ τὸν ἐπὶ γλώσσης ἥμενον, ὣς δὲ πάλαι Ἑβραίην στυγερῇ νούσῳ κλίναντα γυναῖκα, Ναὶ μὴν καὶ ὑδέρου ὄγκον ἀπεσκέδασε. Καὶ λεπροὺς ἐκάθηρε δέκα, τῶν εἷς Σαμαρείτης. Τυφλῷ τ' ἐξ Ἱεριχοῦς φῶς πόρεν εἰνοδίῳ. Ὄσσα τ' ἀποψύχοντος ἴδον σημήϊα Χριστοῦ, 494 Ἠδ' ὡς ἐκ νεκύων οἷσι φίλοισι φάνη.
453.18.1
Τοῦ αὐτοῦ θαύματα κατὰ Ἰωάννην. Παῦρα δ' Ἰωάννου δῄεις ἱερῇ ἐνὶ βίβλῳ Θαύματα δὴ, πολλοὺς δὲ λόγους Χριστοῖο ἄνακτος. Ἦν γάμος, οἰνοχόοι δ' ἐκέρων ἐξ ὕδατος οἶνον. Εἶπε, καὶ υἱὸς ἄνουσος ἔην κάμνων βασιλίσκου. Εἶπε, λέχος δ' ἀνάειρεν, ὃς οὐ φύγε δεσμὰ λοετροῖς. Πέντε δ' ἔπειτ' ἄρτων τέλεσεν τέρας. Ἔνθεν ὅδευσεν Πόντον ὑπερζείοντα, καὶ ἐξεσάωσε μαθητάς. Τυφλὸν δ' ἐκ γενετῆς ἰήσατο, πηλὸν ἀλείψας. Τέτρατον ἦμαρ ἔην καὶ Λάζαρος ἔγρετο τύμβου. Αὐτὰρ ὁ καὶ νεκύεσσι θάνεν, καὶ ζῶσιν ἀναστὰς Χριστὸς ἄναξ ἀναφανδὸν ὁμίλεεν οἷς ἑτάροισι.
453.19.1
Τοῦ αὐτοῦ παραβολαὶ καὶ αἰνίγματα. Εἰ δ' ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων· Οἶκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος, Καὶ σπόρον, ὡς ἐπὶ γαῖαν ὁμοίϊος, ἦλθεν ἄνισος· Καὶ σπόρον, ᾧ καλῷ σπέρματα ἐχθρὰ μίγη· Καὶ δένδρον, ὀλίγον νάπυος σπόρον· εἶτ' ἐν ἀλεύρῳ Ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι Θησαυροῖο χάριν· καὶ μαργαρίτην πολύτιμον, Ἔμπορος ὃν πάντων ἐπρίατο κτεάνων· Καὶ νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν· Αἰρόμενόν τ' ὤμοις πλαζόμενον πρόβατον· Καὶ πικρῷ θεράποντι χρέους πέρι, πικρὸν ἄνακτα Καὶ πρώτοις πυμάτους μισθὸν ἔχοντας ἴσον· 496 Πεμπομένους θ' υἱῆας ἐς ἄμπελον οὐδὲν ὁμοίους, Καὶ τοὺς κληρονόμον ὠσαμένους θανάτῳ· Καὶ σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτήν· Ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας Καὶ κύριον δούλοισι νέμοντ' οὐκ ἶσα τάλαντα· Ἔμπαλιν αὖ προβάτοις ἱσταμένους ἐρίφους.
453.20.1
Παραβολαὶ Χριστοῦ κατὰ Μάρκον. Τόσσα Χριστὸς ἔρεξε μέγας, μύθους δ' ἀγόρευσε Παρβλήδην· ἐπὶ γαῖαν ἕνα σπόρον οὔτι ὅμοιον, Καὶ τὸν ζιζανίων σπέρματι συμφυέα, Καὶ νάπυ, κληρονόμον τε θανόνθ' ὑπὸ χερσὶν ἀθέσμοις. Μάρκος μὲν δὴ τοῖα, Πέτρου φυτόν· εὐρυχόρῳ δὲ 497 Ἑλλάδι Παύλοιο Λουκᾶς ἔγραψε τάδε· Δαίμων, καὶ πυρετὸς, καὶ ἄγρη, λέπρα, λύσις τε.
453.21.1
Παραβολαὶ κατὰ Λουκᾶν. Παροιμιῶν δὲ Λουκᾶς ἐμνήσθη τόσων· Τοῦ θέντος ἕδραν ἀσφαλῆ πέτρης ὕπερ Καὶ τοῦ παθόντος εὖ πλέον, καὶ τῷ πλέον Στέργοντος· εἶτα τοῦ σπόρου εἰς τέσσαρας Φύσεις πεσόντος γῆς· ἔπειθ' ὁδοιπόρου Λῃσταῖς πεσόντος. Εἶτ' ἀωρὶ πρὸς θύρας Ἐλθών τις αἰτεῖ, κ' οὐ πονηρὰ λαμβάνει. Ἀκάθαρτον εἶτα πνεῦμα δ' εἰσοικίζεται Ἑπτὰ ξὺν ἄλλοις. Καὶ μάτην τις ἐλπίσι Καρπῶν γέγηθεν, ἀγνοῶν οἷ στήσεται. 498 Ἐκ τῶν γάμων δ' ἥκοντι γρηγορητέον Χριστῷ, καλῶς τε τῇ θεραπείᾳ χρηστέον. Συκῆν τ' ἄκαρπον ταῖς κόπροις ἐπωφελεῖν. Νάπυ, ζύμη τε, καὶ πένητες ἐν γάμῳ. Χαρά τε δραχμῆς εὑρέσει, καὶ θρέμματος. Πατήρ τε παίδων τῷ πεσόντι συμπαθής. Εἶτ' οἰκονόμος τι τῶν χρεῶν χαρίζεται Κλέπτων προμηθῶς. Λάζαρος καὶ πλούσιος. Ἐκεῖθε χήρας ἀξίωσις εὔτονος. Εἶτ' αὖ Τελώνης, καὶ Φαρισσαίου τύφος. Καὶ μνῶν μερισμὸς, ἰσάριθμος τοῖς δέκα. Κακοὶ γεωργοὶ καὶ φονεῖς τοῦ δεσπότου.
453.22.1
Παραβολαὶ τῶν τεσσάρων εὐαγγελιστῶν. Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι 499 Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς· Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Μὴ δ' ἄρ' ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι, Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι. Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ' ἐπιθεῖναι, Ἔνθ' ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, Ἀγχίθυροι γεγάασι, κακὸν δ' ἐπιτέλλεται ἐσθλῷ. Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν, Δενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει, 500 Ὥστε καὶ ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι. Μάργαρε τιμήει καὶ κύδιμε, σοῦ δ' ἄρ' ἔγωγε Κάλλεος ἱμείρων, μέγας ἔμπορος αἴθε γενοίμην, Πάντων δ' ὅσσα μοί ἐστι μέχρις πυμάτοιο χιτῶνος. Ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ, ὥς κεν ἅπαντας Πλούτῳ νηκήσαιμι, πεπασμένος οἶον ἀπ' ἄλλων, Ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἔνι κρυπτὸν ἐόντα! Οἶδα δ' ἐγὼ καὶ κόσμον ἔσω πίπτοντα σαγήνης, Ὧ Χριστοῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς, Ἀνθρώπων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν, Ὡς ἁλὸς ἐξερύσωσι βυθῶν, ὀπάσωσι δὲ Χριστῷ Νηχομένους πικροῖς ἐνὶ κύμασι τοῦδε βίοιο. Ἀλλ' ὁπόταν κρίνῃς ἁλίην, διὰ δ' ἄνδιχα τέμνῃς, Μή μ' ἀπὸ τῆλε βάλοις, ἀχρήϊον οἷά περ ἰχθύν· 501 Ἄγγεσι δ' ἐγκατάθειο φυλασσόμενον βασιλῆϊ. Ἐς μεγάλην δὲ Θεοῖο καλὴν ἐριθηλέ' ἀλωὴν, Ἠῷος μὲν ἔβην, καὶ πλείονα μόχθον ἀνέτλην· Μισθὸν δ' ὑστατίοισιν ἴσον, καὶ κῦδος ἔχοιμι. Τίς φθόνος, εἰ μόχθοισι πόθον Θεὸς ἀντιφερίζει; Πέμπε πατὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν, Τὸν πρότερον, πρότερον· ὁ δ' ἄρα πρόφρων ὑπέδεκτο, Οὐ μὴν ἐξετέλεσσε πατρὸς πόθον, ὥσπερ ὑπέστη. Αὐτὰρ ὅγ' οὐχ ὑπέδεκτο, καὶ ἐξετέλεσσεν ἐφετμὴν Ὁπλότερος. Κρείσσων μὲν ἐμοὶ, γλυκίων δὲ τοκῆϊ Ἀμφοτέρων, ὃς ἔδεκτο, καὶ ἐξετέλεσσεν ἐέλδωρ. Κληρονόμον δ' ὀλέσαιεν, ὅσοι πυρὸς, ἐκτὸς ἀλωῆς. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων· τοῦδ' ἀντιάσαιμι ἔγωγε, 502 Τοῦδ' ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε! Μίμνοι δ' ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ' ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ' ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε γάμου τε, φίλων τ' ἀπὸ τῆλε πέσοιμι. Ἡνίκα δ' αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι, ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα, Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ' ἐνὶ ταῖς κενεῇσι νόον, καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ' ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων, Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον· 503 Μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, Ἔνθα Λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς Μιγνύμενος κραδίαις θάρσος καὶ κῦδος ὀπάζει. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ' ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι, καὶ οὐ δοκέουσιν ἐπιστὰς Εὕροι μ' ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο Ὡς ἀγαθὸν θεράποντα, καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, φέριστον. Σχιζομένων τ' ἐρίφων καὶ ὀΐων, ἤματι πικρῷ, Ἀνδρῶν εὐσεβέων τε καὶ οὐχ ὁσίων ἑκάτερθεν, Στήσαις μή μ' ἐρίφοις ἐναρίθμιον, ἀλλ' ὀΐεσσι Δεξιτερὴν παρὰ χεῖρα, μένοι τ' ἐνὶ χείροσι λαιή. Λύχνος δή τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι 504 Λυχνίης καθύπερθε. Καλὸν δέ τι καὶ θεὸν οἶον Ἴδμεναι, ὃς πάντεσσιν ἐπίσκοπον ὄμμα τίθησιν. Αἰεὶ δὲ στέργοιμι Θεὸν πλέον, εἴτε τι πικρὸν Εἴτ' ἀγαθὸν παρέχοι· πᾶν γὰρ καλόν. Εἰ δὲ τυπείην Ληϊσταῖς, μεγάλης κατιὼν ἀπὸ Χριστοπόληος, Μή με λίπῃς χείρεσσιν ὑπ' ἀνδροφόνοισι δαμῆναι. Εἰ δὲ πνεῦμ' ἐλάσεις ψυχῆς ἄπο, μηκέτ' ἀεργὸν Εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο. Μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον, ἀλλ' ἔτι καρπὸν Ἔλπεο, μηδὲ τέμῃς μιν, ἄναξ· κομέων δέ τ' ἐγείρειν. Δραχμήν τε, πρόβατόν τε, πάϊν τ' ἀπὸ πάντ' ὀλέσαντα Εὑρὼν, τὴν μὲν ἔραζε, τὸ δ' οὔρεσι, τὸν δ' ὑπὸ ποσσὶν Οἰκτρὸν ὑποστρέψαντα πατρώϊον ἐς δόμον, ὦ' ναξ, 505 Αὖθις ἀριθμήσειας ἐν υἱάσι, θρέμμασι, δραχμαῖς. Μὴ δ' ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντος, Πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρήσταις ὁμοδούλοις. Καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ, Ὥς κεν χρηΐζων ποτ' ἐς ὕστερον ἄλκαρ ἔχοιμι! Λάζαρος ἐνθάδ' ἔοιμι, καὶ ὕστερον· ἄλλος ἀγήνωρ Ἐνθάδε, κεῖθι δ' ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο. Εἴην μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης. Δάκρυσιν οἶκτον ἔχοιμι, Φαρισσαῖοι δὲ πέσοιεν. Χήρην δ' εἴποτ' ἐμεῖο παρὰ προθύροις μογέουσαν Ἄπρηκτον πέμψαιμι, καὶ εἰ λίθον ἢ ὄφιν αἰνὸν Ἀντ' ἄρτοιο φίλοιο καὶ ἰχθύος ἡδυβόροιο Ἐχθρὰ φιλοφρονέων, παλάμης ἀπὸ τῆσδ' ὀρέγοιμι, 506 Τοίων ἀντιτύχοιμι Θεοῦ πάρα. Εἰ δ' ἀποθήκας Τὰς μὲν σφρηγὶς ἔχει, τὰς δ' ἐλπίδες ὦκα θέουσαι, Ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις, Οὐδὲ μὲν οὐδὲ τάλαντον, ὅ μοι Θεὸς ἐγγυάλιξε Πλειοτέρην ἄλλοισι μετρῶν χάριν, εὔχομ' ἔγωγε Τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργὸν, Ἠὲ μνᾶν φυσικοῖο λόγου, χάριν ἰσονέμητον, Ἀλλ' ἔργον τ' ὀπάσαιμι, κλέους τ' ἐπί τ' ἄντι τύχοιμι· Μηδὲ δίκην τίσαιμι πικρὴν, καὶ αἶσχος ἔχοιμι.
453.23.1
Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς. Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ' ὁλκάδος ἔμφυτον ὕπνον, Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις. 507 Δείματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ, Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ' ἐκέλευεν ἀναστὰς Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως. Θαύματι δ' ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.
453.24.1
Ὕμνος εἰς Θεόν. Ὦ πάντων ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν; Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν. Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός. Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται. Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται. Πάντα σε καὶ λαλέοντα, καὶ οὐ λαλέοντα λιγαίνει. Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει. Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ' ὠδῖνες ἁπάντων

Intertext edge

Open linked passage

Note