Carmina dogmatica
Gregory of Nazianzus (gregory-of-nazianzus)Dogm 508 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
508.1.1
Ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα Σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον. Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ' ἀθρόα πάντα θοάζει. Καὶ πάντων τέλος ἐσσὶ, καὶ εἷς, καὶ πάντα, καὶ οὐδεὶς, Οὐχ ἓν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σε καλέσσω, Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτρας Τίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης, Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;
508.2.1
Ὕμνος πρὸς Θεόν. Σὲ τὸν ἄφθιτον μονάρχην Δὸς ἀνυμνεῖν, δὸς ἀείδειν, Τὸν ἄνακτα τὸν δεσπότην· Δι' ὃν ὕμνος, δι' ὃν αἶνος, Δι' ὃν Ἀγγέλων χορεία, Δι' ὃν αἰῶνες ἄπαυστοι, 509 Δι' ὃν ἥλιος προλάμπει, Δι' ὃν ὁ δρόμος σελήνης, Δι' ὃν ἄστρων μέγα κάλλος, Δι' ὃν ἄνθρωπος ὁ σεμνὸς Ἔλαχε νοεῖν τὸ θεῖον, Λογικὸν ζῶον ὑπάρχων. Σὺ γὰρ ἔκτισας τὰ πάντα Παρέχων τάξιν ἑκάστῳ, Συνέχων τε τῇ προνοίᾳ. Λόγον εἶπας, πέλεν ἔργον. Ὁ Λόγος σου Θεὸς Υἱός· Ὁμοούσιος γάρ ἐστιν, Ὁμότιμος τῷ τεκόντι, Ὃς ἐφήρμοσεν τὰ πάντα, Ἵνα πάντων βασιλεύσῃ. Περιλάμβανον δὲ πάντα Ἅγιον Πνεῦμα τὸ θεῖον Προνοούμενον φυλάσσει. Τριάδα ζῶσαν ἐρῶ σε, Ἕνα καὶ μόνον μονάρχην, Φύσιν ἄτρεπτον, ἄναρχον, Φύσιν οὐσίας ἀφράστου, Σοφίας νοῦν ἀνέφικτον, Κράτος οὐρανῶν ἄπταιστον, Ἄτερ ἀρχῆς, ἀπέραντον, 510 Ἀκατασκόπητον αὐγὴν, Ἐφορῶσαν δὲ τὰ πάντα, Βάθος οὐδὲν ἀγνοοῦσαν Ἀπὸ γῆς μέχρις ἀβύσσου. Πάτερ, ἵλεως γενοῦ μοι. Διὰ παντὸς θεραπεύειν Τὸ σέβασμα τοῦτο, δός μοι Τὰ δ' ἁμαρτήματα ῥίψον, Τὸ συνειδὸς ἐκκαθαίρων Ἀπὸ πάσης κακονοίας, Ἵνα δοξάσω τὸ θεῖον Ὁσίας χεῖρας ἐπαίρων Ἵνα Χριστὸν εὐλογήσω, Γόνυ κάμπτων ἱκετεύσω Τότε προσλαβεῖν με δοῦλον, Ὅτ' ἂν ἔλθῃ βασιλεύων. Πάτερ, ἵλεως γενοῦ μοι, Ἔλεον καὶ χάριν εὕρω· Ὅτι δόξα καὶ χάρις σοι Ἄχρις αἰῶνος ἀμέτρου.
508.3.1
Ὕμνος ἄλλος. Δόξα Θεῷ τῷ Πατρὶ, καὶ Υἱῷ παμβασιλῆι· 511 Δόξα πανευφήμῳ Πνεύματι παναγίῳ. Ἡ Τριὰς εἷς Θεός ἐστιν, ὃς ἔκτισε, πλῆσέ τε πάντα, Οὐρανὸν οὐρανίων, γαῖαν ἐπιχθονίων· Πόντον, καὶ ποταμοὺς, καὶ πηγὰς πλῆσεν ἐνύδρων, Πάντα ζωογονῶν πνεύματος ἐξ ἰδίου· Ὄφρα σοφὸν κτίστην πᾶσα κτίσις ὑμνήσειε, Τοῦ ζῇν, τοῦ τε μένειν, αἴτιον ὄντα μόνον. Ἡ λογικὴ δὲ μάλιστα φύσις διὰ παντὸς ἀείσῃ, Ὡς βασιλεῖα μέγαν, ὡς ἀγαθὸν πατέρα. Πνεύματι, καὶ ψυχῇ, καὶ γλώττῃ, καὶ διανοίᾳ, Δὸς καὶ ἐμοὶ καθαρῶς δοξολογεῖν σε, Πάτερ.
508.4.1
Ὕμνος ἑσπερινός. Σὲ νῦν εὐλογοῦμεν, Χριστέ μου, Λόγε Θεοῦ, 512 Φῶς ἐκ φωτὸς ἀνάρχου, Καὶ Πνεύματος ταμίας, Τριττοῦ φωτὸς εἰς μίαν Δόξαν ἀθροιζομένου· Ὃς ἔλυσας τὸ σκότος, Ὃς ὑπέστησας τὸ φῶς, Ἵν' ἐν φωτὶ τὰ πάντα κτίσῃς, Καὶ τὴν ἄστατον ὕλην Στήσῃς μορφῶν εἰς κόσμον, Καὶ τὴν νῦν εὐκοσμίαν· Ὃς νοῦν ἐφώτισας ἀνθρώπου Λόγῳ τε καὶ σοφίᾳ, Λαμπρότητος τῆς ἄνω Καὶ κάτω θεὶς εἰκόνα, Ἵνα φωτὶ βλέπῃ τὸ φῶς, Καὶ γένηται φῶς ὅλος. Σὺ φωστῆρσιν οὐρανὸν Κατηύγασας ποικίλοις. Σὺ νύκτα καὶ ἡμέραν Ἀλλήλαις εἴκειν ἠπίως 513 Ἔταξας, νόμον τιμῶν Ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους Τῆς πολυμόχθου σαρκός· Τῇ δ' ἤγειρας εἰς ἔργον, Καὶ πράξεις τάς σοι φίλας, Ἵνα τὸ σκότος φυγόντες Φθάσωμεν εἰς ἡμέραν, Ἡμέραν τὴν μὴ νυκτὶ Τῇ στυγνῇ λυομένην. Σὺ μὲν βάλοις ἐλαφρὸν Ὕπνον ἐμοῖς βλεφάροις, Ὡς μὴ γλῶσσαν ὑμνῳδὸν Ἐπὶ πολὺ νεκροῦσθαι. Μήτ' ἀντίφωνον ἀγγέλων Πλάσμα σὸν ἡσυχάζειν. Σὺν σοὶ δὲ κοίτη εὐσεβεῖς Ἐννοίας ἐταζέτω, Μηδέ τι τῶν ῥυπαρῶν Ἡμέρας νὺξ ἐλέγχῃ, Μηδὲ παίγνια νυκτὸς Ἐνύπνια θροείτω· Νοῦς δὲ καὶ σώματος δίχα Σοὶ, Θεὲ, προσλαλείτω, Τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, 514 Καὶ τῷ ἁγίων Πνεύματι, Ὧ τιμὴ, δόξα, κράτος, Εἰς τοὺς αἰῶνας. Ἀμήν.
508.5.1
Εὐχαριστήριον. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά τε γαῖα Σῆς σοφίης. Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε πάντα. Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ. Ἱλήκοις κόσμῳ θεία Τριάς· ἵλαθι δ' ἡμῖν, Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα, Ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν, Οἷα βροτός· τριτάτῃ δὲ πύλας λίπες ἀϊδονῆος, Οἷα Θεός· θανάτου γὰρ ἔλυσας δεσμὸν ἀναστὰς, Καὶ βροτέῃ γενεῇ φύσιν ὤπασας, οἷα καὶ ἡμᾶς Ζώειν ἤματα πάντα, σὲ δ' ἄμβροτον αἰὲν ἀείδειν. 515
508.6.1
Εὐχαριστήριον ἄλλο. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Σοὶ χάρις· ὃς τὰ νοητὰ λόγῳ, τά θ' ὁρατὰ κελεύσει Στῆσας τ' οὐ πρὶν ἐόντα, καὶ ἐξ ἀφανοῦς κατέδειξας. Σὸν θρόνον ἀμφιέπουσιν ἀκήρατοι ὑμνητῆρες, Ἔνθεν μυριάδες, καὶ χιλιάδες πάλιν ἔνθεν, Ἀγγελικῆς στρατιῆς πυρόεις χορὸς, ἄφθιτοι ἀρχὴν Λαοὶ πρωτοτόκων, καὶ λαμπομένων χορὸς ἄστρων· Πνεύματα θεσπεσίων ἀνδρῶν, ψυχαί τε δικαίων, Πάντες ὁμηγερέες, καὶ σὸν θρόνον ἀμφιέποντες, Γηθοσύνῃ τε, φόβῳ τε διηνεκὲς ἀείδουσι Ὕμνον ἀνυμνείοντες ἀκήρατον, ἢ καὶ ἄπαυστον· Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὗτος ἀκήρατος ὕμνος ἐπ' οὐρανίοιο χοροῖο. Ναὶ λίτομαι κἀγὼ, Πάτερ ἄφθιτε, καὶ γόνυ κάμπτω 516 Ἡμετέρης κραδίης, Πάτερ ἄμβροτε, καὶ νόος ἔνδον Πρηνής σου προπάροιθε· κάρη δέ μοι ἐς χθόνα νεύει Λισσομένῳ· κεῖμαι δ' ἱκέτης, καὶ δάκρυα χεύω. Οὐδὲ γὰρ ἄξιός εἰμι πρὸς οὐρανὸν ἀντία λεύσσειν Ἀλλὰ σύ μ' οἰκτείροις, ἐλέους Πάτερ, ἵλαος ἔσσο Σῷ κινυρῷ θεράποντι· σάου δέ με χεῖρα τανύσσας Ἐξ ὀνύχων θανάτοιο, νοήματα πάντα καθήρας. Μή μ' ἀπογυμνώσῃς σοῦ Πνεύματος, ἀλλ' ἔτι μᾶλλον Χεῦε μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἐμοῖσιν· Ὄφρα σε καὶ κραδίῃ, καὶ χείλεσι καλὸν ἀείσω. Ὥσπερ ἐμῷ γενετῆρι, σῷ θεράποντι παρέστης, Δὸς καὶ ἐμοὶ καθαρὸν βίοτον, καθαράν τε τελευτὴν, Ἐλπωρήν τε τυχεῖν ἀγαθὴν, ἔλεόν τε, χάριν τε· Πάντα δ' ἀμαλδύνει, ὅσα ἤλιτον ἐκ νεότητος, 517 Ὡς ἀγαθὸς βασιλεύς· ὅτι σοὶ χάρις ἤματα πάντα, Σοὶ χάρις ἤματα πάντα, καὶ εἰς αἰῶνας ἅπαντας.
508.7.1
Ἐπίκλησις πρὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως. Κλῦθι, Πάτερ Χριστοῦ πανεπίσκοπε, τῶνδε λιτάων Ἡμετέρων· μολπὴν δὲ χαρίζεο σῷ θεράποντι Θεσπεσίην. Ζαθέην γὰρ ἐς ἀτραπὸν ἴχνος ἐλαύνων Οὗτος, ὃς αὐτογένεθλον ἐνὶ ζωοῖς θεὸν ἔγνω, Καὶ Χριστὸν θνητοῖσιν ἀλεξίκακον βασιλῆα· Ὅς ποτ' ἐποικτείρας μερόπων γένος αἰνὰ παθόντων Πατρὸς ὑπ' ἐννεσίῃσιν ἑκὼν ἠλλάξατο μορφήν. Γίγνετο δὲ θνητὸς Θεὸς ἄφθιτος, εἰς ὅ κε πάντας Ταρταρέων μογέοντας ὑφ' αἵματι λύσατο δεσμῶν. Δεῦρ' ἴθι νῦν, ἱερῆς καὶ ἀκηρασίης ἀπὸ βίβλου 518 Ψυχὴν σὴν ἀτίταλλε θεοπνεύστοις ἐνὶ μύθοις. Ἔνθα γὰρ ἀθρήσειας ἀληθείης θεράποντας Ζωὴν ἀγγελέοντας ὑπ' οὐρανομήκεϊ φωνῇ.
508.8.1
Ἐνόδια. Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι, Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὅς θ' ὁδὸν εὗρες Ἐν πελάγει τμηθέντι φίλοις, Φαραὼ δ' ἐκάλυψας, Ἄρτον δ' οὐρανόθεν ξένον ὤπασας, ἐκ δ' ἄρα πέτρης Ἔβλυσας ἀκροτόμοιο ῥόον, μέγα θαῦμ', ἐν ἐρήμῳ· Δυσμενέων ἀνδρῶν στῆσας μένος, εὖτε διέσχε, Σταυρὸν ὑποσκιάων, Μωσῆς χέρας, ἄλκαρ ἐμεῖο. Μήνη δ' ἠέλιός τε δρόμον σχέθον. Ὡς δὲ ῥέεθρον 519 Εἶξεν ἐπειγομένοισιν, ὁδὸς δ' ἐπὶ γαῖαν ἐτύχθη Ῥηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας. Αὐτὸς δ' οὐρανίην οἶμον μερόπεσσιν ἔδειξας Ὕστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν, Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσας Ἡμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς, Ἵξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν. Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσιν Οἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν. Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντι Σήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν, Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντων Ἠματίων νυχίων τε κακῶν ἄπο τηλόθ' ἐέργων, Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι, Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ' αὖθις ἀγινοῖ 520 Πηοῖσίν τε φίλοις τε ὁμὸν βίον ἀμφιέπουσιν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος, ἀτρεμέων τε Λισσοίμην, κακότητος ἀμιγέα σοι βίον ἕλκων, Σοί τε νόον πτερόεντα, βίου φάος, αἰὲν ἀείρων, Μέσφ' ὅτε καὶ πυμάτην ξυνὴν ὁδὸν ἐξανύσαιμι, Ἐς δὲ μονὴν ἔλθοιμι μόγου τέλος εὐσεβέεσσι. Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ' ἕζομαι, ὦ ἄνα Χριστὲ, Σοὶ δ' αἴρω ποδὸς ἴχνος, ἐπεὶ σύ με χειρὶ καλύπτεις· Ἀλλά με καὶ νῦν ἄγοις ἐσθλὸν ἐπὶ τέρμα πορείης. ΛΖʹ. Ἄλλη περὶ εὐοδίας προσευχή. Οὐκ ἔστ' οὐδὲ ποδὸς χωρὶς σέο ἴχνος ἀεῖραι, Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι. Σοὶ πίσυνος, καὶ τήνδε τέμνω τρίβον, ἀλλά με πέμποις 521 Ἀσκηθῆ, καὶ πάντα πόροις, ὅσ' ἐέλδεται ἦτορ, Καί με, Ἄναξ, παλίνορσον ἄγοις ἐπὶ δῶμα πενιχρὸν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος ἱλασκοίμην. ΛΗʹ. Ἄλλη εἰς ταὐτὸ προσευχή. Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὃς δ' ὁδὸν εὗρες 522 Ἐν πελάγει, πήξας κύματ' ἐλαυνομένοις. Ἄρτον δ' οὐρανόθεν ὕσας ξένον οὐ δοκέουσιν· Ἐκ δὲ πέτρης πηγὴν ἔβλυσας ἀκροτόμου. Καὶ νῦν τῷ θεράποντι συνέμπορος ἐλθὲ καλεῦντι, Χριστὲ, φάος μερόπων, δεξιὰ πάντα φέρων.