Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Παρθενίης ἔπαινος. Παρθενίην στεφάνοις ἀναδήσομεν ἡμετέροισιν, Ἐκ καθαρῆς κραδίης καθαροῖς μέλποντες ἐν ὕμνοις. Τοῦτο γὰρ ἡμετέροιο βίου ξεινήϊον ἐσθλὸν, 522 Χρυσοῦ τ' ἠλέκτρου τε φαάντερον, ἠδ' ἐλέφαντος, Οἷς ζωὴν χθονίην χαμάδις βάλε παρθένος οἶστρος, Πρὸς Θεὸν ὑψιμέδοντα νόου πτερὸν ἔνθεν ἀείρων. Ἀρχομένου δ' ὕμνοιο συνιαίνοισθε μὲν ἁγνοί· Ξυνὸν γὰρ πάντεσσιν ὕμνος γέρας εὐαγέεσσιν. 523 Οἱ φθονεροὶ δὲ θύρῃσιν ἐπιφράσσοισθε ἀκουάς· Εἰ δέ τις ἀμπετάσειεν, ἁγνίζοιτο φρένα μύθῳ. Παρθενίη, μέγα χαῖρε, θεόσδοτε, δῶτερ ἐάων, Μῆτερ ἀπημοσύνης, Χριστοῦ λάχος, οὐρανίοισι Κάλλεσιν ἀζυγέεσσιν ὁμόζυγε· ἀζυγέες γὰρ, Πρῶτα Θεὸς, μετέπειτα Θεοῦ χορὸς αἰὲν ἐόντος. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν, Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισιν Ἑλκώμεσθα πρὸς ὕψος ἀεὶ νέον· οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης. Πρώτη παρθένος ἐστὶν ἁγνὴ Τριάς. Ἐκ μὲν ἀνάρχου Πατρὸς Υἱὸς ἄναξ, οὔτ' ἔκτοθεν ὁρμηθέντος 524 (Αὐτὸς γὰρ πάντεσσιν ὁδὸς καὶ ῥίζα καὶ ἀρχὴ), Οὔτε πάϊν θνητοῖσιν ὁμοίϊα γειναμένοιο, Ἀλλ' ὡς ἐκ σέλαος σέλας ἔρχεται. Ἐκ δ' ἄρα Παιδὸς, Οὐκέτι παῖς ἀγαπητὸς ὁμοίϊον εὖχος ἐφέλκων· Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς Οἶον καὶ μούνοιο μονώτατος· εἰς ἓν ἰόντε Πνεύματι σὺν μεγάλῳ, τό ῥα πατρόθεν εἶσιν ὁμοῖον, Εἷς Θεὸς ἐν τρισσοῖσιν ἀνοιγόμενος φαέεσσι. Τοίη μὲν Τριάδος καθαρὴ φύσις. Ἐκ δ' ἄρα κείνης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, Πῦρ καὶ πνεύματα θεῖα δι' ἠέρος ὦκα θέοντες, Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς. 525 Τοῖσι μὲν οὔτε γάμος, οὔτ' ἄλγεα, οὐ μελεδῶναι, Οὐ παθέων κλόνος αἰνὸς ἀτάσθαλος· οὐ μελέεσσι Σχίζοντ', οὐδὲ δόμοισιν· ὁμόφρονες ἀλλήλοισιν, Αὑτῷ τ' αὐτὸς ἕκαστος. Ἴη φύσις, ἕν τε νόημα, Εἷς πόθος ἀμφὶ ἄνακτα Θεὸν μέγαν. Οὐδέ τι παισὶ Τέρποντ', οὔτ' ἀλόχοισι, γλυκὺν πόνον ἀμφιέποντες· Οὐ πλοῦτος κείνοισιν ἐράσμιος, οὐδ' ὅσα θνητοῖς Γαῖα φέρει κακίης μελεδήματα. Οὐκ ἀρόουσιν, Οὐ πελάγη πλώουσιν ἀτειρέος εἵνεκα γαστρὸς, Γαστέρος ἀρχεκάκοιο· τροφὴ μία πᾶσιν ἀρίστη Δαίνυσθαι μεγάλοιο Θεοῦ λόγον, ἠδὲ φαεινῆς Ἕλκειν ἐκ Τριάδος σέλας ἄπλετον. Οἰόβιοι δὲ Ζώουσιν καθαροῖο Θεοῦ καθαροὶ θεράποντες, 526 Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ' ἀπὸ σαρκῶν Ἀρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν, αὖθις ὀλοῦνται), Οὔτ' ἐπὶ σάρκας ἰόντες, ὅπερ δ' ἐγένοντο, μένοντες. Τοῖς μέτα παρθενίη θεοείκελος, οἶμος ἑτοίμη Πρὸς Θεὸν, ἑσπομένη τε νοήμασιν Ἀθανάτοιο Νωμῶντος μεγάλοιο σοφῶς οἰήϊα κόσμου· Ἐν δὲ καὶ οὐρανίδην, χθόνιον, μεγαλήνορα, θνητὸν, Ἀνθρώπων μογερῶν ἱερὸν γένος, εὖχος Ἄνακτος. Εἰ δ' ἄγε νῦν ἐρέω μυστήρια κεδνὰ Θεοῖο, Παρθενίη τε χρόνοισιν ὅπως πυμάτοισιν ἔλαμψεν. Ἦν ποτ' ἔην, ὅτε πάντα κελαινὴ νὺξ ἐκάλυπτεν. Οὐδ' ἄρ' ἔην ἠοῦς ἐρατὸν φάος· οὐδὲ κέλευθον Ἠέλιος πυρόεσσαν ἐπέσσυτο ἀντολίηθεν. Οὐ μήνη κερόεσσα φαείνετο, νυκτὸς ἄγαλμα. 527 Πάντα δ' ἅμ' ἀλλήλοισι φορούμενα, μὰψ ἀλάλητο Πρωτογόνου χάεος ζοφεροῖς δεδμημένα δεσμοῖς. Ἀλλὰ σὺ, Χριστὲ μάκαρ, Πατρὸς μεγάλου φραδίῃσι Πειθόμενος τὰ ἕκαστα διέκρινας εὖ κατὰ κόσμον. Ἤτοι μὲν πρώτιστα φάος γένεθ', ὥς κεν ἅπαντα Ἔργα πέλοι χαρίεντα φάους πλέα. Αὐτὰρ ἔπειτα Οὐρανὸν ἀστερόεντα κυκλώσαο, θαῦμα μέγιστον, Ἠελίῳ μήνῃ τε διαυγέα. Τοῖσιν ἔειπας, Τῷ μὲν ἄρ' ἠριγένειαν ἐπ' ἀνθρώποισι φαείνειν Φωτὸς ἀπειρεσίοιο ῥοαῖς, καὶ ὥρας ἑλίσσειν· Τῇ δὲ κνέφας σελάειν, καὶ δεύτερον ἦμαρ ὀπάζειν. Τῷ δ' ὑπὸ γαῖαν ἔθηκας ἐμὸν ἕδος, ἐν δὲ θάλασσαν Γαίης ἀγκαλίδεσσιν ἔδησας, γῆν δὲ θαλάσσῃ Ὠκεανοῦ κόλποισι περίῤῥυτον. Ὣς δὲ τὰ πάντα 528 Κόσμος ἔην, γαίη τε, καὶ οὐρανὸς, ἠδὲ θάλασσα, Οὐρανὸς οὐρανίοισιν ἀγαλλόμενος φαέεσσι, Πόντος δὲ πλωτοῖς, πεζοῖς δέ τε γαῖα πελώρη. Ἀθρήσας τότ' ἔπειτα καὶ ἄρμενα πάντα νοήσας, Τέρπετο Παιδὸς ἄνακτος ὁμοφρονέουσιν ἐπ' ἔργοις. Δίζετο καὶ σοφίης ἐπιΐστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν· Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν, ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι, μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέουσι. Μικτὸν ἔτ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, 529 Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, χθονίων τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρά τ' ἐμῶν μενέων τε νόου τε. Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφήν. Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο· ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε βροτὸς γένετ', ἀθανάτοιο Εἰκών· ἡ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείην διὰ μοῖραν. 530 Αὐτὰρ ἐπεὶ θεῖον μὲν ἐπὶ χθονὶ πλάσμα φαάνθη, Καὶ χθονὸς, ἐν γυάλοισιν ἀειθαλέος παραδείσου, Τῷ δ' οὔπω τις ἀρωγὸς ὁμοίϊος ἔσκε βίοιο, Δὴ τότε μητιέταο Λόγου τόδε θαῦμα μέγιστον· Τὸν βροτὸν, ὅνπερ ἔτευξεν ἑοῦ θηήτορα κόσμου, Ῥίζαν ἐμὴν, καὶ σπέρμα πολυσχιδέος βιότοιο, Ἄνδιχα μοιρήσας μεγάλῃ ζωαρκέϊ χειρὶ, Πλευρὴν ἐκ λαγόνων μούνην ἕλε, τήν ῥα γυναῖκα Δειμάμενος, καὶ φίλτρον ἐνὶ στέρνοισι κεράσσας, Ἀμφοτέροις ἐφέηκεν ἐπ' ἀλλήλοισι φέρεσθαι· Οὐ πᾶσ' οὐδ' ἐπὶ πάντας, ὅρον δ' ἐπέθηκε πόθοισιν, Ὅν ῥα γάμον καλέουσ', ὕλης ἀμέτροιο χαλινὸν, 531 Ὡς μὴ μαιμώωσα, καὶ ἄσχετα μαργαίνουσα, Προφρονέως ἀγεληδὸν ἐπ' ἀλλήλοισιν ἰόντων, Ῥήξειεν μερόπων ἱερὸν γένος ἐκ φιλότητος Ἀζυγέος, πολέμους δὲ καὶ ἔχθεα πᾶσιν ὀρίνῃ Οἶστρος ἀσημάντοισι φορεύμενος ἀφραδίῃσιν. Ὄφρα μὲν οὖν μήτειρα βροτῶν ἐπεδεύετο γαῖα, Οὐδ' εἶχεν κόσμον τὸν ὑπέρτατον, ὥσπερ ἔμελλεν, Ἀλλὰ καὶ ὁ πρώτιστος ἀτασθαλίῃσιν ἑῇσι, Βασκανίῃ τε δράκοντος ἀδευκέος ἐκ παραδείσου Βληθεὶς ἀνδροφόνοιο φυτοῦ διὰ γεῦσιν ἀλιτρὴν, Δερματίνοισι χιτῶσιν ἑὴν ἔβρισ' ἐπὶ γαῖαν· Τόφρα δὲ καὶ δυὰς ἦεν ἐν ἀνθρώποισιν ἀρίστη, Καὶ γάμος, ἀνδρομέης γενεῆς φύσις, ἄλκαρ ὀλέθρου. 532 Ὥς κεν ἀπολλυμένων τε καὶ ἐρχομένων μετόπισθεν Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον, Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης, Ἀντολίη τε, δύσις τε, νότου πλευρὴ, βορέου τε Πλῆσθεν ἐφημερίων, ὕβριν δ' ἐξέζεσεν ἰλὺς, Καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθὲν Γλώσσαις τεμνομένῃσι, καὶ ὕδασι, καὶ πυρὸς ὄμβροις, Καὶ γραπτοῖο νόμοιο διδάγμασιν, ἠδὲ προφήταις, Οὐκ ἔθελε πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, Ἀλλ' αἰεὶ στερεοῖσιν ἐν ἅμμασιν εἴχετο σαρκὸς, Μαχλοσύναις τε, μέθαις τε καὶ εἰδώλοισι μεμῃνὸς, 533 Ὑστάτιον τοιῆσδε φίλον γένος ἔμμορε τιμῆς Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός. Χριστὸς, ὅσον βροτέῳ ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκέτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν, (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος·) ἀλλὰ κενώσας Ὃν κλέος, οὐράνιός τε καὶ ἄτροπος οὐρανίοιο Εἰκὼν, ἀνδρομέοις τε καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς, ὦ θάμβος ἀφαυροτάτοισιν ἄπιστον, Ἦλθε Θεὸς θνητός τε, φύσεις δύο εἰς ἓν ἀγείρας, 534 Τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν, Ὧν Θεὸς ἡ μὲν ἔην, ἡ δ' ὕστατον ἄμμιν ἐτύχθη, Τῆμος, ὅτ' ἐν σπλάγχνοισι μίγη Θεὸς ἀνδρομέοισιν· Εἷς Θεὸς ἀμφοτέρωθεν· ἐπεὶ θεότητι κερασθεὶς, Καὶ βροτὸς ἐκ θεότητος ἄναξ καὶ Χριστὸς ὑπέστη. Καινὴ δ' ἔπλετο μίξις, ἐπεὶ προτέρην ἀθέριξα. Πρῶτον ἐγὼ πνοιῆς θείης λάχον, ὑστάτιον δὲ Χριστὸς ἐμὴν ψυχήν τε καὶ ἅψεα πάνθ' ὑπέδεκτο, Κεῖνον Ἀδὰμ τὸν πρόσθεν ἐλεύθερον, ὃς γυμνὸς ἦεν Ἀμπλακίης, πρὶν ὄφιν τε ἰδεῖν, καρποῦ τε πάσασθαι Καὶ θανάτου, θυμὸν δὲ νοήμασιν ἔτρεφεν ἁπλοῖς 535 Οὐρανίοις, μύστης τε Θεοῦ θείων τε φαεινός. 535 Τὸν μὲν ἀναπλάσσων, βροτέην Θεὸς ἐς φύσιν ἦλθεν, Ὥς κεν ἀεθλεύσας τε καὶ ἐκ θανάτοιο φονῆα Νικήσας, γεῦσίν τε χολῇ, καὶ χεῖρας ἀθέσμους Ἥλοισι, σταυρῷ τε φυτὸν, καὶ ὕψεϊ γαῖαν, Πρὸς ζωὴν παλίνορσον Ἀδὰμ καὶ κῦδος ἀνάξῃ. Πείρασι δ' ἁπλώσας ἱερὸν δέμας, ὃν βροτὸν αὐτὸς Ἐκ περάτων συνάγειρε, καὶ εἰς ἕνα δήσατο φῶτα, Καὶ μεγάλης θεότητος ἐν ἀγκοίνῃσιν ἔθηκεν, Αἵματι μὲν Ἀμνοῖο μολύσματα πάντα καθῄρας, Οἴμου δ' οὐρανίης θνητοῖς ἀγὸς ἔνθεν ἀερθείς. Ὦ Ἄνα, τίς δέ κε σεῖο νόον καὶ βένθος ἀνεύροι, Ὃς σταγόνων ὑετοῖο, καὶ ὃς ἁλίης ψαμάθοιο Οἶδας ἀριθμὸν ἅπαντα, καὶ ὃς ἀνέμοιο κελεύθους; 536 Τίς δέ κεν αὖ γνώσοιτο τεῆς, Μάκαρ, ἴχνια βουλῆς, Ὑψιμέδων ὡς πάντ' ἐφορᾷς καὶ πάντα κυβερνᾷς, Αἰὼν ὅσσα κέκευθεν ἀπείριτος; Ἐς δὲ σὲ τείνων Νοῦς μερόπων τυτθὸν λεύσσει σέλας, οἷα τάχιστα Ἀστεροπὴν φεύγουσαν ἀπ' ἠέρος. Ἀλλὰ τόδ' ἔμπης Ἀτρεκὲς, ὡς παθέεσσι τεοῖς βροτὸν ἔνθεν ἀείρας, Ἐς βίον ἄλλον ἔθηκας ἐλεύθερον ἀντὶ κακοῖο. Πρόσθε μὲν ὠδίνεσκε βίος καὶ κόσμος ἔραζε, Καὶ χθονίων βασιλῆα πολὺς ἀμφίστατο λαὸς, Οὓς μεγάλου Βασιλῆος ἀφήρπασε κερδοσύνῃσι. Νῦν δ' αἰνῆς κακίης Χριστὸς ἀπὸ χειρὸς ἐρύσσας, Ἂψ ἀνάγει πρὸς Ἄνακτα μέγαν καὶ κόσμον ἀρείω. 537 Κεῖνο γάμος μερόπεσσι, τὸ δ' ἀζυγίη θεοειδής. Κόσμος ὁ μὲν γαίης, ἡ δ' οὐρανίοιο χορείης. Ἄπνοα δ' ὡς πινάκεσσιν ἀνὴρ εἴδωλα χαράσσων, Βαιοῖς μὲν πρώτιστον, ἀμυδροτέροις τε τύποισιν Εἶδος ὑποσκιάει πειρώμενος· αὐτὰρ ἔπειτα Χρώμασι παντοδαποῖσιν ὅλην ἐστήσατο μορφήν· Ὣς ἄρα παρθενίη Χριστοῦ λάχος αἰὲν ἐόντος, Πρόσθε μὲν ἐν παύροισι φαείνετο, καὶ σκιόεσσα, Μέσφ' ὅτε καὶ βασίλευε νόμος, χρώμασσιν ἀφαυροῖς Φαινομένοις, κρυπτόν τ' ὀλίγοις ὑπελάμπετο φέγγος. Αὐτὰρ ἐπεὶ καὶ Χριστὸς ἁγνῆς διὰ μητρὸς ὁδεύσας Παρθενικῆς, ἀδέτοιο, θεουδέος, ἀχράντοιο (Νόσφι γάμου καὶ πατρὸς ἐπεὶ χρέος ἦε γενέσθαι), Ἥγνισε θηλυτέρας, Εὔαν δ' ἀπεσείσατο πικρὴν, 538 Καὶ σαρκὸς δ' ἀπέπεμψε νόμους, μεγάλοις τε λόγοισι Πνεύματι γράμμ' ὑπόειξε, καὶ ἡ χάρις ἐς μέσον ἦλθεν· Δὴ τότε παρθενίη στράψεν μερόπεσσι φαεινὴ, Λυομένη κόσμοιο, λύουσά τε κόσμον ἀφαυρὸν, Τοσσάτιον προφέρουσα γάμου βιότοιό τε δεσμῶν, Ὁσσάτιον ψυχὴ προφερεστέρη ἔπλετο σαρκὸς, Καὶ χθονὸς οὐρανὸς εὐρὺς ὅσον βιότοιο ῥέοντος Ἑστηὼς μακάρεσσιν, ὅσον Θεὸς ἀνδρὸς ἀρείων. Καὶ χορὸς ἀμφὶ Ἄνακτα φαεσφόρον ἵστατ' ἀμεμφὴς, Οὐράνιος, γαίηθεν ἐπειγόμενος Θεὸς εἶναι, Χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, Τεθνηὼς χθονίοισιν, ἐπουρανίοισι μεμηλὼς, Λαμπτῆρες κόσμοιο, διαυγέα φωτὸς ἔσοπτρα, Οἳ Θεὸν εἰσορόωσι, καὶ ὧν Θεὸς, οἵ τε Θεοῖο. Δεῦρ' ἄγ', ὅσαι πλευρῇσιν ὁμόφρονες, ἠδὲ γάμοιο 539 Μυστίδες, ὑψικάρηναι καὶ ὄμματα γοργὰ φέρουσαι, Καὶ χρυσὸν λιθάκεσσι μεμιγμένον εὐγενέεσσι, Καὶ μαλακοὺς ἁπαλοῖσι περιῤῥεθέεσσι χιτῶνας, Λέξαθ' ὅσα θνητοῖσι γάμος καὶ δεσμὸς ὀπάζει Κέρδεα, καὶ μετέπειτα καλέσσομεν ἄζυγα μοίρην. Αἱ μέν τοι ἐρέουσιν ἐπίτροχα φυσιόωσαι· Κέκλυτε δ', ὦ φίλα τέκνα γάμου, χθονίων βασιλῆος, Ἡμεῖς, ᾗσι μέμηλε γάμος καὶ δεσμὰ βίοιο, Ἀνδρομέης γενεῆς, καὶ αἵματος ἡμετέροιο, Ὃν Πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατο θεσμὸν Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ πλευρῇ συνέδησε, Καρπὸν ἀπ' ἀνθρώποιο πέλειν βροτὸν, ἐκ δὲ γόνοιο, Καίπερ θνητὸν ἐόντα, μένειν σταχύοντα τέκεσσιν, 540 Τόνδε νόμον τίουσαι, ὁμοζυγέην τ' ἐρατεινὴν, Ἀλλήλαις συνέβημεν, ἐπεὶ χοὸς ἐκγενόμεσθα, Χοῦ νόμον ἠδὲ Θεοῖο παλαίτατον ἀμφιέπουσαι. Καὶ γὰρ δὴ φύσιες μὲν ὅσαι λάχον οὐρανὸν εὐρὺν, Ἀζυγέες, παθέων τε καὶ ἀργαλέων μελεδώνων Κρείσσονες· ἡμερίοις δὲ γάμος καὶ δεσμὸς ὄνειαρ. Ἀμφότερον, πτόρθων τε φίλων, καρπῶν τ' ἐρατεινῶν Ῥίζα τε καὶ βιότοιο μελίφρονος ἐσθλὸν ἔρεισμα. Πρῶτα Θεὸς πάντων γενέτης. (Καὶ ἵλαθι, Χριστὲ, Σεῖο νόμοις καθαροῖσι παροίτερον ἢ τοπάροιθεν.) Τῷ δ' ἐπὶ δεσμὸς ἔρωτος, ἐπεὶ καὶ γαῖα καὶ αἰθὴρ, Καὶ πόντος τεκέεσσι, γάμου δώροισι, τέθηλεν. Εἰ δ' ἐτεὸν φοίνιξι πόθου νόμος ὑψικόμοισι, 541 Μιγνυμένους θῆλύν τε καὶ ἄρσενα εἴαρος ὥρῃ Ἐρνοκόμων παλάμῃσι βρύειν βοτρυώδεα καρπὸν, Εἰ δὲ καὶ ἐκ δυάδος λιθάκων λίθος εἰς ἒν ἰούσης Τίκτεται, ὡς ἐνέπουσι λίθων ἐπιΐστορες ἄνδρες, Ἔστι καὶ ἀψύχοισι γάμος καὶ δεσμὸς ἔρωτος. Ἀλλὰ τί μου ξείνων φιλότης μύθων τε πόθων τε; Δέρκεο τὰ μερόπεσσι γάμος πόρσυνεν ἐχέφρων. Τίς σοφίην ἐδίδαξε φίλην, καὶ βένθε' ἀνεῦρεν, Ὅσσα χθὼν, ὅσα πόντος, ὅσ' οὐρανὸς ἐντὸς ἐέργει; Τίς πτολίεσσιν ἔθηκε νόμους; καὶ τῶνδε πάροιθεν Τίς πτόλιας δ' ἀνέγειρε, καὶ ηὕρετο μήδεσι τέχνας; Τίς πλῆσεν ἀγορὰς καὶ δώματα, καὶ τίς ἀγῶνας; Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας; Τίς χορὸν ὑμνητῆρα θυώδει πήξατο νηῷ; 542 Τίς θηρῶν κατέλυσε βίον, καὶ γαῖαν ἀράσσειν, Καὶ φυτοεργείην ἐδιδάξατο, καὶ πελάγεσσι Νῆ' ἐπαφῆκε μέλαιναν ἐπειγομένην ἀνέμοισι; Τίς γαῖαν καὶ πόντον ὑγρῇ συνέδησε κελεύθῳ Νόσφι γάμου, τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρε; Καὶ τὰ μὲν ἐνθάδε, τοῖα. Τὰ δ' ὑψόθι, πολλὸν ἀρείω. Ἀλλήλοισι χέρες τε καὶ οὔατα καὶ πόδες ἐσμὲν Συζυγίῃ. Διπλοῦν δὲ γάμος καὶ ἄναλκιν ἔθηκε, Χάρμα μέγ' εὐμενέεσσιν, ἄχος δέ τε δυσμενέεσσι. Ξυναὶ καὶ μελεδῶναι ἐλαφρίζουσιν ἀνίας· Ξυναὶ δ' εὐφροσύναι γλυκερώτεραι ἀμφοτέροισι. Τερπνότερος μὲν πλοῦτος ὁμοφρονέουσι τέτυκται· Τερπνοτέρη πλούτοιο δ' ὁμοφροσύνη χατέουσι. Κληῒς δ' ἀμφοτέροισι σαοφροσύνης τε πόθων τε 543 Συζυγίη, καὶ σφρηγὶς ἀναγκαίης φιλότητος. Εἷς πῶλος φιλίης σκιρτήμασι θυμὸν ἰαίνων. Ἓν ποτὸν οἰκιδίης πηγῆς ξείνοισιν ἄγευστον, Οὔτ' ἐκτὸς προρέον, οὔτ' ἔκτοθεν ἄλλον ἀγεῖρον. Συμφυέες σάρκεσσιν, ὁμόφρονες, εὐσεβίης τε Κέντρον ἐν ἀλλήλοισι πόθῳ θήγοντες ὁμοῖον. Οὐδὲ γὰρ οὐδὲ Θεοῖο γάμος ἀπάνευθε τίθησιν, Ἀλλ' ἔχεται μᾶλλόν τις, ἐπεὶ καὶ μᾶλλον ἐπείγει. Ὡς δ' ὀλίγην μὲν νῆα μικρὸς προΐησιν ἀήτης Λαίφεσι πεπταμένοισι δι' οἴδματος ὦκα θέουσαν, Ἠὲ χέρες πέμπουσιν ἐπειγομένην ὑπ' ἐρετμοῖς, Πολλὴν δ' οὐκ ὀλίγη πνοιὴ φέρει, ἀλλὰ βαρεῖαν Πόντον ἐπερχομένην στερεώτερος οὖρος ἐπείγει, Ὥς ῥα καὶ ἀζυγέες μὲν ἐπεὶ ζώουσιν ἐλαφροὶ, 544 Κουφοτέρης μεγάλοιο Θεοῦ χατέουσιν ἀρωγῆς. Ὃς δ' ἀλόχου τε φίλης καὶ κτήσιος ἀμφιβέβηκε, Καὶ τεκέων, τέμνει δὲ πολὺ μέγα λαῖτμα βίοιο Χρειοῖ πλειοτέρῃ, πλεῖον Θεὸν ἀμφαγαπάζει. Τοῖα γάμος, πηρὸς δὲ βίος φιλότητος ἄνευθε, Νηλὴς, ἀπροτίοπτος, ἀνέστιος, οὐρεσιφοίτης· Οὐκ ἄλκαρ παθέων, οὐ γήραος ἀδρανέοντος Φάρμακον, ἡβάσκοντες ἑοῖς τεκέεσσι τοκῆες Οὐ πῆξις βιότοιο μελίφρονος. Οὐκ ἀγορῇσι Τέρποντ', οὐ θαλίῃσιν, ἀμειδέες, ἔκτοθι κόσμου, Οἳ βιότου γεγάασι, καὶ οὐ στέργουσι βίοιο Ῥίζας, οὐ μερόπεσσιν ὁμόφρονα θυμὸν ἔχουσιν. Εἰ δ' ἀρετὴν ποθέων τις ἀτιμάζει φιλότητα, Οὐδ' ἀρετὴ φιλότητος ἀπόπροθεν, οὐχ ὅτι μοῦνον 545 Πάντεσσι τοπάροιθε γάμος φίλον εὐσεβέεσσιν, Ἀλλ' ὅτι καὶ φιλότητος ἐνηέος εἰσὶ γενέθλη Καὶ Χριστοῦ παθέων ἐπιΐστορες, ἠδ' ὑποφῆται, Πάτραρχοι, ἱερῆες, ἀεθλοφόροι, βασιλῆες, Παντοίαις ἀρετῇσι κεκασμένοι. Οὐ γὰρ ἀνέσχε Χθὼν ἀγαθοὺς, ὥς φασι πελώρια φῦλα γιγάντων, Ἀλλὰ γάμου τελέθουσι γόνος καὶ κῦδος ἅπαντες. Τίς Θεὸν ἀνθρώποισι μέγαν κρατέονθ' ὑπέδειξε, Καίπερ τηλόθ' ἐοῦσι, νόον δ' ἔπλησεν ἔρωτος Θειοτέρου, καὶ ἔνθεν ἀπήγαγεν ἐς βίον ἄλλον; Τίς ψυχὰς ἐκάθῃρεν ὅλοις μερόπεσσι φαεινοῖς; Πίστις Ἐνὼχ μετέθηκεν. Ὁ δ' ἐξ ὑδάτων ἐσάωσε Κόσμον ὅλον ψυχαῖς ὀλίγαις καὶ σπέρμασι πλωτοῖς 546 Νῶε μέγας. Ἀβραὰμ δὲ πατὴρ πτολίων τε καὶ ἐθνῶν, Καὶ θυσίην Χριστῷ παραβώμιον υἷα πεδήσας. Μωσῆς ἤγαγε λαὸν ἀπ' Αἰγύπτοιο βαρείης Θαύμασι σὺν μεγάλοισι, νόμον δ' ὑπεδέξατο πλαξὶν Ὑψόθε λαϊνέῃσι, Θεὸν δ' εἰσέδρακεν ἄντην. Πιστὸς ἐνὶ προτέροισι θυηπόλος ἔσκεν Ἀαρών. Μήνης δ' ἠελίου τε δρόμον σχέθεν ἠῢς Ἰησοῦς, Μακρότερον δηίοισι φόνον καὶ κήδεα τεύχων. Καὶ σὺ, μάκαρ, χριστοῖσι φέρων κέρας, ἁγνὲ Σαμουὴλ, Δαβὶδ ἐν βασιλεῦσιν ἀοίδιμος ἦεν ἅπασι, Καὶ Σολομὼν σοφίης πρῶτον κλέος. Οὐδὲ προφητῶν Λήσομαι. Ἡλίαν δὲ πρὸς οὐρανὸν ἥρπασεν ἅρμα. Τίς δὲ νόμοιο μέσον καὶ πνεύματος οὐχὶ τέθηπε Φωτὸς Ἰωάννην ἐριηχέα πρόδρομον ἄκρου; 547 Τίς δὲ δυωδεκάδα κλεινῶν μετέπειτα μαθητῶν; Τίς Παύλοιο μένος μεγαλήτορος οὐρανοφοίτου, Ἄλλους θ' οἳ γεγάασι, καὶ οἳ νῦν εἰσὶν ἄριστοι, Ἕρμα λόγου, κόσμου τε κλέος, λαοῦ τε θέμεθλα; Τοὺς πάντας μερόπεσσι γάμος καὶ Χριστὸς ἔδωκεν. Οὐδὲ μὲν οὐδὲ γυναῖκες ἐπ' εὐσεβίῃ κομόωσαι, Ὧν μέγας ἐν βίβλοισι θεοπνεύστοισιν ἀριθμὸς, Νόσφι γάμου καὶ σαρκὸς ἐϋκλείης ἐπέβησαν. Εἴπω μείζονα μῦθον ἐμὴν τίων φιλότητα. Καὶ Χριστὸς καθαροῖς μὲν, ἀτὰρ σπλάγχνοισιν ἐμίχθη Ἀνδρομέοις, μνηστῆς δὲ διωλίσθησε γυναικὸς, Ἥμισυ συζυγίης μίξας βροτέης θεότητι. Ἓν δ' ἐπὶ πᾶσι μέγιστον ἐμὸν κράτος, ἢν κρατέωσιν Ἀζυγέες, καὶ οἳ γὰρ ἐμὸν γένος, ὥσπερ ἅπαντες. 548 Οὐδὲ γὰρ ἐξ ἀγάμων γεγαμηκότες, ἐκ δὲ γάμοιο Ἀζυγέες. Τεκέεσσιν ἀνώγομεν, ἴσχετ' ἀγῶνα. Εἴ τοι μὴ πατέρες, πατέρων γε μὲν ἐξεγένεσθε. Τοῖα γάμος. Μετέπειτα κατηφιόωσα παρειῇ Ἐν τρυχίνοις ῥακέεσσι, καὶ ἅψεσιν ἀνδρανέουσι, Νήλιπος, αὐαλέη τε, κατὰ χθονὸς ὄμματ' ἔχουσα Παρθενίη, τυτθὸν δὲ διαστέλλουσα σὺν αἰδοῖ Χείλεα, φοινίσσουσα παρήϊον αἵματι σεμνῷ, Κἀκ κεφαλῆς ἐρύουσα σίγα κρύπτοιτο καλύπτρην. Τὴν δ' ἄρα παρπεπίθοιμι ἐγὼ τοιοῖσδ' ἐπέεσσιν· Ὦ τέκος Οὐρανίοιο, καὶ ἔνδοθι κυδήεσσα, Ὦ μεγάλοιο χοροῖσι παρισταμένη μεδέοντος Ὑμνοπόλοις, εἰ καί σε δέμας καὶ γαῖα κατίσχει, Δεῦρ' ἴθι, καὶ φάθι μῦθον. Ἐγὼ δὲ σέο προπάροιθεν 549 Στήσομαι. Ἢ γὰρ ἔμοιγε θεόσδοτος ἦλθες ἄνασσα· Ἤλυθες, ἀλλ' ἔτι μᾶλλον ἴοις τε καὶ ἵλαος εἴης. Τίς με καὶ οὐκ ἐθέλουσαν ἄγει πρὸς τόνδε θόωκον; Τίς δ' ἔργοις μεμαυῖαν ἐμὸν Θεὸν ἀτρεμίῃ τε Τίειν, ἠματίοις τε πόνοις, νυχίῃσί τ' ἀοιδαῖς, Καὶ δακρύων πηγῇσι, καὶ εὐαγέεσσι καθαρμοῖς, Εἰς δῆριν καλέει κενεὴν, καὶ νείκεα μύθων; Οὐ γὰρ ἐν ἀνθρώποισιν ἐμὸν κράτος, οὐδὲ λόγοισιν Εὔστροφος, οὔτ' ἀγοραῖς ἐπιμίσγομαι, οὐδὲ δικαστῶν Εὐμενέων ψήφοισιν ἀγάλλομαι, οἷσι μέμηλε Παῦρα μὲν εὐδικίης, παύροισί τε, πολλάκι δ' αὖ τε Ἔνθα καὶ ἔνθα τάλαντον ἐπικλίνουσι θέμιστος. Ἄλλοισιν βιότοιο τὰ τίμια. Αὐτὰρ ἔμοι γε 550 Εἷς νόμος, ἓν δὲ νόημα, κερασσαμένην φιλότητα Πρὸς Θεὸν ὑψιμέδοντα φαεσφόρον ἔνθεν ὁδεύειν. Τῶν δ' ἄλλων ἀγαθῶν με τόσον φρένας ἵμερος αἱρεῖ, Οἷς κενεοὶ φρονέουσιν ἐτώσια φυσιόωντες, Ὦκά τ' ἐπερχομένοισι, καὶ ὀλλυμένοισι τάχιστα, Ὁσσάτιον καπνοῖο καὶ ἀτμίδος, ἠδὲ ῥεούσης Αὔρης, καὶ ψαμάθοιο τινασσομένοις ἀνέμοισι Πάντοσε συρομένης, ἢ ὑπεὶρ ἅλα νηὸς ἀταρποῦ. Βουλοίμην κεν ἄτιμος ἐν ἀνθρώποισιν ἐοῦσα, Τυτθὸν ἐν οὐρανίοισιν ἔχειν κλέος αἰὲν ἐοῦσιν Ἢ πάντων κρατέουσα, Θεοῦ πίπτειν ἀπάνευθεν. Ἀλλ' ἔμπης τρομέω καὶ δείδια, μή τις ἀερθεὶς, Παρθενίης νεόπηκτον ἐπὶ πτερὸν αἰθέρι νωμῶν, Τοῖσδε λόγοις ἐπὶ γαῖαν ὀλισθήσειε τάχιστα. 551 Τοὔνεκεν εἰς μέσον ἦλθον ἐμῶν τεκέων ἐπίκουρος, Μῦθον ἀοσσητῆρα Θεοῦ σὺν χειρὶ φέρουσα. Μητρὶ δ' ἐμῇ τὰ πρῶτα μυθήσομαι, ὅσσ' ἐπέοικε, Κεῖνο μὲν ἀτρεκέως μυθήσαο, καὶ κατέλεξας, Συζυγίη χαρίεσσα, καὶ ᾔνεσα (ἦ γὰρ ἔγωγε Ἄρξομ' ὅθεν κατέληξε τεὸς λόγος), ὡς ἀγάμοισι Ῥίζα γάμος. Καὶ γάρ τε πέλει καὶ ῥίζα καὶ ἀρχή. Τίς δέ κεν ἀρνήσαιτο σαοφρονέων γενετῆρας; Οὐ μὴν πάντ' ἀγόρευσας ἐτήτυμα. Ἀλλὰ δέχοιο, Καὶ μήτηρ περ ἐοῦσα, σοφὸν καὶ ἐχέφρονα μῦθον, Καὶ μεγάλης σοφίης μυστήριον ἀμφὶ γενέθλην, Ἣν κευθμῶνες ἔδειξαν ἐμοὶ μεγάλοιο Θεοῖο. Οὐχ ὅλου ἀνθρώποιο πατὴρ βροτὸς, ὡς ἐνέπουσιν, Ἀλλ' ὅσσον σαρκός τε καὶ αἵματος, ἀμφοτέρων μὲν 552 Ὀλλυμένων. Ψυχὴ δὲ Θεοῦ κρατέοντος ἄημα Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας, Πῶς τὸ πρῶτον ἔπνευσε, καὶ εἰκόνα μίξατο γαίῃ. Μάρτυς ἐμῶν ἐπέων καὶ σὸς πόθος. Ἡμιτελὴς γὰρ, Στέργων οὐ ψυχὰς τεκέων, τὰ δὲ σώματα μοῦνα, Οἷς δάκνῃ μογέουσι, καὶ οἷς θαλέθουσι γέγηθας. Πλείονα γὰρ τυτθῇσι πατὴρ καὶ πότνια μήτηρ Ὧν τεκέων λώβῃσιν ἑὸν καταδάμναται ἦτορ, Ἢ μεγάλαις ψυχῶν κακίαις καὶ χείροσι λώβαις. Τῶν μὲν γὰρ τοκέες, τῶν δ' οὐ τελέθουσι τοκῆες. Εἰ δέ σε μητέρ' ἐγὼ καλέω, κἀπὶ χείρονι μοίρῃ, Πῶς σύ γ' ἀρειοτέρου φθονέεις πατρὸς ἠϊθέοισιν; Ὡς μεγάλῳ γενετῆρι βροτῶν ἐθέλουσ' ὑπόεικε 553 Παρθενίην τίουσα, Θεὸν πατέρ' ἀμφιέπουσαν. Μητέρι μὲν δὴ τοῖα, καὶ ἄρκιος ἐνθάδε μῦθος. Αὐτὰρ ἐγὼ, φίλα τέκνα Θεοῦ, πάντων βασιλῆος, Τόνδε νόμον τίουσα, ὁμοφροσύνην ἐρατεινὴν Πρὸς Θεὸν οἶον ἔμιξα, χοὸς δ' ἀπέλειπον ἔρωτα, Ὃν πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατ' ἄνωθεν, Ἐκγεγαὼς ἀδέτοιο, καὶ ἄφθιτος οὐ φθινύθοντος, Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ θέτο ἐν παραδείσῳ Ἄζυγα, καὶ μετέπειτα διδοὺς νόμον ἥγνισε λαὸν, Καὶ τοκετοὺς ἐκάθηρε νόμῳ, καὶ νηὸν ἔτισε Σώμασιν ἀγνοτάτοισιν ἀμοιβαδίων ἱερήων. Μάρτυς Ἰωάννοιο πατὴρ μέγας, οὔτι πάροιθε Σπερμήνας φίλον υἷα, τὸν ἔνδοθι δέξατο νηοῦ,

Intertext edge

Open linked passage

Note