Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
554.1.1
Τὸν Χριστοῦ μεγάλοιο προάγγελον ἡμερίοισι, Πρίν γε Θεῷ τελέσαι μυστήρια ἤμασιν ἁγνοῖς. Τοῦ δὲ νόμοιο τέλος Χριστὸς, μερόπεσσι κερασθεὶς Παρθενικῆς ἀπὸ γαστρὸς, ὅπως γάμος ἐς χθόνα νεύσῃ. Καί ῥ' ὁ μὲν ὣς ὑπόειξεν, ὁ δ' ἔγρετο κόσμος ἀρείων, Καὶ μόρος ἀρχεγόνοιο λυτῆς διὰ σαρκὸς ὁδεύων, Ῥοιῇ τικτομένοισι, καὶ ὀλλυμένοισι γενέθλῃ, Παρθενίῃ γ' ἐνέκυρσε, καὶ ὤλετο, ὡς ὅτε πέτρῃ Ἀγχιάλῳ μέγα κῦμα, καὶ ὕδατι βοσκομένη φλόξ. Πρὸς τάδε τίς πτολίεσσι καὶ ἀδρανέεσσι νόμοισι, Τίς δ' ἀγορῇσι γέγηθε, καὶ οἴδμασι, καὶ τίς ἀγῶσιν, Οὓς μῦθοι συνέπηξαν ἐπ' ὠκυμόροισιν ἐφήβοις; Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας 555 Ἥνεσε; τίς σοφίην κενεαυχέα, ἥ τ' ἐνὶ χερσὶν, Ἥτ' ἐν ἀραχναίοισι λόγοις καὶ πλέγμασι κεῖται, Αὐτοῦ τικτομένοισι, καὶ ἠέρι λυομένοισι; Τίς δ' ἄρα τοῖσι γέγηθε, φυτοσκαφίης τε πόνοισι, Νηός τ' ὠκυάλοιο δρόμῳ κραιπνοῖς ὑπ' ἀήταις; Ταῦτα μὲν οὔτε γάμοιο διδάγματα, τῆς δ' Ἀδάμοιο Τίσιος ἀρχαίης τυτθὸν μέρος, οἷσιν ὑφέρπει Πτέρναν ἐμὴν δοκέων πικρὸς ὄφις. Εἰ δὲ γάμοιο, Ἐῤῥέτω. Οὐ γὰρ ἔμοιγε συνέμπορα πρὸς βίον ἄλλον Ἔνθεν ἐπειγομένῃ, τὰ δέ γ' ὄλβια πάντ' ἀπολεῖται Σήμερον, ἢ κόσμοιο σὺν ἀστατέοντι ῥεέθρῳ Ῥευστὸς γὰρ ῥευστοῖο διεκπεράας βιότοιο, 556 Βαιὸν ἐφαπτόμενός τε παρατροχάων τροχάοντα. Εἰ δὲ σοφοῖσι γέγηθας, ἐπεὶ σέθεν ἐξεγένοντο, Δέξαι καὶ ἀλιτρῶν κακίην, ὧν ῥίζα τέτυξαι. Ῥίζα Κάϊν, Σοδόμων τε, καὶ οὓς ἐκέδασ' ἐπὶ πύργῳ Χριστὸς ἀτασθαλέοντας, ὕβριν θ' ὧν ἔσβεσεν ὄμβρος Οὐρανόθεν χθόνα πᾶσαν ὁμοῦ πνείουσι καθήρας. Τίς Φαραὼ κακόμητιν, Ἀχὰβ θράσος, Ἀσσυρίων τε Πικροτάτους βασιλῆας ἐθρέψατο; τίς δὲ δίκαιον Αἷμα πότῳ μάχλοις τε κινήμασι δόντα θυγατρὸς Οὔλιον Ἡρώδην, παιδοκτόνον, ἠδὲ φονῆας Χριστοῦ παμβασιλῆος, ὅσοι τ' ἐγένοντο διῶκται Πρόσθεν καὶ μετέπειτα, καὶ ὑστατίοισι χρόνοισι, Ὧν πύματον πρῶτόν τε, κακὸν Βελίαο βέρεθρον, 557 Δεινὸν Ἰουλιανοῖο κράτος, ψυχῶν ὀλετῆρος, Οὗ θεόθεν πληγέντος, ἐπεὶ μόθον ἤρατο Χριστῷ, Θερμὸν ἔτι ζείουσα κόνις, μέγα τάρβος ἀλιτροῖς· Ἄλλους θ' οὕς περ ἔδωκε βίῳ γάμος, ἠδ' ἔτι δώσει, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας ἀλλοτρίων, ξείνης δηλήμονας εὐνῆς, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ τόδε πᾶσι πέφανται, Ὡς πλείων χρυσοῖο κόνις, πλείους δὲ κάκιστοι Τῶν ἀγαθῶν· καὶ γάρ τε τρίβους περόωσιν ἀνίσους. Τοῖς μὲν γὰρ χθαμαλὴ καὶ ἐπίτροχός ἐστι κακοῖσιν. Οἱ δ' ἀγαθοὶ τέμνουσι προσάντεα. Τοὔνεκεν ἐσθλῶν Πλεῖστον, ὅσον κακίους προφερέστεροί εἰσιν ἀριθμῷ. Εἰ μὲν δὴ λήξειας ἀγαλλομένη τεκέεσσι, 558 Καὶ πηρὸν καλέουσα βίον θεότητος ἑταῖρον, Στήσομεν ἐνθάδε μῦθον. Ἔχοις κλέος ἀμφήριστον. Οὐδὲ γὰρ οὐδ' αὐτὴ φθονέω χθονίῳ γενετῆρι. Εἰ δὲ Θεοῖο λαχοῦσα τὰ δεύτερα, πρῶτα δέδορκας, Φθέγξομαι ἀτρεκέως μὲν, ἀτὰρ θυμαλγέα μῦθον. Τίς πάντων μερόπων τόδ' ἐμήσατο τέκνον ἄριστον Σπερμῆναι; τί δὲ μῆχος ἀνάρσιον υἷα φυτεῦσαι; Εἰκόνα μὲν γράψεν τις ἀπ' εἰκόνος οὔτι χερείω, Καὶ πλάστης ἐτύπωσεν ἐοικότα πλάσματα μορφαῖς, Καὶ χρυσὸν παλάμῃσιν, ὅπη νόος, ἤλασε τέχνη, Καὶ στάχυν ἐξ ἀγαθοῖο γεωμόρος ἐσθλὸν ἄμησε Σπέρματος, οὐδ' ἀτύχησε τέλους πόθος, οἷον ἐώλπει Θνητὸς δ' οὐ σάφα οἶδε γόνου φύσιν, εἰς ὅ τι λήξει, Οὐ κακὸς, οὐδὲ μὲν ἐσθλός· ὁ δ' εὔχεται ἐσθλὸς ἀρείω· 559 Εἰ Παῦλός τις ἐὼν χριστοκτόνον υἷα φυτεύσει, Ἄνναν ἢ Καϊάφαν ἀτάσθαλον, ἤ τιν' Ἰούδαν· Οὐδ' εἴ τις κακίαν πεφυκὼς οἷός περ Ἰούδας, Ἢ Παύλου ζαθέου κεκλήσεται, ἢ ὅγε Πέτρου, Πέτρης ἀῤῥαγέος, γενέτης κληῖδα λαχόντος. Οὐδὲ γὰρ εἰ φίλον υἷα φιτύσσεται ἠὲ θύγατρα, Οἶδε πατήρ. Ὕβριν δὲ χοὸς μόνον ἔσβεσεν εὐνῇ. Ἐκ δ' ἑνὸς ἀρχεγόνοιο Κάϊν καὶ Ἄβελ ὑπέσταν, Ζηλήμων, θυσίης τε θεουδέος ἐσθλὸς ἀρητήρ. Ἰσακίδαι δ' Ἡσαῦ τε κακὸς, Ἰακώβ τε φέριστος· Καὶ πλέον, ἐκ γὰρ ἑνὸς δίδυμος γόνος οὐδὲν ὁμοῖος. Καὶ Σολομὼν τὰ πρῶτα σοφὸς, μετέπειτα κάκιστος, Ἡνίκα θηλυτέρῃσιν ἐφωμάρτησεν ἀλιτραῖς. Ἔμπαλιν αὖ Παύλοιο μέγα σθένος ἀμφοτέρωθεν, 560 Ὃς Χριστὸν μὲν ἄτιζεν, ἔπειτα δὲ πᾶσιν ἔφηνε, Τρέψας εἰς ἀγαθὸν ζῆλον πυρόεσσαν ἐρωήν. Τούτων συζυγίῃ δὲ τί δώσομεν; οὐδὲν ἔγωγε. Οὐ γὰρ ζευγνυμένοις καταθύμιος ἕσπεται εἰκών. Ἀλλ' ὥς τις στρεπτοῖσιν ἰαινόμενος φρένα πεσσοῖς, Πεσσοὺς μὲν προέηκε, τὸ δ' ἄρτιον ἠὲ περισσὸν Οὐ χέρες, αὐτόμαται δὲ λίθων στροφάλιγγες ἔνεικαν· Ὥς ῥα γάμος, τεκέων ἀρότης, πινυτούς τε κακούς τε Οὐ τέκεν, ἀλλ' ἐδίδαξε βροτῶν φύσις ἠὲ μάθησις. Εἰ δ' ἐτεὸν ποθέεις γνῶναι λόγον, οἱ μὲν ἄριστοι, Πνεύματος ἠδὲ λόγοιο διαπλάσσοντος, ἄριστοι. Σπινθὴρ εὐσεβίης γὰρ ἐν ἀνθρώποισι κέκρυπται, Ὥς τισιν ἐν λάεσσι πυρὸς μένος. Ὡς δὲ σίδηρος Κρούμασιν ἐκ λιθάκων ἧκε σέλας, ὡς ἀπὸ θνητῶν 561 Εὐσεβίην λοχόωσαν ἄγει λόγος. Οἱ δὲ κάκιστοι, Μᾶλλον συζυγίῃς. ἢ γὰρ πλέον ἐνθάδε τίκτει, Καὶ κόσμοιο ῥέοντος ὁμόστολος ἧλος ἔραζε Σάρκα δέων, ψυχήν τε κάτω βρίθουσα μολυβδὶς, Καὶ κλῆρος τοκέεσσιν ὁμοίϊος ἐνθάδε μίμνων. Ἀλλ' ἔμπης τοκέων περιδώμεθα, μή τε σὺ βάζειν Τοὺς ἀγαθοὺς, ῥίψω τε ἀτασθαλέοντας ἔγωγε. Τοῖς δ' ἄλλοις, ὁππόσσον ἁγνὸς βίος ἐστὶν ἀρείων, Γνοίης κεν φιλότητα Θεοῦ, σαρκός τε παχείης, Σκεψαμένη, κόσμου τε φύσιν καὶ τέρματα δισσά. Εἰ γάρ τοι καὶ μικρὸν ἀποσκεδάσειας ὀπωπῆς Ἢ λήμην ῥυπόωσαν, ἀπ' αὔγεος ἢ σύ γ' ὁμίχλην, Καὶ γλήνην πετάσειας ἐς αὐγὰς ἠελίοιο 562 Ἡμετέρου, καθαρῷ δὲ νόῳ λεύσειας ἄπαντα, Δήεις παρθενίην μὲν ὅλην ἀνάθημα Θεοῖο, Χρυσοῦ τ' ἠλέκτρου τε φαάντερον, ἠδ' ἐλέφαντος, Εὔσκοπον, εὐδιόωσαν, ἐΰπτερον, ὑψικάρηνον, Κούφην, παμφανόωσαν, ἄνω χθονὸς, ἀστήρικτον Γαίης ἐν γυάλοισιν, ἐν ἄστεϊ δ' εὐρυθεμέθλῳ Οὐρανίῳ, καὶ σαρκὸς ἀπόπροθι ναιετάουσαν, Χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσαν ἀγήρω Ζωὴν, τῇ δ' ἑτέρῃ πλοῦτον καὶ κῦδος ἄπαυστον· Οὐχ ὡς δὴ φερέοικον ὑπ' ἄχθεϊ ὀστρακόεντι Ἕλκουσαν μογερῶς ὑγρὸν δέμας ἴχνεσι νωθροῖς, Οὐ Χριστῷ καὶ σαρκὶ μεριζομένην βασιλῆϊ, Οὐδὲ, ὡς ἀμφιβίοισι νόμος, καὶ χέρσον ἔχουσαν 563 Καὶ μαλακοῖς ναίουσαν ἐν ὕδασι νυκτὶ καὶ ἠοῖ, Ἀλλὰ Θεοῦ πέμπουσαν ὅλον νόον, ἐκ δὲ Θεοῖο Κρείσσοσι καὶ τεκέων γεννήμασιν εὐθαλέουσαν, Ἐλπωρῇ, καθαροῖς τε νοήμασιν ἐκ καθαροῖο. Συζυγίην δ' αὖ πάμπαν ἀπὸ Χριστοῖο θέουσαν Βράσμασιν οὐλομένοιο χοὸς, κόσμου τε μερίμναις Παντοίαις, ἢ βαιὸν ἐφαπτομένην γε Θεοῖο. Ὡς γὰρ ὁμοῦ λεύσσουσα κάρη δύο, ἠὲ πρόσωπα, Ἠὲ καὶ ἐν σελίδεσσι γεγραμμένα γράμματα δισσαῖς, Οὐχ ὅλον ἀτρεκέως τύπον ἥρπασεν, ἱεμένη περ, Ἀλλὰ τὸ μὲν κατέμαρψε, τὸ δ' ἔκφυγεν ὄψιν ἀραιὴν Σκιδναμένην, ὡς οἶστρος ἐπ' ἀμφοτέροισιν ἀφαυρὸς, Κόσμῳ τε, Χριστῷ τε, ὁ δ' ἔμπεδος εἰς ἕνα τείνων. Ἢ γὰρ Χριστὸν ἔχων τις ὅλον, ἀλόγησε δάμαρτος, Ἢ τίων φιλότητα χοὸς, Χριστοῖο λέλασται. 564 Ἤδη καί τιν' ὄπωπα λιθοξόον, ἠέ τιν' ἔργων Ἴδριν δουρατέων, πινυτοὺς καὶ φράδμονας ἄνδρας· Ἰθείην στάθμῃσιν ἐπὴν διατεκμήρωνται, Ὡς φαέων ἕτερον μὲν ὑπὸ βλεφάροισιν ἔδησαν, Τῷ δ' ἑτέρῳ πέμψαντες ὅλον φάος εἰς ἓν ἄγερθεν, Ἀτρεκίης ἐτύχησαν, ὁ δ' ὡμάρτησε σίδηρος· Ὡς πόθος εἰς ἓν ἰὼν, Χριστοῦ πλέον ἐγγὺς ἐλαύνει, Ὃς ποθέει ποθέοντα, καὶ εἰσορόωντα δέδορκεν, Εἰσορόωντα δέδορκε, καὶ ἀντιάει προσιόντι. Ὅσσον τις ποθέει, καὶ δέρκεται, ὅσσον ὄπωπεν. Τόσσον καὶ ποθέει· κύκλος ἀνελίσσεται ἐσθλός. Τὸν μὲν ἐγὼ ποθέουσα, λίπον βίον, οὐδὲ δυνάσθην 565 Ὄμμα βαλεῖν ἑτέρωσε· γλυκὺς δέ με δεσμὸς ἐρύκει Κάλλεος ἰσχανόωσαν, ὅ μευ φρένας ἐπτοίησε Δερκομένης, ἐπ' ἐμοὶ δὲ τινάξατο παμφανόωντα Πυρσὸν, ὅλην καλήν τε καὶ αἰγλήεσσαν ἔθηκε. Μοῦνος γάρ τε πόθων καὶ κάλλεος αἶσαν ἀγείρει Ἐξ ἐρατοῦ ποθέοντι· ὁ δ' ὄλβιος, ὅστις ἔδεκτο. Ἀλλὰ σὺ καὶ πόθον ἄλλον ἐνὶ στήθεσσιν ἀέξεις, Καὶ φρονέεις, ὡς μᾶλλον ἐπ' οὐρανίαις πελάουσα, Εἵνεκα, φὴς, τεκέων καὶ κτήσιος ἠδὲ τοκήων, Ὡς ἐλαφρῶν, ἐλαφρῶν δὲ σοφῇ πόθος ἐστὶν ἀκερδὴς, Νηῦς ὀλίγη, βαιός τε πόρος, καὶ κέρδος ἐλαφρὸν 566 Τῶν οὐχ ἱσταμένων. Σοὶ δὲ πλόος οὗτος ἀπείρων, Καὶ πορθμὸν περόωσα, ἐπεύχεο ποντοπορεύειν Ἱστία κολπώσασα δι' οἴδματος Ἰονίοιο. Πνοιὴ ταῦτα φέρει, καὶ βέλτερον, εἴ τις ἀρείων· Εἰ δὲ καὶ ἀντιόωσα, μικρὸς μόρος ἐνθάδε θνήσκειν. Ψυχῆς δὲ πλόος ἐστὶ μέγας καὶ πνεύματος ἐσθλοῦ. Τῇ ῥα περιτρομέουσα, πλέον Χριστοῖο δέδραγμαι· Οὐκ οἶον, ποθέω δὲ καὶ εὐδιόωσά περ ἔμπης Χριστὸν ἐμὸν, πόθον ἁγνὸν, ὃς ἔμπεδός ἐστι ποθεῦσιν. Ὅς τις δ' αὖ χατέων λεύσσει πρὸς χεῖρα Θεοῖο, Οὐ χατέειν δοκέων, καιροῦ πόθον αἶψα λέλοιπεν. 567 Εἰ γὰρ δϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύουσ' ἑκάτερθεν, Γνοίης κέντρον ἄνακτος ὅσον γλυκερώτερόν ἐστι. Τί πλέον; υἱήεσσιν ἀναχλοάζουσι τοκῆες Γηροκόμοις, ἀλόχῳ τε πόσις, ἄλοχός τε ἀκοίτῃ. Ξυναὶ δ' εὐφροσύναι τε, καὶ ἄλγεα καὶ μελεδῶναι Κουφότεραι, σκάζοντι δέ τις βεβαὼς μέγ' ἔρεισμα. Αὐτὰρ ἐμοὶ τοκέες μὲν, ὅσοι καλὸν ἐξεδίδαξαν, Παῖδες δ', οὓς ἐδίδαξα. Ὁμόζυγα δ' οἶον ἐδέγμην Χριστὸν, ὃς ἀζυγέας προσπτύσσεται ἔξοχον ἄλλων, Εἰ καὶ πᾶσι πάγη, σταυρόν τ' ἐπὶ πάντας ἄειρεν. 568 Ὧ καὶ καγχαλόωσα, καὶ ἢν ἀποθύμια βάλλῃ, Χαίρω, καί με τίθησιν ἐλαφροτέρην καὶ ἀνίῃ, Ὡς χρυσὸν χοάνοισι καθαιρόμενον ῥυπόωντα. Σωφροσύνης δ' ἥν σοί γε γάμος καὶ δεσμὸς ἐέργει, Τῆς μὲν ἐγὼν οὐ σάρκα, Λόγον δ' ἐπίκουρον ἔθηκα, Καὶ πόθον, ὃς κρατέων ἀλλότριον ἐκτὸς ἔθηκεν, Ὥς τις ἐλαφροτέροισι λέων θήρεσσιν ἐπιστάς. Σάρκες γὰρ τελέθουσιν ὁμόφρονες ἐν παθέεσσι· Τοὔνεκα καί τιν' ἴσασι φέρειν χάριν ἀλλήλῃσι. Σοὶ βέβριθε τράπεζα, τρύφος δ' ἐμὲ μικρὸν ἔθρεψεν, Ὡς καὶ χιλιάδας Χριστὸς μέγας ἔν ποτ' ἐρήμοις. Σοὶ ποτὸν ἡμερίδων, τὸ δ' ἐμὸν μέθυ πλούσιον αἰεὶ, Κρῆναι, καὶ ποταμοὶ, καὶ φρείατα μακρὰ νάουσι. 569 Σοὶ λιπόωντα πρόσωπα, καὶ εἴματα σιγαλόεντα, Κόσμος ἐμοὶ ῥυπόωσα κόμη, καὶ εἵματα λυπρά. Εἷμα φέρω χρυσοῖσι τινασσόμενον θυσάνοισι Χριστὸν, ἐμῆς ψυχῆς κρυπτὸν περικαλλέα κόσμον. Εὐνή σοι μαλακὴ, τὰ δὲ ῥήγεα σάκκος ἔμοιγε, Καὶ στιβὰς ἐν δαπέδῳ, καὶ δάκρυσι δευομένη χθών. Σοὶ τιμήεις χρυσὸς, ἐμοὶ κόνις ἱμερόεσσα. Μόσχου γαυροτέρη σὺ, κατηφιόωσα νένευκα. Καγχάζεις γελόωσα, παρήϊον οὔ ποτ' ἔλυσα. Κύδεος ἱμείρεις, τὸ δ' ἐμὸν κλέος οὐκ ἐπὶ γαίης. Αὐτὰρ ἐπὴν δὴ ταῦτα διαθρήσῃς καὶ ἴδηαι, Ἄθρει καὶ τὰ γάμοιο προσάντεα λάτρισι σαρκός. Ὤνιός ἐστι δάμαρτι πόσις, καὶ τοῦδε χέρειον 570 Πολλάκις οὐδ' ἀγαθὸς, καὶ ὤνιος εὖνις ἀκοίτῃ Πολλάκι καὶ στυγερή· τυκτὸν κακὸν, οὐδ' ἀπόπεμπτον. Εἰ μὲν γὰρ ἐσθλοὶ καὶ ὁμόφρονες, εἰς ἓν ἰόντων Κουφότερος βιότοιο πλόος καὶ μικτὸς ἀήτης. Εἰ δὲ κακοὶ, πόνος ἔνδον ἐφέστιος, ἔχθος ἄπαυστον. Θήσομεν οὔτε κακοὺς, καὶ ὁμόφρονας· ἀλλὰ βαρεῖα Πολλάκι καὶ νεόνυμφον ἐπὶ ζυγὸν ἤλυθε μοίρη. Νυμφίος, εἶτα νέκυς· θάλαμος, τάφος· ἄμμιγα τερπνοῖς Ἄλγεα· μικρὸν ἄεισμα, παροίτερον ἐσθλὸν ἀνιγροῦ. Ἄλλος πυρσὸν ἀνῆψε γαμήλιον, ἔσβεσεν ἄλλος. Ἄλλον τις δ' ὀνόμηνε πάϊς πατέρ', ἄλλος ἄτεκνος 571 Ἐξαπίνης, ὅρπηξ τις ὅπως ἀνέμοιο τιναχθείς. Ἄρτι κόρη, μετέπειτα γυνὴ, μετέπειτα δὲ χήρη. Νυκτὶ μιῇ τάδε πάντα, καὶ ἤματι πολλάκι μούνῳ. Ἑλκομένη πλοκάμους, κόσμον τ' ἀπὸ τῆλε βαλοῦσα Νυμφίδιον, δρύπτουσα παρήϊα χερσὶν ἀραιαῖς, Αἰδὼ παρθενίης πικροῖς παθέεσσι λιποῦσα, Αἰνόμορον καλέουσα πόσιν, καὶ οἶκον ἔρημον Μυρομένη, χῆρόν τε λέχος, καὶ πένθος ἄωρον. Σιγήσω τοκετοῖο βέλη καὶ ἄχθεα νεκρὰ Μήτρης ἐν λαγόνεσσι, πικρὸν καὶ ἀμήτορα καρπὸν, Οὐ τεκέων, τεκέων δὲ τάφους πάρος, εἶτα τεκούσας, Πρεσβυτέρους τοκετοῖο μόρους, ἄλοχόν τε λοχείην. Σιγῶ δ' ἠλιτόμηνα, καὶ ἔκφρονα, καὶ παράσημα, 572 Λώβην ἀνδρομέης γενεῆς, καὶ παίγνια σαρκός. Ταῦτα ταλαντεύοι τις, ὅπη πλάστιγγος ἐρωὴ Δερκόμενος, καὶ πολλὸν ἐμὸς βίος ὕψος ἀνέλκοι Πρὸς Θεὸν ὑψιμέδοντα, πᾶσι περίφαντος ἀρίστοις. Αἴσχεα δ' ἀλλήλων σιγήσομεν· ὣς γὰρ ἔοικε Παρθενίης στόμα σεμνὸν ἐπεσβολίας ἀλεείνειν. Εἰ δὲ σὺ παρθενίῃ προφέρεις θεοειδέϊ μώμους, Εἴ πού τις καὶ βαιὸν ἐμὴν ᾔσχυνε πορείην, Καὶ Χριστοῖο χιτῶνα τὸν ἄσπιλον αἴσχεϊ μίξε, Σῶν ἀγαθῶν τὸ πρῶτον ἐν ἀμπλακίῃσιν ὑποστὰς, Ὀψίγαμος, ἁγνοῦ τε φυγὰς μεγάλου βιότοιο· Μνήσω δὴ καὶ ἐγὼ κλοπέης πανταίσχεος εὐνῆς, Ἣν ἀλιτροὶ κλέπτουσι, Θεοῦ πατέοντες ἀπειλός. Τοῦτο γὰρ ἐν θνητοῖσι κακῶν ὀλοώτατόν ἐστι 573 Πάντων, καὶ μαλεροῖο πυρὸς πλέον ἔγκατα δάπτον, Εὖτέ τις ἀλλοτρίῃ πελάων κακομήχανος εὐνῇ, Καὶ γόνον ἀμφήριστον ἔχει, καὶ δεσμὸν ἔρωτος. Ἀλλὰ σὲ μὲν μοιχοὶ καὶ ἀλάστορες οὔτι γάμοιο Εἴργουσιν· γαμέει δὲ καὶ ὃς ἐνὶ φάσγανον ἧκε Δυσμενέος πλευρὴν μοιχοκτόνον, εἰσέτι λύθρου Στάζων ἀνδρομέοιο, καὶ ὃς ὑπάλυξεν ἀκωκήν. Τῶν δέ με τίς Χριστοῖο πόθον ἀποτηλόθι θήσει Ἀφραδέων, ψηφὶς δὲ μικρὴ ῥόον εὐρὺν ἐφέξει; Οὐ θέμις, οὐδ' ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστιν, Αἰρομένων πλεόνων, πίπτειν τινὰς (εἰ θέμις εἰπεῖν Τόνδε λόγον γλώσσῃσιν ἐναντίον), ἠὲ χαμάζε Μίμνειν δειδιότας, μή που πτερὸν ἐς χθόνα ῥεύσῃ. Οἱ μὲν γὰρ ἐσθλοὶ, Χριστοῦ κλέος, οἱ δὲ κάκιστοι, 574 Ὥς τε λίθον πέμποντες ἐς οὐρανὸν ἀφραδίῃσι, Δέχνυνται κακίην τε καὶ αἴσχεα οἷσι καρήνοις Ἄγγελος ἦν τοπάροιθεν Ἑωσφόρος. Ἀλλὰ πεσόντος, Οὐρανίοις παρέμιμνεν ἑὸν κλέος, ὡς δὲ μαθηταῖς Οὐδὲν Ἰούδας ὄνειδος, ἐπεὶ πέσεν, ἀλλ' ὁ μὲν ὦκα Ἐξ ἀριθμοῦ λογάδων, οἱ δ' ἕνδεκα μίμνον ἄριστοι. Καὶ πόντος τιν' ὄλεσσεν, ὁ δ' ἱστία λευκὰ πετάσσας, Πλώει ναυηγοῦ λεύσσων τάφον, ἢ ἀπὸ τύμβου Πείσματα λυσάμενος, πρυμνήσια δ' ἔνθεν ἀνῆψε. Μῆτερ ἐμὴ, κέλεαί με λιπεῖν βίον ὧδ' ἀνιόντα, Ἠὲ λόγον στήσωμεν, ἐπεὶ κράτος ἐστὶ θυγατρὸς, Κάρτος ἐμὸν, τοκέων δὲ καὶ ὡς κράτος; Εἰ δ' ὅτι μήτηρ Παρθενίης σὺ γέγηθας, ὅσον κλέος ἐστὶν ἐμοῖο; 575 Οὐκ ἀΐεις ὅτι πάντες, ὅσους κατέλεξας ἀρίστους, Ἐκ τοκέων, τοκέων δὲ δικαιότεροι καὶ ἀρείους; Καὶ Χριστὸς Μαρίης μὲν, ἀτὰρ πολὺ φέρτερός ἐστιν, Οὐκ οἶον Μαρίης τε, καὶ οὓς περὶ σάρκες ἔχουσιν, Ἀλλὰ καὶ οὐρανὸς εὐρὺς ὅσους νόας ἀμφικαλύπτει. Καὶ στάχυς ἐξ ὀλίγου μὲν, ἀτὰρ στάχυς ἐβλάστησε Σπέρματος, ἐκ ψαμάθου δὲ μέγ' ἔξοχος ἔπλετο χρυσός. Ἡ δὲ λόγοιο κορωνίς· ἐπ' ἀμφοτέροισι βίοισιν, Ἀζυγίῃ τε γάμῳ τε, τίν' εἰκόνα μῦθος ἐφεύροι· Ὧδέ κεν ἀθρήσειας ἐμοῦ μύθοιο τελευτήν. Χειμέριαι νιφάδες, τὰ δέ γ' ἄνθεα εἴαρος ὥρῃ, Καὶ πολιὴ ῥικνοῖο, τὸ δὲ σθένος ἡβώοντος. Ἤδη δ' ἄνθεα μέν γ' ἐνὶ χείματι, χειμέριαι δὲ 576 Ὤφθησαν νιφάδες ποτ' ἐν ἤμασιν εἰαρινοῖσι. Καὶ πολιὴν ἀνέτειλε νέος, καὶ γῆρας ἐλαφρὸν Ἔδρακον ἀρτιχνόοιο πολὺ σθεναρώτερον ἀνδρός. Ὡς ἄρα συζυγίη μὲν ἔφυ χθονὸς, ἀζυγίη δὲ Χριστοῦ παμβασιλῆος ὁμόζυγος. Ἀλλὰ καὶ ἔμπης Παυράκι παρθενίη μὲν ἐπὶ χθόνα νεῦσε βαρεῖα, Συζυγίη δ' ἤϊξε πρὸς οὐρανὸν, ἔνθεν ἀέλπτως Ἄμφω ψευδόμεναι, ἡ μὲν γάμον, ἡ δὲ κορείην. Ἀλλὰ, φίλοι τοκέες τε καὶ ἄζυγες εἰσέτι κοῦροι, Μέχρι τίνος χθαμαλοῖσιν ἐοικότες ἠὲ χελώναις, Ἢ καὶ λοξοβάμοισι καὶ ὀκταπόδεσσι παγούροις, Ἢ δολιχῶν ὀφίων σκολιοῖς μηρύμασι γαστρὸς Ζώοιτε στυγερῷ βεβαρηότες ἄχθεϊ σαρκός; Δεῦρ' ἄγε καὶ Χριστοῖο παραιφασίην ἀΐοντες, 577 Κάλλος τ', εὐκλείην, πλοῦτον, γένος, ὄλβον, ἅπαντα. Ῥίψαντες, κακότητος ἀπηνέος ἔκγονα τερπνὰ, Ἔνθεν ἀνεγρόμενοι, ζωῆς ἐπιβῶμεν ἐλαφρῆς, Ἁγνότατοι καθαροῖσιν ὁμόφρονες οὐρανίοισιν, Ὥς κεν δὴ μεγάλοιο Θεοῦ τελέθοντες ὀπηδοὶ, Γηθόσυνοι μέλπωμεν ἑόρτιον ὕμνον ἄνακτι· Εἰς δὲ γάμον λήξαντες, ἀπ' ἀγλαΐης παραδείσου, Καὶ γαῖαν πολύμοχθον, ἅ θ' ἕσπεται ὀλλυμένοισιν, Ἔμπαλιν ἐξ ἀδέτοιο βίου πρὸς κῦδος ἴωμεν, Καὶ φυτὸν ἄλσεος ἐσθλὸν, ὅθεν πέσον ἀφραδίῃσι. Τοῖα καὶ ἀζυγίη θεοείκελος. Οἱ δὲ δικασταὶ Συζυγίην ποθέοντες, ὅμως στέψουσι κάρηνον 578 Παρθενίης. Χριστὸς δὲ διδοὺς γέρας ἀμφοτέροισι, Τὴν μὲν δεξιτερῇ παραστήσεται ἐγγύθι χειρὶ, Τὴν δ' ἑτέρην λαιῇ, κῦδος δέ τε καὶ τὸ μέγιστον. Βʹ. Ὑποθῆκαι παρθένοις. Νίκη μὲν δὴ σεῖο, καὶ ὃς μάλα σαρκὸς ἑταῖρος, Ὧδε δίκην δικάσειε. Μικρὸν δ' ἐπέεσσιν ἐμοῖσι, Παρθένε κυδήεσσα, καὶ ἀγλαόμητι, περίφρων, Οὔατα παρθεμένη, καὶ ἐνὶ φρεσὶ σῇσι βαλέσθαι Μῦθον ἐμόν. Πολιῆς δὲ παραίφασίς ἐστιν ἀρίστη. Μή σε νόος τρώσειεν ὑπερνεφέουσαν ἐρωαῖς. Πολλάκι γὰρ πτῶσις μὲν ἀπὸ χθονὸς ὑψόσ' ἄειρεν, Ἐς χθόνα δ' ὕψος ἔθηκε. Θεῷ τάδε τέθμια κεῖται, 579 Εὐμενέειν γοεροῖσιν, ὑπερφιάλους δὲ κολούειν. Μηδὲ μικροῖς μέτροισι τεὴν σταθμώμενος οἶμον, Εἴ τινα παρθρέξειας ἀπόδρομον, ἠὲ κάκιστον, Τέρμα πέλειν ἀρετῆς τόδ' ὀΐεο· οὐ γὰρ ἄριστον Τῶν ὀλίγων προφέρειν. Μέτρον δέ σοί ἐστιν ἐφετμὴ, Καὶ Θεὸς, οὗ σύ γ' ἄπωθε, καὶ εἰ τροχαλώτερος ἄλλων. Σκέπτεο μὴ καθύπερθεν ὅσων, ὁπόσων δ' ὑπένερθεν Ἑστηὼς, πάντων προφερέστατος εὔχεαι εἶναι. Οὐρανὸς εὐρὺς ὕπερθε, σὺ δ' ἐν χθαμαλοῖσιν ἀείρῃ. Ἔκλυον, ὡς νεπόδεσσι καθ' ὕδατος αὐγάζονται Μήνη τ', ἠέλιός τε καὶ ἀστέρες. Οὐ μὲν ἄρ' οἵ γε 580 Κωφὰ δ' ἀληθείης ἰνδάλματα εἰσορόωντες, Τέρπονθ' ὡς φωστῆρσιν ἀφαυροτάτοισι τύποισιν. Οὔ ποτε γὰρ νώτων πολιῆς ἁλὸς ἐξαναδύντες, Ἀτρεκέως λαμπτῆρας ἐθηήσαντο πάροιθεν· Ἢ τάχ' ἂν ἐσκέψαντο φάος καὶ παίγνια φωτός. Ὥς τινες· οὐ γὰρ ἄνακτος ἐτήτυμον ἔδρακον ὕψος· Μικρὸν ἀναθρώσκοντες, ἔχειν δοκέουσι πᾶν ὕψος. Ἀλλὰ σὺ τοῦ μὲν ἔμαρψας, ὃ δ' ἔλπεο, τοῦδ' ἐπίβαινε Βαθμοῖς ἐν πλεόνεσσιν, ἀεὶ τὸ πρόσθε δεδορκώς. Καὶ στάσις ἐστὶ κάκιστον· ἐπείγεο δ' ὡς καταμάρψων, Μέχρι σε καὶ πυμάτην ἐπὶ βαθμίδα Χριστὸς ἀνάξει. 581 Μὴ δέ σε Μῶμος ὄπισθε βάλοι, καὶ γλῶσσα κακίστη Ἰὸν ἐχιδναῖον πέμπουσ' ἐπὶ σοῖσι καλοῖσι, Δοιαὶ γὰρ μερόπεσσιν ὁδοὶ, καὶ δισσὸν ὄνειδος· Ἡ μὲν γάρ τε κακὴ, καὶ ἐς τέλος ἶσον ἄγουσα, Ἡ δ' ἀγαθὴ, καὶ τῆσδε φίλον τέλος, ὡς ἐπέοικε. Μῶμος δ' ἀμφοτέρῃσιν· ἐπεὶ γλώσσης τί κεν ἦεν Φέρτερον, εἰ μούνοισιν ἐπέχραε τοῖσι κακίστοις; Νῦν δ' ἡ μὲν πάντεσσιν ὁμῶς ἀγαθοῖς τε κακοῖς τε Λύσσα πέλει. Σὺ δέ μοι φράδμων καὶ ἐπίσκοπος εἶναι Ἀμφοτέρων, καὶ τὴν μὲν ὀπίζεο, ἥ τις ἀλιτροῖς Ἕσπεται, ὡς κακότητα φύγῃς, τὴν γλῶσσα χαλέπτει. Τῆς δ' ἑτέρης μοι τόσσον ἔχειν δέος, ἣν ἀγαθοῖσιν Ἐχθρὸς ἐφοπλίζει πικρὴν κακὸς, ὅσσον ἀήτου Ἀγγίαλος πέτρη καὶ κύματος ἀγνυμένοιο. 582 Μήτ' αἰσχρόν ποτε μηδὲν, ὃ πλείοσιν εὔαδε, ῥέξῃς, Μή τ' ἀγαθοῦ λήξειας, ὅ κεν στυγέωσι κάκιστοι. Ἔρδειν δ' εὐκλείης μὲν ἐπάξια. Ἢν δ' ἀπέῃσι, Μή σέ γ' ἀνιάτω ψεύστης λόγος, ἀλλ' ἴθι πρόφρων Τὴν ὁδόν. Οἱ δ' ὑλάοιεν ἐτώσια, οὐδὲν ἔρωτος Θειοτέρου βλάψουσιν. Ὁ δὲ φθόνος ὄμματα τήκοι. Μηδὲ σύ γ' ἐκ Σοδόμων προφυγὼν, καὶ τέφραν ἀλύξας Τοῦδε βίου, θείου τε πυρὸς στονόεσσαν ἀπειλὴν, Εἰς Σόδομα βλέψειας, ἐπεὶ λίθος αἶψα παγήσῃ, Στήλη καὶ κακίης, καὶ ἀργαλέου θανάτοιο. Μηδ' ἐκ μὲν Σοδόμων κλέψῃς πόδας, ἐν πεδίοις δὲ Γείτοσι δηθύνειν ἆσσον πυρὸς, ἀλλὰ τάχιστα Σώζεσθαι πρὸς ὄρος, μή σε πυρὸς ὄμβρος ἐπίσσῃ. 583 Μήτε λίην τρομέειν σαρκὸς φύσιν, ὡς ἀδάμαστον. Οὐ θεόθεν γὰρ τάρβος, ὃ δέσμιον ἄνδρα τίθησι. Μήτε λίην σάρκεσσιν ἐφιέμεναι μαλακῇσι, Μή σε κατὰ κρημνῶν ῥίψῃ κόρος οὐ δοκέοντα. Πρόφρων μὲν τρηχεῖαν ἴθι τρίβον. Εἰ δ' ἐπιβαίης, Σκέπτεο μή τις ὄλισθος, ὅπως ἐπὶ τέρμα πελάσσῃς Ἅπτωτος, στεινὸν δὲ διεξελάσῃς πυλεῶνα, Ἔνθα φάος τε κλέος τε, κακῶν τ' ἄμπνευσις ἁπάντων. Εἰτρομέεις, καλάμην σπινθὴρ ὅτι τυτθὸς ἀνάπτει, Θάρσει· ὄμβρος ἄνωθεν καταψύξει φλόγα πολλὴν, Εὐχαί τε, στοναχαί τε, καὶ ἤματα δακρυόεντα, Ἐννύχιαι μελεδῶναι, ἔρως θ' ὅλος ἀμφὶ ἄνακτα. 584 Τοῖα σαοφροσύνης καλὰ φάρμακα, οἷς σὺ, φέριστε, Οὐδ' εἴδωλα πόθοιο χερειοτέρου ποτὲ θήσεις Σῇσιν ἐνὶ πραπίδεσσιν, ἁγνὸν δέ τε καὶ νόον ἕξεις, Ὡς νηὸς μεγάλοιο Θεοῦ καὶ Πνεύματος αἴγλη. Παρθένε, παρθένος ἴσθι καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσιν γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς· Οὔατα μὲν πτερόοιτο μόνοις ἐσθλοῖσι λόγοισιν, Αἰσχροῖσι δὲ θύρετρα καὶ ἀφραδέεσσι τετάσθω. Ὄμματα δ' ἐν νυμφῶσι τεοῖς βλεφάροισιν ἐρύχθω Σώφρονα, μηδὲ μάχλοις κινήμασι κέντρον ἐγείροι Χείλεα δ' αὖ, καλύκεσσιν ὁμοίϊα, δέσμια κείσθω, Καὶ μῦθος ποθέοιτο. Πόδες δ' ὑπέροπλον ἰόντε 585 Ψεῦσται παρθενίης, καὶ ἴθματα πόρνον ἔχει τι. Ῥωγαλέον δὲ χιτῶνα, καὶ οὐ τρυφέωντα κάρηνα Αἴδεο, μὴ σηρῶν καλὰ νήματα. Μάργαρος ἄλλην Κοσμείτω, καὶ χρυσὸς ἐπαστράπτων μελέεσσιν, Ὧν καὶ γραπτὰ πρόσωπα, χθονίων πλάσματα χειρῶν, Εἰκόνος οὐρανίης ἀλλότρια, εἰκόνες αἰσχραὶ, Μαχλοσύνης στῆλαί τε καὶ οὐ λαλέοντες ἔλεγχοι, Κινύμενοι πίνακες, μυστήρια νυκτὸς ἐνηοῦς, Αἴσχεα μαρμαίροντα, τάφοι κρύπτοντες ὀϊζύν. Τῶν ἄπο τηλόθ' ἴοιο, παραστάτι κυδήεσσα Κάλλει κρυπτομένῳ, νύμφη Χριστοῖο ἄνακτος. Ὄμματα δ' ὄμμασι μίσγε, λόγῳ λόγον, ἁγνὰ καὶ ἁγνοῖς. 586 Μή ποτε μηδὲ γέλωτι γέλων, καὶ θάρσεϊ θάρσος. Ἐκ γὰρ δὴ τοιῶνδε κακὸς μερόπεσσιν ὄλισθος. Ἄρσενα πάντ' ἀλέεινε, συνείσακτον δὲ μάλιστα, (Μεῤῥᾶς πικρὸν ὕδωρ, καὶ πείθεο, παρθένος ἁγνή,) Κἢν χρυσοῖο πέλῃ καθαρώτερος, ἢ ἀδάμαντος Στεῤῥότερος. Διπλοῦν γὰρ ἔπι δέος. Εἰ σὺ πέποιθας Σαρκὶ τεῇ, τίς πίστις ὁμωροφίοις μελέεσσι, Μή σοι μὲν καθαρόν τε καὶ ἄσπιλον ὄμμα, νόος τε, Φρὴν δ' ἑτέρη κεύθοι τι χοὸς, καὶ πνεῦμα διώκοι; Ἐκ σαρκῶν ἐπὶ πνεῦμα μετήλυθες, ἔνθεν ἀέρθης· Πῶς αὖθις σάρκεσσιν ὁμὸν βίον αἰνήσασα, Νυμφίον ἱμερόεντα τεῆς ζηλήμονα μορφῆς Αἰσχύνεις, μή πού σε κεδνῆς φιλότητος ἀμέρσῃ,

Intertext edge

Open linked passage

Note