Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
587.1.1
Ὡς δισσὴν, σκάζουσαν ἐπ' ἀμφοτέροισι πόδεσσι; Χριστὸν ἔχεις ἀγαπητὸν, ἀπόπτυσον ἄνδρας ἅπαντας. Τί χρῄζεις ἐπίκουρον ἔχειν χατέοντ' ἐπικούρου Πῶλοι μὲν πώλοισι φίλοι, ἔλαφοί τ' ἐλάφοισι, Καὶ ψῆρες ψήρεσσιν, ἁγνῷ δέ τε τίμιος ἁγνός. Ἀλλ' ἔμπης κακόμητιν ἀλεύεο, μή σε δολώσῃ, Καὶ πινυτόν περ ἐόντα· σοφοῖς δέ τε καὶ πλέον ἔχθει. Πολλάκις ἐξ ἀγαθοῖο κακὸν πόρσυνε καὶ ἐσθλοῖς. Νῦν φάος, εἶτα σκότος, ἔνδον μόρος, εἶδαρ ὕπερθεν. Καὶ σαίνει γλυκεροῖσι, καὶ ὄλλυσι κευθομένοισι. Πολλάκι μὲν συνάγειρεν ὁμόφρονας ἀλλήλοισι 588 Πνεύματι, καὶ φάος ἦλθεν, ἐπωνυμίην τέ γε σεμνὴν, Τὴν ἀγάπην καλέουσιν, ὑπήλυθεν. Αὐτὰρ ἔπειτα Ἐκ κραδίης ἐπὶ σάρκας ἄγων πόθον ἐγγὺς ἐούσας, Ἢ πῦρ, ἠὲ πυρὸς σημήϊα λυγρὰ δίδωσιν. Εἴ τοι μηδὲ πυρὸς σημήϊον, ἀλλὰ τάχιστα Πλήξεις εἰσορόωντας. Ἑτοιμότεροι δέ τε πάντες Εἰς κακίην τελέθουσι. Ῥόος δ' ἐπὶ πρηνὲς ὁδεύει. Ἀλλὰ δόμος, καὶ εἷμα, τράπεζά τε, ἀδρανίη τε Γήραος ἀργαλέοιο, τόδ' ἤγαγεν αἶσχος ἀρωγόν. Χρύσεα χαλκείων διαμείβεαι, εἰ γανόωντος Ἀντὶ βίου μικρὴν καὶ ἀεικέα τέρψιν ἐδέξω. 589 Οὐδ' εἴ μοι χρυσοῖο, καὶ ἠλέκτροιο τάλαντα, Καὶ πεδία χλοάοντα καὶ εὐρέα πώεα δοίης, Καὶ δόμον αἰγλήεντα, καὶ Ἀλκινόοιο τράπεζαν, Οὐδ' εἴ μοι βίον ἄλλον ἀγήραον ἀντὶ παρόντος, Οὐδέ κεν ὣς λιπόχριστον ἐγὼ βίον αἰσχρὸν ἑλοίμην. Ἄρτος ἐμοὶ στείνοιτο, ποτὸν τὸ ὕδωρ ποθέοιτο· Φύλλα συκῆς μ', ὡς πρόσθεν Ἀδὰμ Εὐάν τε, καλύπτοι Καὶ σήραγγας ἔχοιμι πετρῶν δόμον, ἤ τινα φηγοῦ Κευθμῶνα, σχέδιόν τε βίον, καὶ θηρσὶν ὁμοῖον· Ἤ τινα πὰρ πυλεῶνα βεβλημένος, ἄχθος ἀρούρης, Ἀνδρὸς ὑπερφιάλοιο, πένης, καὶ Λάζαρος ἄλλος, Ἕλκοιμι ζωήν τε λυγρὴν καὶ σῶμα πονηρόν. Νῦν τάδε, χάσμα δ' ἔπειτα, καὶ ἄντιτα πάντα τὰ τερπνά.

Intertext edge

Open linked passage

Note