Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
590.1.1
Σοὶ κόρος, ἄλγος ἔμοιγε· μικρὸν, καὶ πάντα λέλασται. Ἓν πάντες μετὰ τύμβον, ἴη κόνις· ἶσος ὁ χῶρος Δμώεσι καὶ βασιλεῦσι. Τὸ δὲ πλέον, οὐκ ἀΐδαο; Τοὔνεκα μήτ' ἀγαθοῖσιν ἰαίνεο τοῖς παρεοῦσι, Μήτε λίην μογεροῖσιν ἄσαι φρένα τοῦδε βίοιο. Ἦ γὰρ ὁμοῦ τερπνοῖσι καὶ ἄλγεα πάντ' ἀπολείψεις Οὐ μετὰ δήν. Τί δὲ μακρὸν ἐφημερίοιο βίοιο; Ξεῖνος δ' ἴσθι πάροικος ἐπ' ἀλλοτρίης χθονὸς ἕρπων· Ἔνθεν ἀναστήσει σε Θεὸς ἐς πατρίδα σεῖο, Μικρὸν ἀεθλεύσαντα, πόνων δέ τε μεῖζον ἄεθλον. Καὶ σὺ φίλοις τεκέεσσιν, Ἰωναδὰβ ἔξοχε μῆτιν, Ὄλβον ἐπισπεύδων τὸν ὑπέρτατον ἐν μερόπεσσι, Τόνδε νόμον μῦθόν τ' ἐφθέγξαο· «Παῖδες ἐμοῖο, Δεῦτε, πατρὸς δέξασθε τὸν οὐ πόρε πλοῦτον ἔμοιγε, 591 Οὔτ' ἄλλῳ ποτὲ παιδὶ πατὴρ φίλος, ἔμπεδον αἰεί. Μὴ δόμον οἰκήσητε περίγραπτον μελέεσσι, Μὴ γαίην ἀρόσητε. Τί δ' ἄμπελος ὔμμιν ὄνειαρ; Ἐν σκηναῖς ναίοιτε, μέθυσμά τε καὶ γλυκὺ πῶμα Μή ποτ' ἐφ' ὑμετέρῳ λαιμῷ, μὴ, τέκνα, χέοιτε, Ἀλλὰ Θεῷ ζώοιτε, Θεὸν δέ τε πλοῦτον ἔχοιτε Μοῦνον, ἀεὶ ζώοντα, ὁμοίϊον, ἀστυφέλικτον.» Ὣς ἄρ' ἔφη· παῖδες δὲ πατρὸς ἐτέλεσσαν ἐφετμήν. Οἶδα δ' ἐγὼ καὶ λαὸν ὑποσχεσίης ἐπὶ γαῖαν Ἰέμενον, τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευε, Καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι' ἐρήμης· Ὧ πόντος ὑπόειξε, καὶ οὐρανὸς εἶδαρ ἔδωκε, Καὶ πέτρη βλάστησεν ὕδωρ, ὁ δ' ἐχάσσατ' ὀπίσσω Εὐρὺ ῥέων ποταμὸς, καὶ ἥλιος ἔσχεθε δίφρον, 592 Καὶ παλάμῃσι τρόπαιον ἀνὴρ ἔστησε ταθείσαις Σταυρὸν ὑποσκιάων, πίστις δ' ἐπέδησεν ἀκωκάς. Ἠλίας δὲ κόραξι τράφη, καὶ γραῖαν ἔθρεψε Σιδονίην τυτθῇσιν ἐνὶ ψεκάδεσσι βίοιο, Οὔ ποτέ γ' ἐν πενιχρῇ σιπύῃ λήγοντος ἀλεύρου, Καὶ κεράμοιο βρύοντος ἀεὶ τόσον ὑγρὸν ἔλαιον, Ὅσσον ἀφύσσετο χερσὶ φιλοξείνοιο γυναικός. Ἑβραῖοι δέ τε παῖδες ἑὴν ποθέοντες ἐδωδὴν, Ὅφρα κε μὴ βασιλῆος ἐνὶ χρανθῶσι τραπέζῃ, Ἀσσυρίης καθύπερθε φλογὸς χαίροντες ἔβησαν, Ἔνθεν ἀναψύχοντες, ἑὰ πρὸς δώμαθ' ἵκοντο. Καὶ Δανιὴλ λείουσι ῥιφεὶς βορὰ μαινομένοισι, Θρέψε μὲν οὔτι λέοντας, ἐπεὶ χέρας ἐξεπέτασσεν, Ἀερίην δ' ἐνὶ χερσὶν ἐδέξατο δαῖτα προφήτου. 593 Σπλάγχνων δ' ἐκ μεσάτων ἀπερεύξατο θεῖον Ἰωνᾶν Θὴρ ἁλὸς, οἷον ἔδεκτο τριήμερον. Ὦ μέγα θαῦμα! Πίστις γὰρ συνέερκτο καὶ ἐν σπλάγχνοισι προφήτῃ. Ἀκρὶς Ἰωάννου δὲ τροφὴ καὶ κηρίον ἦεν Ἄγριον, ὑψιλόφων τε τρίχες ἔσθημα καμήλων, Καὶ δόμος οὐρανὸς εὐρὺς, ἐρημαῖαί τε χαμεῦναι. Τίς Θέκλαν ἐσάωσεν ὑπὲκ πυρὸς, ἢ τίς ἔδησε Θηρῶν ὠμοβόρων κρατερὸν μένος; Ἦ μέγα θαῦμα! Παρθενίη καὶ θῆρας ἐκοίμισεν, οὐδ' ἐτάλασσαν Παρθενικῆς δέμας ἁγνὸν ἑαῖς γενύεσσι μιῆναι. Οὐδὲ μὲν οὐδ' ἁγνῆς ἐπιλήσομαι (οὐ γὰρ ἔοικε), Σωσάννης, εἰ καί μιν ὑπὸ ζυγὸν ἤγαγεν ἀνὴρ, Σωφροσύνης ἣ τόσσον ἔχεν πόθον, ὥστε φυγοῦσαν 594 Χεῖρας ἀθεσμοτάτας, ψήφοις τ' ἀδίκοισι δικαστῶν Ἐς μόρον ἑλκομένην, πόθ' ὑπὲκ θανάτοιο σάωσε Πνεῦμα νέου, πολιοῖο φρένας, καὶ μήδεα πυκνὰ Ὀρθοδίκου, δήσαντος ὑπὸ σφετέροισι λόγοισι Πρεσβυτέρους Βαβυλῶνος, ἀλιτροτάτους, ἀθεμίστους. Παύλου δ' αὐτὸς ἄκουσας, ὅσης κακότητος ἄεθλον, Ὁσσατίων μόχθων τε καὶ ἀργαλέων μελεδώνων Ἐν φιλίοις, ἐχθροῖς τε, καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν Ἤρατο, καὶ τριτάτοιο πόλου πρὸς χῶρον ἱκέσθαι, Καὶ θεῖναι γλυκερῇσιν ἐν ἄρκυσι κόσμον ἅπαντα. Κεῖνος καὶ λυπροῖσιν ἀγάλλεται, ὁππόσον οὔτις Δεξιτεροῖς. Μεσάτη δὲ κακῶν ἀρετὴ κατάκειται Ὡς ῥόδον ἐν στυγερῇσι καὶ ὀξείῃσιν ἀκάνθαις. 595 Τῶν σὺ μνωομένη, τήρει βίον ἁγνὸν Ἄνακτι, Πάμπαν ἐν ἐλπωρῇσιν ἀμείνοσι, μή σε δολώσῃ Χρειὼ, ἥ τε τάχιστα καὶ ἔμφρονα φῶτα δαμάζει. Τοὔνεκα καὶ δολόμητις, ἐπεὶ Χριστοῦ βασιλῆος Εἰς πεῖραν καθέηκε, Θεὸν βροτὸν ἄμμιγα λεύσσων Πεινάοντ', ἐκέλευσε λίθους εἰς εἶδαρ ἀμεῖψαι, Ὥς κεν χρηΐζοντα ἐν ἄρκυσιν ᾗσιν ἕλῃσιν. Ἀλλὰ Θεοῦ μὲν ἅμαρτε, σὲ δὲ βροτὸν οὔλια σαίνει Ὡς βροτόν. Ἀλλὰ Θεοῦ γε πέλοις, καὶ τῆλε διώκοις Ἐχθρὸν, ὅλη μίμνουσα Θεοῦ, καὶ σαρκὸς ὕπερθεν. Μηδ' ὡς ἐν πλεκτοῖο χοροῦ περιηγέϊ κύκλῳ, Τὸν μὲν δεξιτερῇ κατέχοις, ἄλλον δέ τε λαιῇ, Ἶσον ἐφαπτομένη καὶ σχιζομένη θεότητος, Ἥμισυ μὲν Χριστοῖο, τόδ' ἥμισυ σαρκὸς ἐοῦσα· 596 Ἢ πέλαγος τέμνουσα θοῇ καὶ ἐπαρτέϊ νηῒ, Πνεύματος ἱσταμένοιο καὶ εὔδια κυμαίνοντος, Ἴσχειν νηοπέδῃσι ταχὺν πλόον, ἢ δ' ἀπὸ γαίης Ἕλκεσθαι, νωθρήν τε δι' οἴδματος οἶμον ὁδεύειν, Ἄμφω ποντοπόροις καὶ πεζοπόροισιν ὁμοίην. Μηδὲ τεῇ ζωῇ βαλέειν ἐχενηΐδα σάρκα, Ἥτε καὶ ἱεμένην περ, ὅμως κατὰ νῆα πέδησεν. Ἀλλ' ὥς τι στεινοῖο πόρου διὰ ῥεῖθρον ὁδεῦον Ῥοιζηδὸν, μολίβου περιηγέος ἐν κενεῶσιν Ὅλκοιο πλήθοντος ὅσον χάδε, καὶ πρὸς ἀνάντες Δέσμιον ἅλλεται ὦκα, βιαζόμενον κατόπισθεν, Ὣς κέλομαι σέο φίλτρον ἐνὶ πραπίδεσσι τεῇσι Σφιγγόμενον, Χριστοῖο καταντίον ὕψι φέρεσθαι, Ἠὲ καλὴν πίειραν ἐπικλύζειν τίν' ἄρουραν. 597 Εἰ δὲ σύ γ' ἔνθα καὶ ἔνθα χέοις ψαμάθοισι βαθείαις, Ἢ κατὰ πετράων, ἢ λείμακος, ἠὲ χαράδρης, Ὤλετό σοι ῥόος ἐσθλὸς ἀσύνδετος, οὐδὲν ὄνειαρ. Εἰ μέν σοί γε πατὴρ ζώει φίλος, ὅς σε φάωσδε Ἤγαγεν, ἢ μήτηρ γλυκερὴ, καὶ φίλτρον ἀμεμφὲς, Εἰ σὺ κασιγνήτοισιν ἐρείδεαι εὐμενέουσιν, Ἢ τοκέων τοκέεσσιν ἀρηγόσιν, ἢ καὶ ἀρωγῆς Δευομένοις, τούτοις μὲν ὁμὸν βίον ἀμφαγαπάζειν Οὐ φθόνος, οὐδὲ πικρὸν καὶ ἀνάρσιον ἐνθάδε Μῶμος Ὄμμα βαλεῖ, τρίζειν καὶ σάνδαλα πολλάκι φάσκων· Ἔστι δὲ καὶ τόδ' ὄνειαρ ἐμοὶ, κακὸς ὄμματα βάλλων. Κεῖνος μὲν βαλέει, τὸ δ' ἐμὸν κέαρ ἔμπεδον ἔσται. Τῶν δ' ἄλλων μοι τόσσον ἀλεύεσθαι φιλότητα, 598 Ἤ τοι μὴ φιλίην γε, συνωροφίην δ' ἀλεγεινὴν, Ἢ θάρσος δολερόν τε καὶ εὐθαλέεσσιν ἄπιστον, Ὁσσάτιον Χριστοῖο περιδράσσεσθαι ἔοικεν Ἔμπεδον ἐμπεφυυῖαν ἀειζώοισι πόθοισι. Μηδὲ σὺ παρθενίης μὲν ἔχειν πόθον ἱμεροέσσης, Τοῖς δ' ἄλλοις παθέεσσι τεὴν φρένα πάμπαν ἀνοίγειν, Σωφροσύνῃ κομόωσα· κακὸν δέ γε τοῦτο χέρειον, Τίκτεσθ' ἐξ ἀγαθοῖο κακὸν φθονεροῖο δόλλοισιν. Οὐ γὰρ τόσσον ἔμοιγε γάμος, οὐδ' ἔργα γάμοιο Φύξιμος, ᾧ γε Θεὸς θνητῶν γένος αἰὲν ἀέξει, Ὅσσον ἐμοῖς παθέεσσιν ἄκος καὶ ἄλκαρ ἀνεῦρον Παρθενίην. Ὧν εἰ μὲν ἐλεύθερον ἦμαρ ἔχοιμι, Ἔστι καὶ ἀζυγίης τις ἐμοὶ χάρις. Εἰ δὲ θύρετρα Θήρεσιν ἀμπετάσαιμι, φίλην φραγμοῖσιν ἁλωὴν 599 Εἷρξας, ἣ φραγμοῖο τὸ μὲν πυκινῶς ἀράροιμι, Τῷ δὲ τρίβους οἴξαιμι παρατροχάουσιν ὁδίταις, Τί πλέον; Ἦ γὰρ ὁμῶς δηλήσατο ἐχθρὸς ἁλωὴν Πάντοθεν εἰσπίπτων. Καὶ γὰρ σέο πάντα δοκεύει, Ἔκτοθεν ὅττι βάλῃσι, καὶ ἔνδοθεν ὅττι λάβῃσιν, Ἀμφαδίην, λοχόων τε. Τίς ἂν κακότηθ' ὑπαλύξαι Ῥηϊδίως, μὴ Χριστὸν ἔχων ἐπιτάῤῥοθον αἰεί; Μὴ μικρὸν ἐν κακίῃ θείης ποτὲ μηδὲ τὸ μικρόν. Τυτθοῖς ἀντιόωσα, χερείοσιν οὔ ποτε κύρσοις. Ὅσσα φέριστ' ἀΐοις, καὶ φθέγγεο· ὅσσα δὲ βάζεις, Λεύσσοις προφρονέως. Ὄψις δ' ἐπὶ ἔργον ἐλαύνοι. 600 Πάντα σὺν ἀλλήλοισι, τέλος, λόγος, ὄψις, ἀκουή. Φεύγειν σπέρμα πονηρὸν, ὅπως στάχυν ἐσθλὸν ἀγείρῃς Μηδὲ σὺ μοιχιδίην κλέπτειν φιλότητα βίοιο· Κλέπτει δ' ὅστις ἔδεκτο κακοῦ καὶ ῥίζαν ἐλαφρήν· Ἐκ γάρ τοι ῥίζης γε πολύσχιστοι κλαδεῶνες Ἔνθα καὶ ἔνθα χέονται ἀπ' ἰκμάδος αἱματοέσσης, Καὶ τυτθὸς συνέδησεν ὀπὸς μέγα χεῦμα γάλακτος, Καὶ ψηφὶς σταθεροῖο καθ' ὕδατος ἀΐσσουσα Ἐξαπίνης συνέχευεν ὅλην περικαλλέα πηγὴν, Πολλοῖσιν κύκλοισιν ἐλαυνομένην, ἀπὸ κέντρου Αἰὲν ἐπιφρίσσουσι, καὶ ἔκτοθι λυομένοισι. Ἰδνώθη δὲ τυπέντος ὅλον δέμας ἀμφ' ὀδύνῃσιν Ἑλκόμενον· γεῦσις δ' ὀλίγη, καὶ νεκρὸς ἔγωγε. 601 Τῇδε γὰρ ὡμάρτησαν ἁμαρτάδες, ὡς ὅτ' ἀρίστῳ Αἰχμητῇ στρατὸς ἄλλος, ἐπὴν διὰ τεῖχος ἕλῃσιν. Ἀσπίδος οὐ μέγα τύμμα, δίδωσι δέ γ' αὐτίκα πότμῳ Ὑπναλέῳ, καὶ τερπνὸς ἀποπνείουσιν ὄλεθρος. Τῷ, μή μοι ῥυπόωσαν ἔχειν φρένα, μηδ' ἐπὶ τυτθοῖς. Γαστὴρ κλεῖθρα φέρουσα, τάχ' ἂν κακότητα φύγῃσι. Τὴν δ' ἄθυρον τρομέω, μή τις χοὸς ὕβρις ἐπέλθῃ Σώματι δαμναμένῳ, συνδάμναται οἶστρος ἀναιδής. Οἶνος παρθενικῇσι χόλου πλέον ἐστὶν ὄνειδος, Θυμὸς δ' αὖ μανίης. Οἶμος δέ τε πάντα μόροιο. Παρθένε, θρύπτεό μοι μηδ' ἐν ῥυπόωσι χιτῶσιν· Ἔστι καὶ εὐτελίης τι κακὸν, ὁρόωντας ἰαίνειν. 602 Μηδὲ παρειάων σκιρτήμασιν ἐχθρὸν ἐγείροις. Αἴσχεϊ καγχάζοιεν, ὅσαις τέγος ἀκλήϊστον Χάρματι παλλομέναις. Σοὶ δ' ἵλαος ἦκα παρειὴ Λυέσθω, τὸ δ' ἔρευθος ὑπαντέλλοιτο, τάχιστα Κλέπτον ἐϋφροσύνην. Αἰδὼς δ' ὁρόωσιν ἔρευθος. Φθέγγεσθαι μὲν ἔοικε Θεοῦ πέρι παῦρα γυναιξὶ, Τόσσον, ὅσον Τριάδος σεπτὴν φύσιν ἴδμεναι οἶον, Τρισσὴν ἐν θεότητι, μίαν χάριν (οὐ γὰρ ἄμεινον Σιγᾷν εὐσεβίης καὶ ῥήματα), εἰσαΐειν δὲ Πλείονα, καὶ τρομεραῖς ἄμφω φρεσὶν εὐαγέως τε, Καὶ καθύπερθε φέρειν αἰδοῦς σκέπας. Οἱ δὲ μάχοιντο 603 Μύθοις ἀντιθέτοισι σοφοὶ σκεδάοντες ἀπίστους. Μή σοί γ' ἁρπάζοιτο Θεὸς στυγερῇσι μερίμναις, Αἵ τε καὶ ὕψι θέοντα θοῶς ἐπὶ γαῖαν ἕηκαν, Μηδὲ νόος πλάζοιτο φερεύμενος ἔνθα καὶ ἔνθα Τέρματος, οἷά τε πῶλος ἀεθλοφόρος κ' ἀδάμαστος Τῆλε θέων, Χριστοῖο μέγα κλέος. Εἰ δέ σε πικρὸς Κλέψειεν Βελία, πλάγκτης νόος, ὅττι τάχιστα Καμπτόμενος, πρὸς νύσσαν ἴοις δρόμον ἰθὺν ἐπελθών. Κερκίς σοί γε μέλοι, καὶ εἴρια, καὶ μελεδῶναι Θείοις ἐν λογίοις, σοφίη, καὶ ᾄσματα θεῖα, Λεπταλέης φωνῆς ἔμφρων θρόος, οὐκ ἐπίδεικτος, Ἧς πλέον ἐν πραπίδεσσι, μικρὸν δ' ἐπὶ χείλεσι κείσθω. Πολλάκι καὶ κωφοῖσι δι' οὔατος ἔσθορεν ἐχθρός. 604 Μηδὲ σὺ συζυγίην τε καὶ ἄχθεα θηλυτεράων Θειοτέροισι πόθοισι φυγοῦσ', ὦ πάντα σαόφρων, Ἀλλοτρίους μεθέπειν θαλάμους καὶ ἔργα γάμοιο Ἀντὶ δὲ παρθενικῆς γε, γυνὴ ζυγίη καλέεσθαι. Μηδὲ δόμοις ξείνουσι παρέζεο, μηδὲ τραπέζαις. Μηδὲ μέση δμώων τε καὶ οἰκιδίων ὀρυμαγδῶν Στρωφᾶσθαι. Μὴ θῶπα φέρειν λόγον ἀντὶ κόροιο. Μέτρα φιλοξενίης ἀσπάζεο· εἴ τις ἄριστος, Οἶγε προφρονέως ἐλαχὺν δόμον· εἴ τις ὁμίλου, Τηλόθεν εὐμενέοι. Σοὶ δὲ κλέος οἶκος ἐρυμνός. Λώϊον ἀξενίη πουλυξείνοιο δόμοιο Παρθενικαῖς. Αἰδὼς γὰρ ἐνὶ πλεόνεσσιν ὀλεῖται, Καὶ τοῖς παρθενίη κεν ἐφυβρίζοιτο φαεινή. 605 Τῷ, μή μοι περάτων γαίης ἄπο πίστιν ἀγείρειν. Αἴδεό μοι πολιὴν, καὶ ἕσπερ ἤθεσι κεδνοῖς. Πλεῖον γάρ τι φέρει πολιὴ νεότητος ἐχέφρων Μηδὲ μὲν εὐσεβέουσα περίδρομον ἔνθα καὶ ἔνθα, Πολλάκις οὐ κατὰ κόσμον, ἅμ' ἀνδράσι κουφοτέροισι Σὸν πόδα δινεύειν ἱεροὺς σπεύδοντ' ἐπὶ χώρους, Καί περ τηλόθ' ἐόντας Ἐφέστιός ἐστιν ἅπασι Χριστὸς ἄναξ πελάων τε καὶ ἐν κραδίῃ φιλέοντος. Ἅζεό μοι πρώτιστα Θεὸν, μετέπειθ' ἱερῆα Χριστὸν ἐπιχθόνιον, ζωῆς σημάντορα σεῖο· Ὧ πελάειν πτερόεσσα, καὶ ᾧ σιγῶσ' ὑποείκειν, 606 Ὧ γήθειν ἀνιοῦσα, καὶ ᾧ ῥειουσ' ὑποείκειν, Ὥς κεν ὑποτρομέουσα, παλίσσυτος ὕψι φέρηαι Ἄλλοις τέθναθι πᾶσιν, ἐπεὶ τόδε λώϊόν ἐστι Παρθενικαῖς, ἢ γυμνὸν ἔχειν βίον, ἀσκεπέα τε. Αἰνῶ θηλυτέρων, τὰς ἄρσενες οὐδὲ ἴσασι, Ζῶσι δ' ἑκὰς βιότοιο, Θεῷ δέ τε κρυπτὰ πέφανται. Λίην εὐσεβέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Κύδεος ἱμείρουσα, τάχ' ἂν κλέος ἐσθλὸν ὀλέσσαις, Ἀνδράσι τὸ περίφαντον· ὄλοιτο δὲ θήλεος αὐχήν. Ζηλούσθω μὲν ἄριστος, ὁ δὲ στυγέοιτο κάκιστος. Τὸ φθονέειν ἀγαθοῖς ἶσον, στέργειν τε κακίστους. Μήτε κακοὺς ὁρόωσα γαληνιόωντας, ὁδοῖο 607 Ἴσχεο, μήτ' ἀγαθοῖς φρένα δάπτεο καμπτομένοισι. Πεσσοὶ ταῦτα βίοιο, τὰ δ' ὕστατα δέρκεο πάντα. Χαίρειν εὐδιόωσα· τὰ δ' ἑστάμεν' οὐ σάφα οἶδας, Μή πού τις βροτολοιγὸς ἐπιπνεύσειεν ἀήτης. Τοὔνεκεν ἢ τρομέειν, ἢ προτρομέειν βιότοιο Πίπτοντος δὲ κακοῖο, τεὸν πόδα μᾶλλον ἐρείδειν, Εἰ δὲ καὶ εὐδρομέοντος, ἔτι πλέον. Εἰ γὰρ ἄριστοι· Πίπτουσιν, ἀνόλιστον ἔχειν βίον, οὐ μάλ' ἐλαφρόν. Ἄνθρακές εἰσι πόδεσσιν ἅπας βίος, οὐ μάλ' ἐλαφροί· Καὶ κρυπτῶν παγίδων αἰεὶ καθύπερθεν ὁδεύεις. Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι Βαλλόμενος, ὄμβρῳ, ποταμοῖς τ' ἀνέμοις τε κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, 608 Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Ἡνίκα δ' αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα. Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ' ἐνὶ ταῖς κενεῇσι νόον καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ' ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον. Μὴ δέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, 609 Ἔνθα Λόγος καθαρῇσι, πόθου μεγάλοις ὑπὸ δεσμοῖς, Μιγνύμενος κραδιῇσι, σέλας καὶ κῦδος ὀπάζει. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ Δαίνυσι καγχαλόων. Τοῦ δ' ἀντιάσαιμι ἔγωγε. Τοῦ δ' ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε. Μίμνοι δ' ἔκτοθι κεῖνος, ὅ τις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ' ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ' ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε, φίλων τε, γάμων τ' ἄπο τῆλε πέσοιμι. Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ', ἂν ἐπέλθῃ, Ἐξαπίνης δοκέουσι καὶ οὐ δοκέουσιν ἐπιστὰς, Εὕροι μ' ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο 610 Ὡς ἀγαθὸν θεράποντα καὶ ἤπιον ἀρχομένοισι, Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, δίκαιον. Παρθενίῃ μὲν τοῖα πατὴρ ὡς ἠπιόμητις Ἐκ θυμοῦ φιλέων ἐπιτέλλομαι. Ἀλλὰ, θύγατρες, Καὶ παῖδες, καὶ τέκνα, φίλου πατρὸς εἰσαΐοιτε, Εἴ πού τις καὶ ἔμοιγε Θεοῦ χάρις, ὥσπερ ἔολπα. Μηδ' ὡς Ἡλεῖδαι πατρὸς ἀτίσητε ἐφετμὴν, Μὴ, τέκνα, μὴ κείνοισιν ὁμοίϊον οἶτον ἕλησθε. Τοῖς δ' ἄλλοις ὅδε μῦθος. Ἀπηλεγέως δ' ἀγορεύσω Ἶσον ἐπ' ἀμφοτέροισι λόγον καὶ σταθμὰ τιταίνων, Ἀζυγίῃ τε γάμῳ τε. Θεὸς δ' ἐπιμάρτυρος ἔστω. Ὅσσον παρθενίη προφερεστέρη ἐστὶ γάμοιο, Τόσσον παρθενίης ἁγνὸς γάμος ἀμφιβίοιο. Τοὔνεκεν ἢ καθαρὴν ἀσπάζεο πάμπαν, ἄριστε,

Intertext edge

Open linked passage

Note