Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
611.1.1
Παρθενίην, εἴ σοί γε μένος, καὶ θυμὸς ὄρωρεν, Ἠὲ γάμον στέργειν τὸν ὁμοίϊον, ὡς ἐνέπουσι, Δεύτερον ἐκ πρώτοιο καλὸν πλόον. Ἀμφοτέρων δὲ Φεύγειν ἀζυγέος τε βίου, ζυγίου τε πρόσωπον, Μιγνύντας μέλιτί τε χολὴν, καὶ βόρβορον οἴνῳ, Καὶ Σολύμοις Σαμάρειαν ἀλιτροτάτην ἱεροῖσιν. Οὐδὲ γὰρ ὥσπερ ὁδοῖο τιταινόμενον κατόπισθεν Ἂψ ἰέναι πόνος ἐστὶν ἐτώσιος, οὐδέ τι τάρβος, Ἠὲ βέλος πέμποντα μικρὸν προπάροιθε ποδοῖιν Ῥῖψαι, μηδ' ἐπὶ τέρμα καὶ ἐς σκοπὸν ἄκρον ἱκέσθαι Οὐχ ὣς παρθενίην Χριστῷ βασιλῆϊ προθέντα, Καὶ λογικὴν θυσίην, ἱερήϊον αἵματος ἐκτὸς, Εἰς γάμον ἂψ ἰέναι, θωὴ μόνον, ἀλλὰ μέγιστον 612 Πτῶμα πέλει, θανάτοιο πέλας, πρὸς δ' αἶσχος ἄληκτον, Τῷ ἴκελον, ὡς εἴ τις ἐπ' οὔρεος ἀκροτόμοιο, Ὧ πλείστοισι μόγοις προσεβήσατο χρυσὸν ὀρύσσων, Ἢ θήρης μεθέπων γλυκερὸν πόνον, ἀπροτίοπτος Ἐξαπίνης ἐπὶ γαῖαν ὀλισθήσειε πόδεσσι. Τίς δ' ἀΐων Σάπφειραν ἀτάσθαλον, Ἀνανίην τε, Κέρδεος οἳ σφετέροιο κακὸν μόρον ἠλλάξαντο, Οὐ τρομέει καὶ μικρὸν ὑποσχεσίης τι κολούειν; Καὶ γλῶσσαν χρυσέην τις, ἐπεὶ νοσφίσατο λάθρη Ἀνδράσιν ἐν προτέροισι, παρεκνόον ἡγεμονῆος, Εἷμά τε, χρῆμά τε βαιὸν, ὅλῳ δηλήσατο λαῷ. Τοῖος παρθενίης ὀπίσω δρόμος, ἠὲ χερείων, 613 Ὁσσάτιον προφέρει λάχος ἔμπνοον. Ὡς ἀπόλοιτο Συζυγίη, τὴν οὔτι γαμήλιος ἥρμοσε θεσμὸς, Ἀλλ' ὅστις ψυχὰς αἰεὶ προπάροιθεν ἰούσας Ἂψ ἐρύει, χθαμαλοῖσιν ὅπως πλεόνεσσιν ἀνάσσῃ, Πρῶτος ἐπ' οὐρανίοιο κλέους ἐπὶ γαῖαν ἑλυσθεὶς, Ἧς ὑπεροπλίῃσιν ἀτιμίης ζυγὸν ἔλκων Ἐνθάδε τοῦ περ ἀεὶ κέντρον πεφυλαγμένος εἶναι. Ἤδη καὶ τοκέεσσιν ἐγὼ μυθήσομ' ἄριστα, Ὧν βίος ἐν χείρεσσι, καὶ αἴσχεα, καὶ κλέος ἐσθλὸν Παρθενικῶν, πηοῖς τε σαόφροσι, καὶ μελεδώναις. Οὐ θέμις, οὐδ' ἐπέοικε βιάζεσθαι μεγάλοιο Πλάσμα Θεοῦ. Πάντες γὰρ ἑνὸς γένος, ὅστις ἀνάσσων, 614 Ὅστις ἀνασσομένοις ἐναρίθμιος, ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων, ὑψίθρονος, ἐς χθόνα νεύων, Ὃς πολιῇσι πέποιθε, καὶ ὃς νεότητι γέγηθε. Πάντες ἑνὸς, πάντεσσι πνοὴ μία, εἰς ἕνα πάντες Νεύομεν. Ὡς δὲ Θεὸς πᾶσι βροτὸς ἶσος ἐτύχθη, Καὶ θάνε, καὶ συνέγειρε, καὶ οὐρανὸν εὐρὺν ἔδωκε. Τῷ μή τις σάρκεσσι φέρων χάριν ἀφραδέεσσι, Παρθενικὴν ἀέκουσαν ἄγοι πρὸς λέκτρα καὶ εὐνὴν Δρασσομένην Χριστοῖο, πόθον βιόωσαν ἄριστον, Πούλυπον ἐκ θαλάμης πέτρην κοτύλῃσιν ἔχοντα, Ἠέ τιν' ὄρνιν ἀοιδὸν ἀπ' εὐτύκτοιο καλιῆς. Ἀλλ' εἰ μὲν φιλόχριστον ἔχεις κέαρ, ἢ σέ γε δεσμοῖς Θειοτέροις ἐνέδησε Θεὸς, κόσμου τ' ἀνάειρε. 615 Στήσεις προφρονέως Χριστῷ περικαλλέα νύμφην, Ἢ κοῦρον, φιλότεκνος ὅπως πάρος Ἄννα Σαμουὴλ, Σῶν καθαρῶν λαγόνων ἱερὸν γόνον, ἔμπνοον ἱρὸν, Πάντων πρωτοτόκων ἱερώτερον, ἀσταχύων τε Καὶ βοτρύων, οὓς κεῖρεν ἀπάργματα γηπόνος ἐσθλός. Εἰ δὲ σύ γε Χριστοῖο μέσος κόσμοιό τε βαίνεις, Ἶσον συζυγίῃ τε καὶ ἀζυγίῃ ζυγὸν ἕλκειν, Ἀμφοτέρων δ' ὅσα καλὰ, καὶ ὅσσ' ἀντίξοα λέξας, Εὖ καὶ ἐπισταμένως, καὶ τέρματα δισσὰ χαράξας, Ἕσπεο τῇ κεν ἴοι θερμὸς πόθος ἠδ' ἐπάρηγε, Τῇ μὲν δουλοσύνῃ, τῇ δ' οὐρανίοισι πόθοισιν. Ἥτις δ' ὥριός ἐστι γάμῳ, καὶ σώφρονι βουλῇ 616 (Καὶ δεσμὸς ἀλόχῳ μὲν ἀνὴρ, τοκέες δὲ θυγατρὶ, Χριστοῦ δ' ἀμφοτέροισι φόβος, φίλτρον δ' ἀγάμοισι). Μήτε λιλαιομένην ἀνδρὸς ἀποέργαθε κούρην, Μήτε Θεῷ πελάουσαν ἐς ἀνέρος οἶκον ἐπείγειν, Ἄχρι καὶ ἀτρεκίης, πειρᾷν γε μὲν οὔ τι μεγαίρω. Εἰ δέ γε συζυγίῃ μὲν ὅλην φρένα χεῖρα τε δοίης, Καὶ στήσαις θαλάμους τε, χοροιτυπίας τε, πότους τε Καγχαλόων, καὶ γῆρας ἀποξύσειε μενοινὴ, Παρθενικὴ δ' ἀπὸ σεῖο φυγὰς πρὸς Χριστὸν ἀνέλθοι, Ὥς τε Δίκη τοπάροιθε, βοὸς κταμένου ἀροτῆρος, Δείδια μὴ κοτέῃσι Θεὸς ψήφοις ἀνίσοισι Τῷ ὑποδάμναθ' ἅπασα χοὸς φύσις, ὡς πυρὶ κηρὸς 617 Πινόμενος. Τάρβος δὲ Θεοῦ καὶ σάρκ' ἐπέδησεν. Ἔστι καὶ οὐρανίοισιν ὁμοίϊος ἐνθάδε λάτρις· Ἔστι καὶ ἐν θνητοῖσι νόος θεότητι πελάζων. Ἤλιτε δ' ὅστις ἔμιξε φύσιν σάρκεσσιν ἄσαρκον, Ἀγγελικῶν τε πόθων κρατεροὺς ἀνέηκε Γίγαντας, Καὶ γαῖαν ἐκάθηρεν ἁμαρτάσιν οὐρανιώνων. Ἑλλήνων τάδε παισὶν, ἐπεὶ παθέεσσιν ἐκεῖνοι Ἄλκαρ, ἐμητίσαντο θεοὺς στήσασθαι ἀλιτροὺς, Κλέπτας, ἀνδρογύνους, μοιχοὺς, ἀλιτήμονας ἀνδρῶν, Ἀνδροφόνους, τεκέων δηλήμονας, ἠδὲ τοκήων. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ τέλεσσαν. Ἄθρει δὴ πρώτιστον ὅσ' ἔπλετο μαργοσύνῃσι,

Intertext edge

Open linked passage

Note