Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
618.1.1
Ταῦρος, κύκνος, ὄφις, χρυσὸς, πόσις, ὄρνις, ἄπαντα Ὅσσα μιν ὠκὺς ἄνωξεν ἔρως κοῦρός τ' ἀλαπαδνός. Κεῖνοι παρθενίην μὲν ἀτιμάζοιεν ἐραννὴν, Σαρκοπέδην. Κείνοισιν ἀπιστοτάτη χοὸς αἴγλη, Οἵ σφισι μετρείουσιν ἀτασθαλίῃσιν ἅπαντας. Οὐ καθαρῆς γλήνης δὲ κατηφέα τείρεα λεύσσειν· Καὶ χθὼν ἔμπεδός ἐστιν, ἰλιγγιόωσι δ' ἄπιστος. Ἡμῖν δ' οὐ θέμις ἐστὶν ἐλεγχείην καταχεύειν Παρθενίης. Τί δ' ἄπιστον ἔρον Χριστοῦ βασιλῆος Εὐνάζειν βροτέους τε πόθους καὶ σαρκὸς ἐρωὰς, Ὡς πάρος αἱματόεντα ῥόον σχέθεν αἱμοροούσης 619 Ἀψαμένης· κλέφθη γὰρ ἑκὼν Θεὸς, ἡ δὲ ῥεέθρων Αὐαλέη πηγὴ τῆμος θάλεν, εὖτ' ἐμαράνθη. Ἠὲ πυρὸς, ξιφέων τε καὶ ὕδατος, ἀργαλέων τε Θηρῶν, δαπτομένων πικροῖς μελέων κεράεσσι. Θυμὸς Χριστιανοῖσιν ὑπέρτερος, εὖτε διώκτης Καιρὸς ἐπισπέρχῃσι Θεοῦ πέρι δῆριν ἐγείρων. Οὐκ ἄϋπνος κείνοισι βίος, καὶ ἀνέστιος αἰών; Εὐχαί τε, στοναχαί τε ἀκαμπέες; οὐ δακρύοισι Τήκοντ'; οὐ νυχίῃσι καὶ ἠματίῃσιν ἀοιδαῖς, Ἔνθεν ἀναθρώσκουσι βίον καὶ σάρκα λιπόντες; Οὐκ ὀλίγοις σπινθῆρσι πνοὴ κατερύκετ' ἐδωδῆς; Οὐ σήραγγας ἔχουσι δόμους, καὶ δέμνια πέτρην, Ἢ δ' ἁπαλὰς ποίας τε καὶ αὐαλέους κλαδεῶνας; 620 Οὐ θηρσὶ ναίουσιν ὁμέστιοι ὠμοβόροισιν, Ὥς κεν ὑπεκκακότητα χοὸς καὶ δεσμὰ φύγωσιν; Ὡς δ' ὄρνιν φοίνικα φάτις θνήσκοντα νεάζειν Ἐν πυρὶ τικτόμενον, πολλῶν ἐτέων μετὰ κύκλα, Γηραλέης κονίης ξεῖνον γόνον αὐτογένεθλον, Ὣς οἵ γε θνήσκοντες ἀείζωοι τελέθουσι, Δαιόμενοι πυρόεντι πόθῳ Χριστοῦ βασιλῆος. Ἐν δ' ὀλιγοδρανίῃ κεῖται σθένος εὐσεβέεσσι. Ταῦτα τίς εἰσορόων, οὐ σπένδεται ἠϊθέοισι Γηθόσυνος σάρκεσσιν, ἐπεὶ ζέσεν οἶστρος ἀρείων; Ὦ φύσι παμμήτειρα, σὰ δ', οὐκ ἐμὰ θαύματα λέξω, Ὅσσα καὶ ἐν χέρσοισι καὶ ἐν πελάγεσσιν ἔθηκας. Πυνθάνομ' ὡς πτερόεσσα τρυγὼν, τρυγόνος φιλίοιο Χηρωθεῖσ', ὁμόλεκτρον ἑὸν ποθέουσα σαόφρων, 621 Οὐ δέχεται πόσιν ἄλλον ἑῆς καθύπερθε καλιῆς. Ὄρνι σοφή! Μερόπεσσι δ' ἁγνὸς βίος, ὅσσον ἀρείων! οὐδὲ μὲν οὐ λακέρυζα μελάγχροος, ἀλλὰ καὶ αὐτὴ Ζώει κουριδίοιο πόθου τμηθεῖσα κορώνη, Πάντα πόσιν στυγέουσα, ἐπὴν φίλον εὖνιν ὀλέσσῃ. Ἰχθύσι δ' εἰναλίοισι νόμος, παύροις μὲν ἄθεσμος, Ἀμφὶ γάμους, πολλοῖς δὲ σαοφροσύνης τε μέμηλε, Καὶ θαλάμων, ἀλόχων τε. Δίκη δέ τε κἀνθάδ' ἀνάσσει. Ἄλλοι δ' οὐ πλεόνεσσιν ἑνὸς μογέουσι τόκοιο, Ἄλλοι δ' εἰαρινῇ μούνῃ φιλότητι γάνυνται, Καὶ πλέονες. Μέτρον δὲ φύσις ἐπέθηκε πόθοισι. Καιρὸς δ' αὖ φιλότητος ἐνηέος ἐστὶν ἅπασιν, Ἠερίοις ἁλίοις τε καὶ ὅσσ' ἐπὶ γαῖαν ὁδεύει. 622 Οὐδ' ἐκτὸς προχέουσιν ὅρου πόθον, ἀλλὰ δέονται Ὥρια μαργαίνοντες, ἐπήν σφεας εἶαρ ἐγείρῃ. Καί ῥ' οἱ μὲν μιγάδεσσιν ἐπαΐσσουσι γάμοισι, Τοῖς δ' ἄλοχοί τε μέλουσι φίλαι, καὶ θεσμὸς ἔρωτος. Οἰοτόκος δ' ἄλλοισιν ἐπάρκιος ἔπλετο μίξις, Ὥς τινες, οἳ ζώων τε γόνους καὶ πάντ' ἐφράσαντο. Εἰ δὲ καὶ ἀφραδέεσσι σαοφροσύνης τι μέμηλε, Πλάσμα Θεοῦ, σὺ δὲ σαρκὸς ὅλον νόμον οὔτι πεδήσεις, Ἢν ἐθέλῃς; Εἰκτὸς δὲ λόγῳ βροτὸς, ὡς πυρὶ χαλκός. Εἰ δ' οὐ σαρκὸς ἄνασσα λόγου φύσις, ὥς μ' ἐθέωσεν. Εἰκὼν, τί πλέον ἡμῖν ὁμοίϊα κινυμένοισιν; Εἴ τοι καὶ πλεόνων φύσις ἄσχετος, ἀλλὰ τόδ' ἴσμεν, Πολλάκι καὶ ξυνῆς φύσιος κρατέουσαν ἐφετμήν. 623 Καὶ γὰρ ἐμοὶ δέμας ἐστὶν ὁμοίϊον ἀλλά μ' ἔδησε Σταυρὸς ἑλὼν, ᾧ σάρκα φέρων προσέδησα βαρεῖαν. Χριστῷ συνθανέειν γὰρ ἐέλδομαι, ὡς συναερθῶ, Πάντα φέρων Χριστοῖο, λόγον, δέμας, ἧλον, ἔγερσιν. Ἄλλοις δ' αὐτομάτη σαρκὸς δέσις, οὐχ ὑπ' ἔρωτος Θειοτέρου, τὴν οὔτι σαοφροσύνην καλέουσιν. Ἔμπαγε μὴν γέρας ἐσσὶ θεόσδοτον, ὕβριος ἐκτὸς Ζώειν, εὐδιόωντά τ' ἔχειν νόον, ἠδ' ἀτίνακτον. Ἄλλος δ' αὖ μέθυ λαρὸν ἀπήχθετο, ἄλλος ἐδωδὴν, Τὴν ἄλλοι φιλέουσιν, ἀπέστυγεν· ἄλλος ἀϋτμήν. Ἄλλοι δ' αὖ μερόπεσσιν ἀπεχθέα θυμὸν ἔχοντες, Ἐσχατιὰς ναίουσι, βροτῶν δ' ἄπο τῆλε θέουσι Προφρονέως. Σὺ δ' ἄπιστον ἔχεις νόον ἀζυγέεσσιν. 624 Οὐ μὲν ἄπιστον ἔγωγε ὀΐομαι. Ἀλλ' ἐπὶ τάρβος Φεύγεις, συζυγίης δὲ κακῶν ἐπελήσαο τῆμος. Οὐδὲ πυρὸς μαλεροῖο διατρέχει, ἠΰτε γαίης, Σκαίρουσα χθαμαλοῖσι ποσὶν τυτθὴ σαλαμάνδρη; Ἰχθὺς δ' ἔμπυρός ἐστι, καὶ οὐ πυρὶ δάμνατ' ἀπίστῳ Ἔμπυρος· αἰθόμενος δὲ, μέσης διαλάμπεται ἅλμης. Οὐδὲ λίθος μάγνησσα σιδήρεον ὅλμον ἀνέλκει; Οὐδ' ἀδάμας ἀδάμαστος; ὁ δ' οὐ σέλας ἧκε σιδήρῳ Θεινόμενος, ἄλλος δὲ σελάσσεται ὕδατι βαιῷ. Ὕδατι μὲν σέλας ἧκεν, ἀπηυγάσθη δ' ἄρ' ἐλαίῳ. Ὅσσα τε δ' αὖ καὶ τῶνδε παροίτερα θαύματ' ἔασι, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ πάρα πόλλ' ἀγορεύειν. Παίζει γὰρ λόγος αἰπὺς ἐν εἴδεσι παντοδαποῖσι 625 Κιρνὰς, ὡς ἐθέλει, κόσμον ὅλον ἔνθα καὶ ἔνθα. Παῦρα δ' ἀπὸ πλεόνων μυθήσομαι, ὧν τὰ μὲν, αὐτὸς Ἔδρακον, ὧν δὲ βίβλοι, ὧν δ' οὔατα πίστιν ἔδωκαν. Οὐχ εἷς μὲν ποταμοῖσι κάτω ῥόος ἐστὶν ἅπασιν; Εἷς δὲ νόμος πελάγεσσιν ἐπ' ἠϊόνεσσι δεδέσθαι; Εἷς δὲ πυρὸς φλογόεντος ἄνω δρόμος ἅλμασι πυκνοῖς; Ἀλλ' ἔμπης ποταμὸς πικρὴν διανήχεται ἅλμην, Καὶ ποταμός περ ἐὼν, οὐδ' ὕδατι μίσγεται ὕδωρ. Ναῦται δ' ἐκ πελάγους γλυκερὸν ποτὸν ὑδρεύονται, Νῆα ῥόῳ πελάοντες ἐπειγομένῳ ποτὶ γαῖαν. Εὐβοίης δ' ἄρ' ὄπωπα θρασὺν πόρον, οὐδ' ἐπίφραστον Πορθμὸν, ἁλὸς κληΐδα, παλισσύτοισι ῥεέθροις 626 Μαινόμενον. Πόντος δὲ ῥέει, καὶ ῥεῖθρον ἄνεισιν. Ὠκεανὸς δ' οὐχ ἕλκετ' ἀπὸ χθονὸς, εἶτ' ἐπὶ χέρσον Ἔρχετ' ἐπειγομένοισι μεταΐσσων ῥοθίοισι; Καὶ πεδίον καὶ πόντος ἐπ' ἠϊόσι Κιμμερίοισιν Ἄλλος δ' αὖ ῥόος εἶσι πυρὸς φλογὸς, εἰ ἐτεόν γε, Αἰτναίων σκοπέλων ἀπερεύγεται ὁλκὸς ἄπιστος, Πῦρ ποταμός. Τὰ δ' ἄμικτα μίγη, Χριστοῖο θέλοντος. Οἶδα καὶ ἐν βαιοῖσιν ὁμοίϊα θαύματ' ἀεῖσαι. Ἔστι τις ἐν καρποῖσι κερασβόλος, ὡς ἐνέπουσιν, Ὃς μοῦνος, τῶν ὅσσα φύει ζείδωρος ἄρουρα, Ἐσκληκὸς καὶ ἄτεγκτον ἔχων δέμας, οὔτ' ἐνὶ γαίῃ Λύεται, οὔτ' ὄμβροισι πιαίνεται, ἀλλὰ πέπηγεν Αὐαλέος, κεράων στερεώτερος ἤματα πάντα. 627 Οὗ τὸ κέρας βέβληκε βοὸς κέρας, εὖτ' ἀροτῆρος Δεξιτερὴ προχέῃσιν ἑὴν ἐς καρπὸν ἄρουραν, Ἔνθεν ὅγ' ἐκ κεράων καὶ οὔνομα καὶ φύσιν ἔσχεν, Εἴ τέ τιν' ἄλλον ἴσασι σοφοὶ λόγον· οὐ γὰρ ἔγωγε. Ταῦτα φύσις. Σὺ δ' ἄκουε καὶ ὄσσ' ἐβιήσατο τέχνη. Ψῆρες μὲν λαλέουσιν ὁμοίϊον ἀνθρώποισι, Φωνῆς ἀλλοτρίης ζηλήμονες, ἣν ἐδίδαξεν Εἴδωλον ξεστοῖο κατ' εἰσόπτροιο φαανθὲν Ψηρὸς, κρυπταδίην τε ἱεὶς ὄπα κερδαλέος φώς. Καὶ κόρακες κλέπτουσιν ὁμῶς ὄπα. Ὣς δ' ἐρατόχρως Ψιττακὸς ἀγκυλόχειλος ἔσω πλεκτοῖο δόμοιο, Ἀνδρόμεον φώνησε, καὶ ἤπαφεν ἀνδρὸς ἀκουήν. Ἵπποισιν δὲ κάλωες ἀπήοροι, ὧν καθύπερθεν Βαίνουσιν. Στυγερὴ δὲ δι' ἠέρος ἄρκτος ὁδεύει, 628 Ἐν δὲ δίκης θώκοισι, δικασπόλος ὥς τις ἐχέφρων, Ἑζομένη, νώμησε δίκης ἰθεῖα τάλαντα, Ὡς δοκέει, παλάμῃσι, νόον δὲ ψεύσατο καὶ θήρ. Καὶ βροτὸς ἐξεδίδαξεν, ἂ μὴ φύσις. Ὣς δὲ λέοντος Εἶδον ὑπὲρ νώτοιο λεοντοκόμον βριαροῖο Ἑζόμενον, θηρὸς δὲ μένος ὑπεδάμνατο χειρὶ, Καί ῥ' ὁ μὲν ἡνιόχευεν, ὁ δ' ἤγετο βρυχαλέος θὴρ, Ῥίψας λοίγιον ἆσθμα, καὶ ὃν σαίνεσκεν ἄνακτα. Ὣς δὲ καὶ ἀργιόδοντα βαρὺν, μεγακήτεα θῆρα, Ἰνδὸς ἄγει καθύπερθε πάϊς ὀλίγῳ ὑπὸ κέντρῳ, Νωμῶν οἷά τε νῆα δέμας κρατεροῦ ἐλέφαντος. Τολμήεις, ὃς πρῶτος ἐμήσατο θῆρα δαμάσσαι, Καὶ ζυγὸν αὐχένι θῆκε, καὶ ἤγαγεν ἅρμα πέλωρον. Ἀλλὰ σὺ καὶ θήρεσσι νέμεις πλέον ἢ μερόπεσσιν, 629 Εἰ θηρῶν μὲν ἔκαμψε βίη φύσιν, οἳ δ' ἀδίδακτοι Εἰσὶ καλοῦ, καὶ μῦθον ἐπίῤῥοθον ἐγγὺς ἔχοντες. Ἄγριε, πῶς ῥα σὺ τόσσον ἐφυβρίζεις μεγάλοιο Πλάσμα Θεοῦ; τίς τόσσον ἑὴν ἤχθηρε γενέθλην; Ἀλλ' οὐ τοῖος ἔμοιγε νόος καθαρὰ φρονέοντι· Ἀλλ' οἶδ' οὐρανίους τε νοήματα, καὶ δέμας ἁγνοὺς Ἄνδρας θηλυτέρας τε. Τὸ γὰρ πλέον ἐν μελέεσσι· Ξυναὶ δ' ἀμφοτέροις ἀρεταὶ, ξυνὴ δὲ κέλευθος Ἐς βίον αἰπήεντα. Τὸ δὲ πλέον ἱεμένοιο. Πηοῖσι μὲν ταῦτ' ἐπιτέλλομαι οὐρανοφοιτῶν. Παρθενίη, σὺ δέ μοι περικήδεο, ὥς κεν ἐρυμνὴ Πάντοθεν, εὖ βεβαυῖα, Θεῷ καὶ ἄρτιος εἴης, Μάργαρος ἐν λάεσσιν, ἑωσφόρος ἐν φαέεσσιν, 630 Ἐν πτηνοῖσι πέλεια, ἐν ἄλσεσιν ἔρνος ἐλαίης, Καὶ κρίνον ἐν πεδίοισι, καὶ ἐν πελάγευσι γαλήνη. Παρθένε, κόσμον ἅπαντα, καὶ ὁππόσα τερπνὰ βίοιο Ὠσαμένη, Χριστοῦ πέλας ἵστασο λαμπετόωντος, Καὶ χερὶ χειρὸς ἑλοῦσα, τεῆς ἄγε παστάδος εἴσω, Τερπνῆς, ἡδυπνόοιο, θυώδεος· ὥς κε μύροισι Μίξαις οὐρανίοισι μύρον τεὸν, ἔνθα χυθεῖσιν Ἀφράστοισι πόθοισι πόθους, καὶ κάλλεϊ κάλλος, Κρυπτὸν κρυπταδίῳ, καὶ αἰγλήεντι φαεινὸν, Χριστὸν ἔχοις μορφῆς ἐρικυδέος ἐσθλὸν ἐραστὴν, Χριστὸν ἐεδνωτήν. Χριστὸς δ' ἀνέῳξε καλύπτρην, 631 Καὶ θάμβησεν ἰδὼν κεδνὴν περικαλλέα νύμφην, Ἐσθλὴν, μαργαρίεσσαν, ἐΰθρονον, ὑψικάρηνον, Καί σε καλήν περ ἐοῦσαν, ἔτι χαρίεσσαν ἔθηκε. Χριστὸς καγχαλόωσαν ἑὰ πρὸς δώματ' ἀνάξει, Καὶ θήσει σοι δαῖτα γαμήλιον ἐν μεγάλοισιν Ἀχράντοισι χοροῖσι, καὶ οὐρανίῃσιν ἀοιδαῖς, Καὶ στέψει χαρίτεσσιν ἀειθαλέεσσι κάρηνον, Καὶ στήσει κρητῆρα μεθύσματος ἡδυπνόοιο, Καὶ δείξει σοφίης μυστήρια, τῆς ἐν ἐσόπτρῳ Εἰκόνας ἐνθάδ' ὁρῶμεν, ἐτήτυμα φῶτα νόοιο Γυμνοτέρου. Σάρκες γὰρ ὑποείξουσι παχεῖαι Πνεύματι, ἠέριαι δὲ, βίον δέξονται ἀγήρω. Ἀλλὰ, φίλοι, μέλπωμεν, ὅσοις πόθος ἁγνὸς ἄνακτος· Ἠίθεοι, κοῦραί τε, Θεοῦ γάμον οὐρανίωνος, Λαμπάδας ἁψάμεναι, θείου μιμήματα φωτὸς,

Intertext edge

Open linked passage

Note