Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
632.1.1
Ἀσβέστους, νοεράς τε, ἀεὶ πλέον ἐν καθαρῇσι Πρήξεσιν ἠδὲ λόγοισι ῥιπιζομένας μεγάλοισιν Ἄχρι καὶ οὐρανίοιο. Σὺ δ' ἵλαος ἄμμιν ἐπέλθοις, Ἵλαος, ἵλαος ἄμμιν, ἁγνὴ Τριὰς, εἰς ἒν ἰοῦσα Ἐξ ἑνὸς, ὀφθαλμοῖσιν ὑπαυγάζουσα φαεινοῖς Σήμερον, ὑστάτιον δὲ φαάντερον, οἷσιν ἔλαμψας Εἷς Θεὸς ἐκ Γενέταο δι' Υἱέος ἐς μέγα Πνεῦμα, Ἱσταμένης θεότητος ἐνὶ τελέοισι τελείης.
632.2.1
Πρὸς παρθένους παραινετικός. Ἐν τούτῳ τῷ λόγῳ τὸν Συρακούσιον μιμεῖται οὗτος γὰρ μόνος ποιητῶν ῥυθμοῖς τε καὶ κώ λοις ἐχρήσατο, ποιητικῆς ἀναλογίας καταφρο νήσας. Παρθένε νύμφη Χριστοῦ, δόξαζέ σου τὸν νυμφίον 633 Ἀεί. Κάθαρε σαυτὴν ἐν λόγῳ καὶ σοφίᾳ, Ἵνα λαμπρὰ τῷ λαμπρῷ πάντα ζήσῃς τὸν αἰῶνα Κρείσσων γὰρ αὕτη πολὺ τῆς φθαρτῆς συζυγίας. Ἐν σώματι τὰς νοερὰς δυνάμεις ἐμιμήσω Ἀγγελικὴν ἐπὶ γῆς μετῆλθες πολιτείαν. Δεσμὸς ἐνταῦθα, καὶ λύσις, καὶ σώματ' ἐκ σωμάτων· Ἄνω δ' ἑκάστη μονὰς οὔποτε λυομένη· Οἱ πρῶτοι φέρουσ' ἀκτῖνα τῆς καθαρᾶς Τριάδος, Πνεύματα καὶ πῦρ, λειτουργοὶ τῶν Θεοῦ προσταγμάτων. Ὕλη δὲ μίξιν ἐξεῦρεν, ἀεὶ ῥέουσα φύσις, Ἧ μέτρον ὥρισε Θεὸς, γάμον νομοθετήσας. 634 Σὺ δ' ἔργον ὕλης φυγοῦσα, τοῖς ἄνω συνηρμόσθης, Ὡς νοῦς ἁρμόζεται νοῒ τὴν θείαν ἁρμονίαν, Καὶ σαρκὶ πολεμοῦσα βοηθεῖς τῇ εἰκόνι. Πνοὴ γὰρ ἔφυς Θεοῦ, τῷ χείρονι συνδεθεῖσα, Ἵνα ἐκ πάλης καὶ νίκης τὸ στέφος ἀπολάβῃς, Ἄνω θεῖσα καὶ τὸν χοῦν καλῶς ὑποταγέντα. Αἰνείσθω σοι καὶ γάμος, πρὸ γάμου δ' ἀφθορία· Γάμος συγγνώμη πάθους, ἁγνεία δὲ λαμπρότης· Γάμος πατὴρ ἁγίων, ἁγνεία δὲ λατρεία. Ταύτην καὶ τότε καιροῖς ἐτίμων τοῖς εὐθέτοις, Ἀδὰμ ἐν παραδείσῳ. Μωσὴς ἐν ὄρει Σινᾶ, Λειτουργῶν ὁ Ζαχαρίας, ὁ πατὴρ τοῦ Προδρόμου. 635 Γάμος καὶ παρθενίας ῥίζα τῆς Θεῷ φίλης, Ἀλλ' ἔστιν ὁμῶς σαρκὸς καὶ βράσματος δουλεία. Ὅτ' ἦν νόμος, καὶ σκιαὶ, καὶ πρόσκαιροι λατρεῖαι, Τότ' εἶχε πρῶτα καὶ γάμος, ὡς ἔτι νηπιώδης· Ὅτε δ' ὑπεξῆλθε τὸ γράμμα, τὸ πνεῦμ' ἀντεισήχθη, Καὶ Χριστὸς ἔπαθε σαρκὶ, προελθὼν ἐκ Παρθένου, Τότ' ἐξέλαμψεν ἁγνεία συντέμνουσα τὸν κόσμον, Ὃν ἐκεῖ δεῖ μεταβῆναι Χριστῷ συνανελθόντι. Καλῶς ὁδεύεις, παρθένε, εἰς ὄρος, ἄνω σώζου· Μὴ πρὸς Σόδομ' ἀποβλέψῃς, μὴ στήλη παγῇς ἁλός. Μηδὲ λίαν σε σαρκὸς ἡ φύσις ἐμφοβείτω· Μηδὲ θαῤῥήσῃς ἄγαν, ὥστε πότ' ἐκπλανηθῆναι. Σπινθὴρ ἀνάπτει καλάμην· σβέννυσι δ' ὕδωρ φλόγα. 636 Ἔχεις φάρμακα πολλὰ τῆς σεμνῆς παρθενείας· Θεοῦ σε φόβος πηγνύτω, νηστεία σε κενούτω, Ἀγρυπνία, προσευχαὶ, δάκρυα, χαμευνία, Ἔρως ὅλος πρὸς Θεὸν, γνησίως τεταμένος, Πάντα κοιμίζων πόθον ἀλλότριον τῶν ἄνω Ὁ πεσὼν ἐγειρέσθω· ὁ ναυαγῶν ἐλεείσθω. Σὺ δὲ εὐπλόει, τὸ ἱστίον πετάσασα τῆς ἐλπίδος Οὐ τῶν κάτω τὸ πίπτειν, τῶν δ' ἄνω φερομένων Ὀλίγοι πτεροῤῥυοῦσιν, οἱ πλείους δ' εὐδρομοῦσιν. Ἔπεσεν Ἑωσφόρος, ἀλλ' οὐρανὸς ἀγγέλων. Ἰούδας ἦν προδότης, οἱ δ' ἕνδεκα λαμπτῆρες. Μόνον ὅλην σεαυτὴν ἁγνὴν τήρει, παρθένε. Μή πως ῥυπώσῃς Χριστοῦ τὸν ἄσπιλον χιτῶνα. Ὄμμα σου σωφρονείτω, γλῶσσα παρθενευέτω, 637 Μὴ νοῦς πορνεύῃ, μὴ γέλως, μὴ ποῦς ἄτακτα βαίνων. Τὴν πιναρὰν στολήν σου, καὶ τὴν αὐχμηρὰν κόμην, Μᾶλλον αἰδοῦμαι μαργάρων καὶ τῆς σηρῶν εὐκοσμίας. Καλὸν ἄνθος ἡ αἰδὼς, καὶ μέγας κόσμος ὠχρότης, Καὶ πλέγμα καλὸν, πάσαις ἀρεταῖς στεφανοῦσθαι. Ἄλλη χρώμασιν εἰκόνα τὴν Θεοῦ νοθευέτω, Πίναξ ἔμψυχος, σιγῶν κατήγορος τῶν ἔνδον· Σὺ δ' ἧς ἔχεις εὐμορφίας νεκρούσθω σοι τὸ πλεῖστον· Κάλλει δὲ λάμπε ψυχῆς ἐκ Θεοῦ κοσμουμένη. Ὄψιν δ' ἀῤῥένων φεῦγε, εἰ θέμις, καὶ σωφρόνων, Μή που πλήξῃς, ἢ πληγῇς ἐκ μώμου τοῦ Βελία. Ὄμματ' ὄμμασι μὴ δουλοῦ, μὴ δ' ἕλκε λόγον λόγῳ, Μὴ παρειὰ παρειαῖς διδότω παῤῥησίαν. 638 Μηδέν σοι καὶ τῇ γεύσει ξύλου τοῦ κατακρίτου, Μή σε ξύλου τῆς ζωῆς ὁ ὄφις ἔξω βάλῃ. Καὶ τοῦτο πείθου σὺ, παρθένε, μὴ συνοίκει προστάτῃ· Χριστὸν ἔχουσα νυμφίον, ζηλοῖ σου τὴν ἁγνείαν, Τί μοι, σάρκας φυγοῦσα, πρὸς σάρκας ἐπιστρέφεις, Οὐ πάντες ἄνδρες τὴν σὴν ἁπλότητα χωροῦσιν. Ὡς ῥόδον ἐν ἀκάνθαις, οὕτως ἐν πολλοῖς στρέφῃ, Καὶ ἐπάνω πονηρῶν παγίδων διαβαίνεις. Ὁ μὲν ἐγείρει παστάδας, ἡ δ' ἐκκομίζει νυμφίον, Ἄλλος γίνεται πατὴρ, ἄλλος δ' ἄπαις ἀθρόως. Ὅσον κακὸν ὠδῖνες, ἀτέλεστοι πολλάκις; Ὅσον δὲ ζῆλος συζύγου, κλαπῆναί που φιλίαν; 639 Ἐκθρέψαι δὲ καὶ παιδεῦσαι, ἔπειτ' ἀτιμασθῆναι, Καὶ πικρὰς ἀπολαύειν τῶν πόνων ἀντιδόσεις; Σοὶ δὲ μέριμνα μία πρὸς Θεὸν ἀεὶ βλέπειν. Ἡ χρεία δ' ἔστω ὀλίγη μάζα, καὶ μικρὰ σκέπη, Ἀφ' ἧς πεῖραν καὶ Χριστῷ προσήγαγεν ὁ πειράζων, Λίθους αἰτῶν εἰς ἄρτους πεινῶντα μετατρέψαι· Ὧν μή ποθ' εἵνεκα μηδέ τι τῶν αἰσχρῶν ὑπομένῃς. Οὐ χείρων εἶ πετεινῶν σχεδίως τρεφομένων. Οὐκ ἐκλείψει σοι καμψάκης ἐλαίου πιστευούσῃ. Κόραξ ἐκθρέψει καθάπερ Ἠλίαν ἐν ἐρήμῳ. Ὁρᾷς Θέκλαν ἐκ πυρὸς καὶ θηρίων φυγοῦσαν, Παῦλον τὸν μέγαν πεινῶντα, καὶ ῥιγοῦντα προθύμως, Ἵνα σὺ μάθῃς, παρθένε, πρὸς Θεὸν μόνον βλέπειν, Ὃς ἐν ἐρήμῳ τρέφειν οἶδε καὶ μυριάδας. 640 Μαραίνεται τὸ κάλλος, ἡ δόξα παρατρέχει, Ὁ πλοῦτος ἄπιστον ῥεῦμα, τὸ δύνασθαι δ' ὀλίγων· Σὺ δὲ τοῦ πλάνου κόσμου τὰς στροφὰς ἐκφυγοῦσα, Εἴσελθε εἰς τὰ ἅγια τῶν ἁγίων γελῶσα, Καὶ σὺν ἀγγέλοις χορεύσεις τὴν ἄπαυστον χορείαν, Κρείσσονα τόπον λαχοῦσα υἱῶν καὶ θυγατέρων. Ἀλλ', ὦ παρθένοι, Χριστὸν μένοιτε γρηγοροῦσαι, Καὶ φαιδραῖς τὸν νυμφίον δέξασθε ταῖς λαμπάσιν, Ἵνα συνελθοῦσαι τὸ κάλλος τοῦ νυμφίου Ἴδητε, καὶ μιγῆτε τοῖς ἄνω μυστηρίοις.
632.3.1
Εἰς παρθένον. Ἅγνευε πᾶσι, Παρθένε, καὶ τοῖς ὄμμασι Πάντων μάλιστα· μηδέ τιν' εἰσοικίσῃ 641 Ἀνδρῶν βοηθὸν, μηδὲ τὸν σοφώτατον. Σὺ μὲν γὰρ ἁγνὴ, τὸν φθόνον δ' ἐγὼ λίαν Δέδοικα, μή σε κεντρίσας δυσφημίᾳ, Λύσῃ τὸν ἁγνὸν ζῆλον οὗ στέργεις βίου. Ὄλοιό μοι πᾶς ὅστις ἁγνείαν σέβων, Τὴν τῶν ἀσάρκων ἀγγέλων παραστάτιν Σύνοικον αἱρῇ παρθένον. Τί δεῖ πυρός; Κρείσσων πυρὸς σύ; πῶς δὲ τὸν καπνὸν φύγοις, Σαυτὸν μελαίνων τῇ κενῇ γλωσσαλγίᾳ; Ἐντεῦθεν ἤρθης, παρθένε, καὶ ζῇς ἄνω. Μάζα στενή σοι, καὶ σκέπη τὸ φορτίον; Ὧν μή ποτ' αἰσχρὸν εἵνεκεν μηδὲν πάθῃς. Μηδ' ἀντὶ τοῦ σοῦ προστάτου δέξῃ τινὰ 642 Κοινωνὸν αἴσχους, καὶ βίου, κἂν ἁγνὸς ἦ, Μή πού σε Χριστὸς ὡς διπλῆν ἔξω βάλῃ.
632.4.1
Πρὸς τοὺς ἐν κοινοβίῳ μοναχούς. Εἰ μὲν δὴ πλεόνεσσιν ὁμὸν βίον αἰνήσαιεν Ἀνέρες ἠδὲ γυναῖκες, ὁμοφροσύνης ὑπὸ δεσμοῖς, Ἵλαον ἀμφὶ ἄνακτα χοροστασίης μεδέοντα, Σύμπνοον, ἰσοκέλευθον, ὁμώροφον εὖχος ἔχουσαι, Λώϊον. Οὐκ ἐθέλει γὰρ ἅπαν καλὸν οἶον ὁρᾶσθαι. Οὐδὲ γάρ ἐστιν ἄριστον, ὃ μὴ καλοῖο προέσχε. Καὶ στεινὴ φιλίη, βαιὴ χάρις, ὡς πολύμικτος Βορβορέη. Κέλομαι δὲ καὶ ἐνθάδε χάσμα μέγιστον 643 Ἐστάμεν, ὥς κεν ἔωσι διασταδὸν εὐσεβέοντες, Ἀνέρες ἠδὲ γυναῖκες, ὁμὸν κλέος οἶον ἔχοιεν. Οὐδὲ γὰρ οἰοβίοισι μόνον φθόνος, ἀλλ' ἔτι μᾶλλον Πλειοτέροις, πλείων τε κακοῦ μόθος. Εἰ δὲ καὶ οἶος Ναιετάειν ἐθέλοις Χριστῷ ξυνούμενος οἴῳ Καὶ τὸ φίλον· πάντεσσι δ' ὅμως δέος, ὥσπερ ἔμοι γε, Δυσμενέος τε πάλης, καὶ πτώματος οὐλομένοιο. ʹ. Εἰς σωφροσύνην. Καλὸν γάμῳ δεδέσθαι, σωφρόνως μόνον, Πλεῖον νέμοντα τῷ Θεῷ συσσαρκίας. Κρεῖσσον τὸ δεσμῶν τυγχάνειν ἐλεύθερον, Τὸ πᾶν νέμοντα τῷ Θεῷ καὶ τοῖς ἄνω. 644 Θεὸς μὲν ἄζυξ, ἀγγέλων τ' ἀσαρκία· Ὕλη δὲ συζυγής τε καὶ πλήρης φθορᾶς. Γάμος μέριμνα συζύγου καὶ φιλτάτων· Τῇ παρθενίᾳ Χριστός. Εἰ γυνὴ Θεῷ Ἴσον φέρει τι, καὶ γάμος λυτῷ βίῳ· Εἰ δ' οὐδὲν ἴσον, οὐδὲ τοῖς βίοις ἴσον. Μὴ τοίνυν, ὦ τεκόντες, ὑβρίζοιτέ με, Γάμῳ περισκιρτῶντες, ἁγνείᾳ δὲ μή. Γάμῳ δίδωμι, τὴν ἁγνείαν λαμβάνω. Ἀλλ' εἰσὶν οἳ πεπτώκασ'· ἀλλ' ὄλοιό μοι, Μὴ τοὺς ἀρίστους ἐκλέγων. τοὺς δ' ἀσθενεῖς. Οἱ μὲν γὰρ αὐτοῖς αἶσχος, οἱ δ' ἡμῖν κλέος. Γῆ δ' οὐκ ἀροῦται τῆς χαλάζης εἵνεκα, 645 Οὐ δ' ἀμπελὼν φυτεύεθ'; ἡ θάλασσα δὲ Ὅρμοις δίδωσι πάντας οὕσπερ λαμβάνει; Τί μοι τὰ πόῤῥω; κειμένῳ δ' Ἑωσφόρῳ Μὴ συγκατενέχθησαν ἀγγέλων χοροί; Τί δ', οὐκ Ἰούδας ἦν φονεὺς τοῦ Δεσπότου, Ἀλλ' οἱ μαθηταὶ δόξα; Τοῦτο δ' οὐ σκοπεῖς, Τοῦ σοῦ γάμου τὰ δεινὰ, καὶ μοιχῶν κλοπὰς, Ἐξ ὧν τὸ φίλτρον, καὶ γένος νοθεύεται. Ὑψοῦ βάδιζε, τὸν φθόνον δ' ἔα κάτω. Ἅγνευε πᾶσι, παρθένε. Χριστῷ μόνῳ Νύμφη, κράτει τὸ κάλλος ἐσφραγισμένον. Χρηστὸς μέν ἐστιν, ἀλλὰ καὶ ζήλου πλέως. Οὐδὲν δυσειδὲς, οὐδ' ἄκοσμον ἐκφέρει. Ἐσθῆτι κόσμου κόσμος ἡ ἀκοσμία, Θρύψιν δὲ φεῦγε, καὶ ταπείνου τὰς κλάσεις. 646 Μὴ τὸ βλέπεσθαι τῷ βλέπειν θήρευέ μοι. Σώφρων βάδιζε, κἂν ἀναστρέφῃ μόνη· Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως· Πλεῖστον παρειαὶ, καὶ γέλωτος ἔμφασις. Θυμὸς, μέθη, δαίμων τε παρθένοις ἴσον· Πάντων δὲ χεῖρον πλησμονὴ γαστρὸς χάριν. Εὐχαῖς τὸ κάλλος εἰκέτω κἀγρυπνίαις. Σύνοικον αἱροῦ μηδ' ἀδελφὸν ῥᾳδίως. Ἐμπεπύρευμα (sic) τῆς νόσου τί δεῖ βλέπειν Οὐδὲν τόδ' αἰσχρὸν, πλὴν μόνη μνήμη χοός. Πατὴρ μόνος σοι, καὶ Θεὸς πιστὸς, νέα· Ἄλλοι δὲ φευγέτωσαν, ὡς θῆρές ποτε Τὸ Σινὰ, πλαξὶν ἐντυπουμένου νόμου. Ἄψαυστος ἔστω προσφορὰ καὶ παρθένος, Ἡ μὲν βεβήλοις, ἡ δ' ἁπάντων ὄψεσιν. 647 Ἡ χρεία δουλούτω σε σαρκὸς μηδ' ὅλως. Ἂν προσδέῃ του, καψάκης σοι πηγάσει, Ὑδρεία δώσει πυθμένος γεωργίαν. Ἄρτοις τρέφονται πέντε μύριος λεώς· Πόσον σὺ μᾶλλον, ἡ Θεοῦ παραστάτις; Μὴ τοίνυν ἁγνὸν τόνδ' ἔχουσα νυμφίον Κάλλους ἀσάρκου, συζυγῇς τῷ δευτέρῳ. Μοιχὸς γὰρ οὗτος, οὐκ ἀνὴρ καθίσταται, Ζῶντος τὸ φίλτρον ἀνδρὸς ἐγκαρπούμενος. Ἡ καὶ κανοῦν προσθεῖσα τῷ Θεῷ σύ γε Ἀποστερήσεις; καὶ Σοδόμων φυγοῦσα πῦρ, Παλινδρομήσεις; μὴ λίθος παγῇς ἁλός. Χήρας σὺ πλεῖον, ἀλλὰ καὶ χήρας γάμος Ὑπεύθυνος, ψευσθέντος ἁγνείας ὅρου. 648 Χρυσῆς τί γλώσσης ἐστὶν εὐτελέστερον, Ψιλῆς, διδράχμου, δή τι τῶν ἀναστάτων; Ἀλλὰ κλαπέντα τὸν στρατὸν διώλεσε. Ταῦτ' οὖν ὁρῶσα, παρθένε, πείθου Θεῷ.
632.5.1
Περὶ ἁγνείας. Ἀρετὴ πᾶσα δικαίοις Ἕνα βαθμὸν προβιβάζει. Ὁ μὲν ἀλλότριος εὐνῆς Ἴσος ἀγγέλοις ὑπάρχει. Ὁ δέ τ' ἐγκράτειαν ἀσκῶν, Μετὰ παρθένων τετάχθω· Ὁ δὲ τὸν γάμον φυλάσσων, Ἴσος ἐγκρατεῖ γενέσθω. 649 Μόνον ἀσκεῖτε τὸ σῶφρον Ἵνα μειζόνων τύχοιτε.
632.6.1
Σύγκρισις βίων. Βι. Κρίναις ἂν ἡμῖν, ὦ ξένε. Κριτ. Κρίσις δὲ τίς, Βι. Βίοι μάχονται. Κριτ. Καὶ τίνες, τίς δ' ἡ κρίσις, Βι. Ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, Πότερος ἀμείνων καὶ σοφοῖς βιώσιμος; Κριτ. Ὡς δύσκριτον μὲν, ἀλλ' ὅμως ἀκουστέον Κοσμ. Κόσμου πεφυκὼς, οἶδα καὶ στέργω τάδε· Τὸ δ' εὐσεβὲς, πατρῷον αἰδεῖσθαι νόμον. Πν. Θεοῦ πεφυκὼς, οἶδα καὶ σέβω Θεόν· Τὸ δ' εὐσεβὲς, τέλειον εἰδέναι σέβας. 650 Εἴ σοι τὸ χεῖρόν ἐστι τιμιώτατον, Πῶς οὐκ ἐμοὶ τὸ κρεῖσσον ἐνδικώτερον; Κοσμ. Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοῖ, Σαρκὸς ποθῶ πλήρωμα τῆς ἐῤῥηγμένης Πν. Θεὸς πατήρ μοι καὶ Θεῷ συνεζύγην, Μορφῆς ποθῶ μίμησιν ἧς ἀπεῤῥύην. Κοσμ. Πῶς δ' ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, Εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμε, Νόμω τε θείῳ καὶ φύσει κρατούμενον; Πν. Νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ, Βίον πρὸς ἄλλον τοῦ παρόντος κρείσσονα Σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον. Κοσμ. Πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; 651 Πν. Ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, Ἐξ οὗ Θεοῦ πέφηνε Μήτηρ παρθένος. Καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ· Τὸ γράμμ' ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. Κοσμ. Ἄζυξ δ' ἂν ἦν τις συζύγου βίου δίχα, Ἢ τίς δίκαιος; Πν. Ὡς λίαν κομψός τις εἶ, Πείθων τὸ σάρκας συνδραμεῖν καλῶν χάριν, Καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, Ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν. Οὐκ ἄλλο. Τὸ φρονεῖν δὲ τῷ πάθει γέλως, Ὡς συγκάμνοντα Θεοῦ θελήματι. Κοσμ. Τί οὖν βίῳ δέδωκας, ἐζήτεις δὲ τί; Πν. Κλάδους. Κοσμ. Ἵνα ψυγῶσιν, ἢ λαῖλαψ λάβοι; 652 Δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ' ἔχε κλάδους. Πν. Ἀρκεῖ γενέσθαι. Τῇ φθορᾷ δ' ἄλλος κάμοι, Τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόος Τὸν οὐκ ἔτ' ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων Ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον Κοσμ. Εὐπατρίδης ἐγώ τις. Πν. Ἐκ ποίου γένους; Ποῖος δ' ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς Ὡς εἷς; μί' εὐγένεια, μίμησις Θεοῦ. Τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, Ἐξ ὧν ἐγράφης εὐγενὴς, οὐκ ἐτράφης. Κοσμ. Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, Φθόνῳ δὲ τήκει τοὺς κακοὺς, ποιεῖ φίλους, Θρόνους δίδωσιν ἐν πόλει φυσᾷν μέγα. Πν. Ἐμοὶ πενία μηδὲ δυσμενεῖς ἔχειν 653 Χαρίζετ', οἶκτος δ' ἀσφαλέστερος φθόνου. Θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. Ἂν οὖν μένωσι, κρεῖσσον ἡττᾶσθαι Θεοῦ, Ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν. Ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω. Πόλις δ' ἔχοι με λαμπρὸν ἡ νοουμένη. Κοσμ. Τίς δ' ἀσφάλεια τῷ πένητι τοῦ βίου· Τείχη, πυλῶνες, μηχαναὶ, ξιφηφόροι; Πν. Κάμνοντες, ὥστε μὴ τὸ σῶμ' ὑπεκκλαπῇ· Μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. Ἄλλων ὁ λῃστὴς, ἡ τυραννὶς ἐῤῥέτω. Ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, Θεὸς, Ὃν οὔποτ' οὐδεὶς ἁρπάσει κεκτημένῳ. Τὰ δ' ἄλλ' ἐχόντων οἷς φίλον, τὴν οὐσίαν 654 Ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον· Θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν Τὴν αὐτὸς αὑτοῦ, ὡς φίλην ἀσπάζεται, Καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ Θεὸν, Ἕως ἃ κέκτητ' εἰς ξένου πέσῃ χέρας Οὗ μὴ θέλει· τί φημι; δυσμενοῦς ἴσως, Κἀκεῖθεν ἄλλου, τὰ τροχῶν κυλίσματα· Ἐμοὶ δ' ἅπας συνέρχετ', ἢν θάνω, βίος, Οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. Κοσμ. Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, Ἄλλους δ' ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. Πν. Πόσον τὸ χεῖρας εἰς Θεοῦ μόνον βλέπειν, Τοῦ καὶ διδόντος καὶ πατρικῶς αἰτουμένου, 655 Αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, Τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, Τὰ μὲν κρατοῦντα, τοῖς δ' ἐρείδοντα φρένα, Τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασι, Τὰ δ' ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, Ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ; Κοσμ. Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν, Μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; Πν. Ἤρου με πῶς τις φεύξετ' εὔστοχον βέλος; Θρὶξ οὐ διαιρεῖτ' εὐπετῶς, οὐδ' ἐγγύθεν. Γενοῦ στενός μοι· καὶ κακῶν φεύξῃ φοράν. Δόναξ φέρει τὰ πνεύματ', ἀλλ' οὐχὶ δρύες. Ὁ μὲν γὰρ εἴκει, τὰς δ' ἀνατρέπει βάρος. Κοσμ. Ἐμοὶ τρυφᾷν ἔξεστιν. Πν. Ἀλλ' ἐμοὶ τρυφὴ, Τὸ μὴ τρυφᾷν, κόρῳ τε καὶ τοῖς ἐντέροις 656 Οἰδοῦντα, καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, Ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, Τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. Κοσμ. Ἐμοῦ τὰ πέμματ'. Πν. Ἄρτος ἡ καρυκεία, Ἐμοὶ τὰ πόματ', ἐξ ἁλῶν ἅπαν γλυκύ. Οἷς τῶν τρυφώντων ἀλμυρὸν καταπτύω. Κοσμ. Ὀσμὴ μύρων ἔμοιγε τέρψις, ᾄσματα, Χερῶν ποδῶν κροτήματ', εὔρυθμοι κλάσεις, Ὁμοῤῥοθούντων ὀργάνων συμφωνία. Πν. Αἰνεῖς σὺ ταῦτα, ταῦτα δ' ἐστὶν, οἷς κακὸς Ἔμοιγ' ὁ πλοῦτος, ὡς κακῶν διδάσκαλος. Κρείσσων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία· Ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις Μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος, Ἡμῖν κενωθεὶς, ὡς λύσῃ δυσωδίας, 657 Ἧς νεκρότης μ' ἔπλησε τῆς ἁμαρτίας, Κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς, Λόγον τιν' ἢ πρᾶξίν τιν' εἰσηγούμενος Κακήν. Ποδῶν ὄρχησις, ἔνθεος στροφή. Κοσμ. Τάχ' ἂν τόδ' εἴποις, ὡς πενία καὶ ταῖς νόσοις Ἀρκεῖ, πλέον φέρουσα σωμάτων ἄκη. Πν. Τόδ' οὐκ ἂν εἴποιμ'. Οὐκ ἀληθὴς γὰρ λόγος· Ὃ δ' ἔστ' ἀληθὲς, τοῦτο καὶ λελέξεται· Πένης ἐχόντων εὐσθενέστερος πολύ. Θεὸς δ' ἔδωκεν, ἀντανιστῶν τὴν χάριν, Ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· Μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, Πεινᾷ, ῥιγοῖ, συγκαίεθ' ἡλίῳ μέσῳ Ὁδοιπορεῖ, φορτίζεθ', ὕεται, στένει· 658 Καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον Ἐδέξατ', οὐδὲν οἶδε μαγγανευμάτων, Ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται Γῆς καὶ θαλάσσης ἐκπορίζουσι μυχῶν, Θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσι Φύσαι, κατάῤῥοι, σπλῆνες, ἐξαρθρήματα, Βοαὶ, φορήσεις, ὠχρότητες, ἐκλύσεις Τῶν εὐπορούντων· τῶν κόρων οὗτοι τόκοι. Οἳ μήτ' ἔχουσιν ὧν ἔχουσιν ἡδονὴν, Ζητοῦσί θ' οἷς λείψωσιν ὄγκον, πολλάκις Ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· Πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσὸς, λίθοι, ποικίλματ' ἐσθῆτος, βαφαὶ Ζωογράφου τε πορφύρας ἀντιχρόου, 659 Τοίχων, ὀρόφων καὶ ψηφῖδος πεδοστιβοῦς· 659 Ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς Εἰρχθεὶς, ὅθεν προῆλθεν, ἄξιος τάφων, Ὁ δ' ἐν προσθήκῃ, καὶ προσαστράπτων πότοις· Ἵπποι, τάπητες, ἅρμαθ', ἁρματηλάται, Κύνες, κυνηγοὶ, θηρίων ἰχνεύμονες· Καὶ ταῦτα δὴ τὰ τερπνὰ, δεσποίνης κακῆς, Γαστρὸς, πόρου τε πανδόχου λαιμοῦ χάρις· Στρῶται, θυρωροὶ, κλήτορες, κοιμήτορες, Ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, Γεῦσται, σκιασταὶ, νευμάτων ἐπίσκοποι, Λοῦσται, κερασταὶ δακτύλων ὑψώμασι, Κοῦραι γυναῖκες, ὀμμάτων ἡδύσματα· Τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός. 660 Ὁ δ' ἐνδεὴς ἕστηκεν, ἂν δὲ καὶ πέσῃ Νόσῳ καμὼν, μόγις ποτ' ἢ μακρῷ χρόνῳ, Οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, Τεθνήξεθ' ὡς λέων τις ἐν βρυχήμασι Νεκρὸς, ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμὸς, ἔκστασις, θράσος, Μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, Θεοῦ περιφρόνησις, αἵματος, φίλων, Ταῦτ' οὐ πενήτων μᾶλλόν ἐστ' ἢ πλουσίων· Πλοῦτος γὰρ ὕβριν, ἡ δ' ἀπώλειαν φέρει. Ὁ δ' ἐκπιέζεθ' ὡς τὰ πόλλ', οὐδ' αἵρεται· Θεοῦ μάλιστ' ἂν συνδραμὼν φόβος τύχῃ. Καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής. Ἄθρει δ' ἕκαστον ἀνθ' ἑκάστου συντόμως, 661 Ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων βραβεὺς, Εἰ μὴ φέρειν σοι καὶ τόδ' ὕβριν φαίνεται. Ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον, Ἢ πνεῖν τὸν αὐτὸν ἀέρα, ἢ κλῆσιν μίαν Καλεῖσθ', ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. Φθονεῖς ἀρίστοις, καὶ κακοῖς οἰκτίζομαι. Κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, Κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος. Διαπτύεις πένητας, ὡς ἄλλου Θεοῦ Ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν Ἥξοντας. Ἀλλ' ἡ δευτέρα πλάσις, τρόπος Χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. Κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι. Μένει γὰρ οὐδὲν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ. Νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ' ἡμέρα· 662 Χαρὰν δὲ λύπη, καὶ τὰ τερπνὰ συμφορὰν Ἔστησεν· οὔκουν, ὡς παγίοις, προσεκτέον. Σοὶ δεινὸν οὐδὲν, οὐδὲ τῶν ἄγαν κακῶν· Τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾷν ἐνίσταται. Ἐμοὶ δὲ πένθος, καὶ τὰ μικρὰ φαίνεται. Θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία· Πῶς δ' ἂν φέροιμι ζημιούμενος Θεόν; Σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν θέσεις. Ἡδεῖς δ' ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι. Πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς. Ἐμοὶ δ' ἄϋπνον τοῦ βίου πλεῖστον μέρος, Κεντοῦσι γάρ με καὶ καθεύδονθ' οἱ πόνοι Ἂν δ' ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· Φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, Κρίσις, δικαστὴς ἄῤῥοπος, ἔντρομος στάσις. 663 Πηγὴ παφλάζουσ' ἔνθεν ἀσβέστου πυρὸς Σκώληξ ἐκεῖθεν ἐσθίων ἀϊδίως· Μέσον συνειδὸς, ἄγραφος κατήγορος Θεὸς Θεός σοι, ἢν φέρῃ τὰ δεξιά· Ἐμοὶ σεβαστὸς, κἂν φέρῃ τἀναντία. Τὸ γάρ με κάμνειν, φάρμακον σωτηρίας. Ὅσον πιέζομ', ἔρχομαι τόσῳ πέλας Θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει Θεῷ. Καὶ γὰρ στρατὸς διώκων εἰς τείχη φέρει, Παῖδες, γυνὴ σοὶ καὶ φίλοι παρήγοροι, Ἃ καὶ μεθίσταθ' ἡ μεγίστη συμφορά. Ἐμοὶ δ' ἔρεισμα καὶ παραψυχὴ Θεὸς Πεινῶντι, καὶ ῥιγοῦντι καὶ στενουμένῳ. Ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, Πάτει, βιάζου, μικρὸν ὑβρίσεις χρόνον. 664 Θεῷ φέρω τὰ πάντα πρὸς ὃν καὶ βλέπω. Πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· Ἐκεῖ καθίσταμ'. Οὐδὲν οἶδα τῶν κάτω. Οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι. Τί τ' ἄλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν Τὴν ψῆφον, οὐ φορητὸν, ὥς γ' ἐμοὶ δοκεῖ· Οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. Ἴσον δ' ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. Ἀρκεῖ Θεός μοι, κἂν τὰ πάντ' ἄλλος φέρῃ, Τοῦτ' εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. Κοσμ. Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; Πν. Τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; Καὶ γὰρ κατορθοῦν ἔστιν ἀμφοῖν, καὶ πεσεῖν. Ἴσον πρὸς ἴσον, ἀλλ' ἐγὼ χείρους πολὺ Τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· 665 Τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. Ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, Τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. Ἐκεῖνο δ' αἰτῶ μὴ λογίζεσθαι βίῳ Εἴ τις κάκιστος· τῷ βίῳ γὰρ δυσμενής. Σκοπεῖν δ' ἐφ' αὑτῷ καὶ δοκιμάζειν τὸν τρόπον Καλῶν θ' ὁμοίως καὶ κακῶν κατ' ἀντίον, Καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταῤῥέπειν, Οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον. Γνοίης δ' ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον, Μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππων κακῷ Ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου Ἄριστον ἄνδρα, τῷ κακίστῳ τῶν ἐμῶν· Κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. Εἰ δ' ἄκρον ἄκρῳ, καὶ κακὸν θείης κακῷ 666 Ἐναντίους, μάθοις ἂν ὁπόσον κρατῶ. Σκόπει κἀκεῖνο, ὅσον ἐν παντὶ χρόνῳ Τὸ πταῖσαι ὑμῖν, καὶ παρ' ἡμῖν τὸ κρατοῦν. Μίαν δέ φασιν οὐ φέρειν χελιδόνα Ἔαρ τὸ καλὸν, οὐδὲ γὰρ γῆρας τρίχα. Τί φῇς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; Κριτ. Δίδωμι· πῶς δ' οὔ; τηνικαῦτ' οἰήσομαι Χρῆναι προτιμᾷν τὸν κάτω τοῦ σοῦ βίου, Ὅταν Θεῷ βροτῶν τιν' ἰσώσω μανείς· Εἰ δ' οὐ μανήσομ', οὐδὲ τοῦτο πείσομαι. Ἀλλ' ἄπιτε· λώϊον δ' ἢν ἔχητ' εἰρηνικῶς Ἄμφω πρὸς ἀλλήλους τε καὶ Θεὸν μέγαν, Σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, Σὺ δ' ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. 667 Εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει Ἔχειν τὰ δεύτερ'; οὐδὲ τοῦτ' ἀτιμία. Οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος. Θʹ. Περὶ ἀρετῆς. Τὴν ἀρετὴν ποθέω μὲν, ἀτὰρ τόδε μ' οὐκ ἐδίδαξεν, Ἥτις δὴ τελέθει, καὶ ὁππόθεν ἵξετ' ἔμοιγε, Καὶ μάλα περ ποθέοντι. Πόθος δ' ἀτέλεστος, ἀνίη. Εἰ μὲν δὴ καθαρὸς τελέθει ῥόος, οὐκ ἐπίμικτος Ὕδασι χειμερίοισι, χαραδραίοισί τ' ἀναύροις, Δίζημ' ὅς μιν ἔτετμεν ἐπὶ χθονός. Ἢ γὰρ ἀνέσχε Βόρβορον ἐκ κραδίης, ἢ δέξατο, σάρκα βαρεῖαν 668 Ἕλκων, καὶ ζοφόεντι θολούμενος ἔκτοθεν ἐχθρῷ Ζωῆς ἡμετέρης, καὶ ἰλυόεντι βερέθρῳ. Οὐδὲ γὰρ ἦεν ἐοικὸς, ἐπεὶ ῥύσις εἰμὶ παγεῖσα, Καὶ ῥευστοῦ βιότοιο διεκρέω, ἔμμεν' ἄρευστον. Εἰ δ' οὐκ ἀργύρεος πάντη ῥόος, ἀλλ' ἐπίμικτος Ἔστι χειροτέροις ἀρετὴ, καὶ μίξις ἄκοσμος, Πῶς ἀρετὴ τελέθει, τάδε φράζεο. Καὶ γὰρ ἔγωγε Τῇ καὶ τῇ νόον ὠκὺν ἐπὶ στήθεσσιν ἑλίσσω. Ψυχρὴ μὲν χιόνος φύσις ἔπλετο, ἀργυρέη τε Ξανθὴ δ' αὖ θερμή τε πυρὸς φύσις, οὐδ' ἐπίμικτα Ταῦτα πέλει. Ἐλύθη δὲ βίη πάρος, ἢ ἀνεμίχθη. Τῇ δ' ἀρετῇ πῶς αἶσχος ἐπήλυθεν εἰκόν' ἀτίζον, 669 Εἰκόνα τὴν μεγάλοιο Θεοῦ, κακόχαρτος ἁμαρτὰς, Εἰ ἐτεὸν Θεός εἰμι, λάχος δὲ σὸν εὔχομαι εἶναι. Πυνθάνομ' Ἀλφειοῖο καλὸν ῥόον, ὡς διὰ πικρῆς Ἔρχεθ' ἁλὸς, μέγα θαῦμα, γλυκὺς ῥόος, οὐδ' ἐπίμικτος Ἡ λώβη τελέθει. Λώβη δέ τε ἠέρος ἀχλὺς, Καὶ νοῦσος μελέων· ἀρετῆς δέ τε, ἡμετέρη νύξ. Πολλάκι ταρσὸν ἄειρα πρὸς αἰθέρα, καί με βαρεῖα Τηκεδανή τε μέριμνα χαμαὶ βάλε· πολλάκι δ' αὖτε Αὐγασάμην θεότητος ἁγνὸν φάος, ἀλλὰ μέσον τι Ἦλθε νέφος, κρύφθη δὲ σέλας μέγα, καί μ' ἐδάϊξεν, Ὡς φύγεν ἐγγὺς ἐόντα. Τίς ὁ φθόνος; ἢ ποθέεσθαι Αἰὲν ἐμοὶ ποθέει θνητοῦ νόμος, ἢ τόδ' ἄμεινον 670 Ἔστιν ἐμοὶ, μόχθῳ μὲν ἑλεῖν, μόχθῳ δὲ φυλάξαι, Τοῦτο γὰρ ἔμπεδόν ἐστιν, ὃ νοῦς κάμε. Πολλάκι δ' αὖτε Ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισιν ἐχθρὸς ἄμερσεν, Ὡς θὴρ κερδαλέος τις ἐπ' ἴχνεσιν ἴχνια βάλλων, Ὥς κεν θηρητῆρα καλοῦ πλάξειε δόλοισιν. Ἄλλοτι σὰρξ μὲν ἄνωξεν ἐμοὶ φίλον, ἄλλο δ' ἐφετμὴ, Ἄλλο Θεὸς, φθόνος ἄλλο, χρόνος τὸ μὲν, ἄλλο τι δ' αἰών. Ἔρδω δ', ὃ στυγέω, καὶ ἀμφιγέγηθα κακοῖσι. Καὶ γελόω μόρον αἰνὸν ἐνὶ σπλάγχνοισιν ἐμοῖσι, Σαρδάνιον, κακόχαρτον, ἐπεὶ καὶ τερπνὸς ὄλεθρος. Νῦν χθαμαλὸς, νῦν αὖτε μετήορος· ὕβριν ἀτίζων Σήμερον, ὑβριστὴς δ' ἄρ' ἐς αὔριον· ἄλλος ἐν ἄλλοις Καιροῖς, πουλυπόδης τις ἐειδόμενος χρόα πέτραις· 671 Δάκρυα θερμὰ χέων, ἡ δ' οὐ συνέρευσεν ἁμαρτάς. Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ' ἔνδοθεν αὖθις ἀγείρω Ἄλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ῥίψα. Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα. Αἰδὼς ὄμμ' ἐκάλυψε, νόος δ' ἀνένευσεν ἀναιδὴς, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δέ τ' ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιος πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· εἰ δ' ἄρ' ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι Κύμασιν, οὐδ' ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγα θαῦμα. Πολλάκι δ' εὐδρομέοντα σὺν ἐλπωρῇσιν ἀρίσταις, Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα, 672 Ἐξαπίνης παλίνορσον ὑπὸ προπόδεσσιν ἔθηκεν, Ὥς τε κατὰ ψαμάθοιο φέρων πόδα λοίγιος ἐχθρὸς, Κλεπτομένης προπάροιθεν ὑπ' ἴχνεσιν ἀστατέουσιν· Αὖθις ἀνέρχομ' ἔγωγε, καὶ ἔμπαλιν ἔρχομ' ὀπίσσω. Πλεῖον ἔτ' ἢ τοπάροιθε δυσάμμορος, αἰὲν ὁδεύων, Αἰὲν ἔχων μέγα τάρβος, ἔβην μόγις, ὦκα δ' ὄλισθον. Μακρός μοι βίος ἐστὶ, καὶ οὐκ ἐθέλω βιότοιο Λύσιν, ἄκος ποθέων, ἄκος δέ τε τῆλ' ἀπ' ἐμεῖο, Ἤμασι πλειοτέροισι πλέον κακότητος ἀγείρων. Τοὔνεκεν ἡμετέρῃ γενεῇ τόδε δόγμα πεπήχθω· Πρώτη μὲν Τριάδος καθαρὴ φύσις· αὐτὰρ ἔπειτα, Ἀγγελική· τριτάτη δ' ἄρ' ἐγὼ βροτὸς, ἀμφιτάλαντος, Μεσσηγὺ ζωῆς τε καὶ ἀργαλέου θανάτοιο 673 Ἑστηὼς, ἐρίδωρον ἔχων τέλος, ἀλλ' ἐπίμοχθον, Εἰ καὶ μικρὸν ἔῳξα κακοῦ βιότοιο θύρετρα. Ὧδε Θεὸς γὰρ ἄνωξεν ἐμῆς φρενὸς ἔμμεν' ἄεθλον. Κεῖνος δ' ἐστὶν ἄριστος, ὃς ἐν πλεόνεσσι κακοῖσι Βαιὰ φέρει κακίης ἰνδάλματα, καὶ πρὸς ἄναντες Σπεύδει σὺν μεγάλοιο Θεοῦ χερὶ, θερμὸν ἔρωτα Τῆς ἀρετῆς φορέων, κακίης δέ τε νῶτα διώκων. Ὥς τε ῥόος ποταμοῖο βιώμενος ἄλλο ῥέεθρον Τρηχαλέον, θολερόν τε καὶ ἄγριον, εἰ δὲ μιγείη, Κρύπτων πλειοτέρῳ καθαρῷ ῥόον ἰλυόεντα· Ἥδ' ἀρετὴ πλεκτοῖο, τὸ δὲ πλέον οὐρανιώνων. Εἰ δέ τις ἐνθάδ' ἐὼν Θεὸν ἔδρακεν, ἢ πρὸς ἄνακτα 674 Ἔδραμε σάρκα βαρεῖαν ἐς οὐρανὸν ἔνθεν ἀείρας, Τοῦτο Θεοῦ γέρας ἐστί. Βροτοῖς δέ τε μέτρ' ἐπικείσθω. Εἰ δ' ἄγε τοι καὶ τοῦτον ἐγὼ λόγον ἐν φρεσὶ θήσω, Πῶς κεν τῆς μεγάλης ἀρετῆς ἐπὶ τέλσον ἵκηαι, Ἣ μούνη καθαρῷ καθαρὸν θύος. Οὐ μὲν ὀΐω Ἐνθάδε. Πουλύχοος γὰρ ἐπ' ὄμμασιν ἐνθάδε καπνός· Στέργω δ', εἴ κεν ἔπειτα λίπω κακὰ δακρυόεντα. Οὐκ οἶον μεγάλοιο Θεοῦ τότε δῶρον ἐτύχθη, Εἰκόνα περ τίοντος, ἐπεὶ καὶ σεῖο μενοινῆς, Οὔτε σέο φρενὸς οἶον, ἐπεὶ καὶ κρείσσονος ἀλκῆς, 675 Ὡς οὐδ' ὄψις ἔμοιγε μόνη θηήσατο λευστὰ, Καὶ μάλα δερκομένη περ, ἑκὰς μεγάλου Φαέθοντος· Αὐτὸς δ' ὄμματ' ἔλαμψε, καὶ ὄμμασιν αὐτὸς ἐφάνθη. Δοιαὶ μὲν μεγάλοιο Θεοῦ πρὸς κρείσσονα μοῖραι, Πρώτη θ' ὑστατίη τε, ἴη δέ τε καὶ παρ' ἐμοῖο. Κεῖνος δεκτὸν ἔθηκε καλοῦ, καὶ κάρτος ὀπάζει. Αὐτὸς δ' ἐν μεσάτῳ σταδιηδρόμος οὐ μάλ' ἐλαφρὸς Ἔρχομαι, οὐκ ἀγέραστος, ἐν ἅλμασι κῶλα τιταίνων Χριστὸν ἔχων πνοιὴν, Χριστὸν σθένος, ὄλβον ἀγητὸν, Ὅς με καὶ ὠπήεντα καὶ εὐδρομέοντα τίθησι. Κείνου δ' ἐκτὸς, ἅπαντες ἐτώσια παίγνια θνητοὶ, Καὶ νέκυες ζώοντες, ὀδωδότες ἀμπλακίῃσιν. 676 Οὐδὲ γὰρ ἠέρος ἐκτὸς ἴδες πωτώμενον ὄρνιν, Οὐδὲ μὲν ὕδατος ἐκτὸς ἁλίδρομος ἔπτατο δελφίς. Ὣς οὐδὲ Χριστοῖο δίχα βροτὸς ἴχνος ἀείρει. Τῷ μή μοι λίην μεγαλίζεο, μηδ' ἐπὶ σεῖο Κάρτος ἔχειν πραπίδεσσι, καὶ εἰ μάλα πάνσοφος εἴης. Μηδέ τιν' εἰσορέων χθαμαλώτερον ὑψόσ' ἀερθῇς, Ὡς πάντων κρατέων, καὶ τέρματος ἆσσον ἐλαύνων. Τέρματος ἐντὸς ἔμεινεν, ὃς οὐκ ἴδε τέρμα πορείης. Λίην μὴ τρομέειν, λίην δέ τε μὴ βλεμεαίνειν. Εἰς γῆν ὕψος ἔθηκεν, ἐς οὐρανὸν ἐλπὶς ἄειρε, Καί ῥ' ὑπεροπλίῃσι Θεὸς κοτέει μεγάλῃσι. Μάρπτε τὸ μὲν χείρεσσι, τὸ δ' ἔλπεο, τῷ δ' ὑπόεικε· 677 Καὶ τὸ σαοφροσύνης, μέτρ' ἴδμεναι ἧς βιοτῆτος. Ἶσόν τι κακόν ἐστιν ἀπ' ἐλπίδος ἐσθλὰ τίθεσθαι, Καὶ μέγα θάρσος ἔχειν, ὡς εὐπετὲς ἔμμεν' ἄριστον. Ἀμφοτέρως κεν ὁδοῖο κακὴν στάσιν ἐν φρεσὶ θείης. Αἰεί σοι τὸ βέλεμνον ἐπίσκοπον ἐν χερὶ κείσθω· Μηδὲν ὑπερπέμπειν Χριστοῦ μεγάλοιο ἐφετμῆς, Μηδὲ μὲν ἐντὸς ἄγειν· ἀβλὴς σκοπὸς ἀμφοτέρωθεν. Πολλάκι καὶ τὸ περισσὸν ἀχρήϊον, εὖτε νέοιο Κύδεος ἱμείροντες, ὑπέρτονα τοξεύοιμεν. Ἢν μεγαλοφρονέῃς, μνήσω σ' ὅθεν ἐς βίον ἦλθες, Τίς μὲν ἔης τοπάροιθε, τίς ἐν σπλάγχνοισιν ἐκεύθου, Τίς δ' ἄρ' ἔσῃ μετέπειτα, κόνις, καὶ σητὸς ἐδωδὴ, Μηδὲν ἀκιδνοτάτοιο φέρων πλέον ἐν νεκύεσσιν. 678 Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέτυξαι, Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων. Τοὔνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δέ τε λῴονα τεύχειν. Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὅνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ὁδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα. Μὴ ναῦν μιλτοπάρῃον, ἐΰχροον, ἢ παρασήμοις Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης· 679 Ἀλλ' ἐσθλὴν γόμφοισιν, ἐΰπλοον, εὖ ἀραρυῖαν Χείρεσι ναυπηγοῖο, δι' οἴδματος ὦκα φέρουσαν. Πᾶς μὲν ἴοι προπάροιθε, Θεοῦ δέ τε πάντες ἔχοισθε, Ὃς σοφὸς, ὃς σθεναρὸς, ὃς πλούσιος, ὅς τ' ἐπιδευὴς, Ἕρματος ἀψεύστοιο. Πρυμνήσια κεῖθεν ἀνήφθω Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, ὃς ἕζομαι ὑψιθόωκος, Λαὸν ἄγων θυέεσσι πρὸς οὐρανὸν, ᾧ τόσον ἄχθος Χριστὸν ἀτιμάζοντι μελαινομέναις πραπίδεσσιν, 680 Ὁσσάτιον κλέος ἐσθλὸν ἐπὴν θεότητι πελάζω. Καὶ γὰρ δὴ μέτροισι Θεοῦ καὶ μέτρα βίοιο Ἕσπεται, ὡς δὲ μέτροισι βίου καὶ μέτρα Θεοῖο. Ὧδ' ἄν μοι φρονέων, βίον ἔμπεδον ἐνθάδ' ἐλαύνοις Ἐνθάδε καὶ μετέπειτα Θεοῦ σὺν ἀρείονι πομπῇ, Λυθέντος σκιόεντος ἐν ἤματι τοῦδε βίοιο.
632.7.1
Περὶ ἀρετῆς. Πολλῶν ἀκούω, καὶ λέγοιμι μὴ μάτην, 681 Ἀλλ' ἔργον ἐστὶ τοῦ λόγου τὸ δεξιόν. Εἴτ' οὖν τινές σε τῶν φίλων Θεοῦ νέον, Οἷς πάντα τηρεῖν ἐμμελὲς τὰ τῶν νέων, Διδόντα χρηστὰ τοῦ βίου γνωρίσματα (Καὶ γὰρ λέοντ' ὄνυξι δηλοῦσθαι λόγος), Ἔδωκαν ἀλλήλοις τὸ θαῦμ' ὑφ' ἡδονῆς, Εἴθ' ἡ καλῶς τὰ πάντα μηχανωμένη Πρόνοια καὶ σοὶ βουλομένη τὰ δεξιὰ, Ὁδὸν δίδωσι τὸν λόγον τοῖς πράγμασιν, Ὡς ἂν προληφθεὶς τῷ νομίζεσθαι καλὸς, Οἶόν τιν' ἀῤῥαβῶνα τὴν φήμην ἔχῃς Τῆς εὐσεβείας, ἐκ Θεοῦ καλούμενος. Εἰκαζέτω μὲν τοῦτο ὅστις βούλεται, 682 Ὃ δ' οὖν ἀκούω, τοῦτο ἔρχομαι φράσων, Ὅτι μέγα πρὸς ὕψος ἡ ψυχὴ βλέπει, Καὶ τὴν ὀμίχλην, ἣ τὸν ἐνταυθοῖ βίον Ἡμῶν καλύπτει πάντα κείμενον χαμαὶ, Ταύτην διασχὼν καὶ ὑπερκύψας βραχὺ, Ἰλύν θ' ὑπερβὰς καὶ πέδας τοῦ συνθέτου, Ῥίψας τυράννους τῆς θεϊκῆς εἰκόνος, Δοῦναι σεαυτὸν τῷ Θεῷ σπουδὴν ἔχοις, Ἥνπερ μόνην παίδευσιν οἴεσθαί σε χρὴ, Πρῶτον δὲ καὶ μέγιστον ἀνθρώποις καλόν. Τί γὰρ τοσοῦτο τῶν κάτω πλανωμένων, Ἄλλων τε ἄλλους ὀφρυώντων παιγνίων, Καιροῦ τύχης τε, ὥς φασι, δωρημένων; 683 Κἂν εἰς ἒν ἔλθῃ πάντα καὶ πάντων καλὰ, Ὡς ἔστιν, ἢ νομίζετ' ἐν λυπρῷ βίῳ, Κέρδος τοσοῦτον, κἂν τρέχειν ὅρους δοκῇς; Κἄν σοι τὰ Γύγου τοῦ πολυχρύσου παρῇ, Στρέφῃς τε πάντα τῇ στροφῇ τῆς σφενδόνης, Σιγῶν δυνάστης· κἂν φρονῇς τὰ Λυδίου, Χρυσῷ ῥέοντι καὶ ὁ Πέρσης σοι Κῦρος Κάτω καθέζηθ', ὁ θρόνων αὐχῶν κράτος· Κἂν Τροίαν αἱρῇς τοῖς ἀοιδίμοις στόλοις, Χαλκοῦν δὲ δῆμοι καὶ πόλεις ἔχωσί σε· Ἄγῃς δὲ τοῖς σοῖς νεύμασι τὰς ἐκκλησίας, Πανηγυρίζῃς δὲ στεφάνων ἐπαξίως, Πνέῃς δὲ θυμὸν ἐν δίκαις Δημοσθένους, Εἴκῃ δέ σοι Λυκοῦργος ἢ Σόλων νόμοις· 684 Κἂν τὴν Ὁμήρου μοῦσαν ἐν στέρνοις ἔχῃς, Κἂν τὴν Πλάτωνος γλῶσσαν, ἣ μελισταγὴς Ἔστι τε καὶ νομίζετ' ἀνθρώπων γένει· Κἂν ταῖς ἀφύκτοις καὶ κακαῖς ποδοστράβαις Πάντας πιέζῃς τοῖς ἐριστικοῖς λόγοις· Κἂν πάντ' ἄνω τε καὶ κάτω μεταστρέφῃς, Πλέκων λαβυρίνθους δυσδιεξόδοις λόγοις Ἀριστοτέλους ἤ τινων Πυῤῥωννίων· Κἂν πτηνὸν αἴρῃ Πήγασος, ἢ τοῦ Σκύθου Ἀβάριδος ὀϊστὸς, ὅστις ἦν, οἱ μυθικοί· Τούτων τί κέρδος τηλικοῦτον, ὧν λέγω, Γάμου τε λαμπροῦ καὶ τραπέζης Συβαρικῆς Ἄλλων τε πάντων οἷς ἐπαίρονται φρένες, Ὅσον τὸ ταῦτα πάντα ποιῆσαι κάτω, 685 Ψυχῆς δὲ ἐπιδεῖν ἀξίωμα, καὶ πόθεν Ἐλήλυθε, πρὸς ὅν τε καὶ ποῖ τρεπτέα, Ἥτις τε ταύτης ἡ κατ' εὔλογον φορά; Ἐπεὶ γάρ ἐστιν, ὡς ἐγὼ τεκμαίρομαι, Σοφῶν τε ἀκούω, θεία τις μεταῤῥοὴ, Ἄνωθεν ἡμῖν ἐρχομένη, εἴτ' οὖν ὅλη, Εἴθ' ὁ πρύτανις ταύτης κυβερνήτης τε νοῦς, Ἓν ἔργον αὐτῇ φυσικόν τε καὶ μόνον, Ἄνω φέρεσθαι καὶ συνάπτεσθαι Θεῷ, Ἀεί τε πάντη πρὸς τὸ συγγενὲς βλέπειν, Ἥκιστα πάθει σώματος δουλουμένη, Ῥέοντος εἰς γῆν καὶ καθέλκοντος κάτω, Τήν τε γλυκεῖαν τῶν ὁρωμένων πλάνην Πέμποντος εἴσω, καὶ τὸ τῶν αἰσθήσεων Σκοτῶδες, ὑφ' οὗ μὴ Λόγῳ κρατουμένη Ψυχὴ ῥέουσα κατ' ὀλίγον πίπτει κάτω· 686 Ἢν δ' αὖ κρατῆται, κἀνακρούηται πυκνὰ, Ὥσπερ χαλινῷ, τῷ Λόγῳ, τάχ' ἄν ποτε Ὑψοῦντος αὐτὴν τοῦ Λόγου, κατὰ βραχὺ Εἰς ἱερὰν φθάσειε τὴν ἄνω πόλιν, Ἕως λάβηται τῶν πάλαι ποθουμένων, Τὸ δ' ἔστι, πᾶν κάλυμμα καὶ τὰς νῦν σκιὰς Παραδραμοῦσα, καὶ τὰ τῇδ' αἰνίγματα, Ὅσον δ' ἐσόπτροις τοῦ κάλλους φαντάζεται, Βλέψῃ πρὸς αὐτό τ' ἀγαθὸν γυμνούμενον, Γυμνῷ τε τῷ νῷ, καὶ πλάνης σταίη ποτὲ, Φωτὸς κορεσθεῖσ', οὗπερ ἠξίου τυχεῖν, Ἔχουσ' ἐκεῖθεν τῶν καλῶν τὸ ἔσχατον. Ὁ γὰρ σοφῷ τὰ πάντα ποιήσας λόγῳ, Καὶ τὴν ἄφραστον τῶν ὅλων ἁρμονίαν Ἁρμοσάμενος τῇ τῶν ἐναντίων κράσει, Κόσμον τε τάξας τοῦτον ἐξ ἀκοσμίας 687 Μεῖζον τὸ θαῦμ' ἔδειξεν ἐν ζώου φύσει. Μικρὸν δ' ἄνω φιλοσοφήσω σοι λόγον. Θεὸς μέν ἐστιν εἴτε νοῦς, εἴτ' οὐσία Κρείσσων τις ἄλλη, νοῦ μόνου ληπτὴ βολαῖς, Εἰ μὲν τελείως τοῖς ἄνω, οἶδε Θεὸς, Ἡμῖν δ' ἀμυδρῶς, οἷς ἐπιπροσθεῖ νέφος Σαρκὸς παχείας, δυσμενοῦς προβλήματος· Τέως μὲν οὕτω, τὸ πλέον δ' ἐς ὕστερον. Ἐπεὶ δ' ἀπαρχὰς τῶν λόγων ἔχει Θεὸς, Σκοπῶμεν ἤδη τἀκ Θεοῦ. Ἔχει δὲ πῶς; Δύ' ἐστὸν ἄκρω καὶ φύσεις ἐναντίαι. Ἡ μὲν Θεοῦ τε πλησίον καὶ τιμία· Καλοῦσι γὰρ λογικήν τε καὶ πλήρη νοὸς, Καλοῦσι δ' αὐτὴν ἐκ λόγου παρωνύμως, 688 Οἵαν τιν' οἶδα τὴν Θεοῦ παραστάτιν Ἄκρων τε δευτέρων τε τάξιν ἀγγέλων, Ἀνωτέραν αἰσθήσεων καὶ σωμάτων, Πρώτην τε λαμπρὰν Τριάδος τῆς ἀρχικῆς. Ἡ δ' ἐκ Θεοῦ τε καὶ λόγου ποῤῥωτάτω· Καλοῦσι δ' αὐτὴν ἄλογόν γ', ὡς τοῦ λόγου Ξένην, ὅσος τ' ἐν ἤχῳ, καὶ ὅσος λαλούμενος. Οὕτως δὲ ταῦτα χωρίσας Θεὸς Λόγος Ὡς καλλιτέχνης καὶ πλέκων σοφῶς κτίσιν, Καὶ σύνθετόν τι ζῶον ἐξ ἀμφοῖν ἐμὲ Πλάττει, λόγου τε κοὐ λόγου συναρμόσας, Ψυχῆς ἀειδοῦς, ᾗ φέρω τὴν εἰκόνα Θεοῦ μεγίστου, κἀνοήτου σώματος. Μίξις μὲν ἥδε πλάσματος τοῦ τιμίου, 689 Ὃν κόσμον ἄλλον οἴομ' ἐν μακρῷ μέγαν. Ὡς ἂν δὲ, φωτὶ πλημμυρῶν καὶ τῷ καλῷ, Δῴη τι κἀμοὶ τοῦ καλοῦ, ἔργον τ' ἐμὸν Ἦ τῷ θελῆσαι, τῆς ἄκρας ἀμφοῖν βίοιν Τότε δὴ προδείξας καὶ διαστείλας λόγῳ, Προσθεὶς βοηθὸν τὸν νόμον τῷ πλάσματι, Αὐθαίρετόν μ' ἔθηκεν ἐργάτην καλοῦ, Ὡς ἐκ μάχης τε καὶ πάλης στέφη φέρειν· Κρεῖσσον γὰρ, ἢ ζῇν τερμόνων ἐλεύθερον. Οὗτος λόγος σοι τῆς ἐμῆς συμπήξεως. Ἡ δὲ στροφαῖς μὲν ἐνθάδε πλείσταις ἀεὶ Δονεῖτ', ἄνω τε καὶ κάτω στροβουμένη, Μέση πονηρῶν πραγμάτων καὶ δεξιῶν, Δι' ὧν πυροῦται καὶ δοκιμάζετ' ἀθλία, 690 Ὡς χρυσὸς ἐν ἄνθραξι τοῖς καθαρτικοῖς. Ἀλλ' ὕστερον πραχθήσεθ' ὧν ἐσπείραμεν Καρποὺς, δικαίῳ τοῦ Θεοῦ κριτηρίῳ, Ληνοί θ' ἕτοιμοι τῶν βίβλων λαβεῖν θέρος. Οὕτω δὲ τούτων κειμένων, ὁ μὲν νόμον Τηρῶν, Θεοῦ τε μοῖραν ἣν ἔχει σέβων, Ἐν παντί τ' ἔργῳ καὶ λόγῳ καὶ νοῦ στροφῇ Ἄχραντος ὡς μάλιστά τ' ἠπατημένων. Καὶ τῷ ῥέοντι μηδὲν ἰλυσπώμενος, Ἕλκων δὲ τὸν χοῦν ἔμπαλιν πρὸς οὐρανὸν, (Ὢ τοῦ μεγίστου καὶ σοφοῦ μυστηρίου!) Θεὸς γενέσθαι, τῶν πόνων ἕξει γέρας, Θεὸς θετὸς μὲν, ἀλλ' ἄκρου φωτὸς γέμων, Οὗ τῇδ' ἀπαρχὰς μετρίως ἐδρέψατο. 691 Ὅστις δὲ δεσμοῦ πρὸς τὸ χεῖρον καὶ πλοκῆς Νεύσας, ὁμόσπονδός τε τοῖς κάτω φανεὶς, Δοῦλός τε σαρκὸς καὶ ῥέουσι προσφιλὴς, Τὴν θείαν εὐγένειαν ὑβρίζει βίῳ, Κἂν ὡς μάλιστα εὐδρομῇ τοῖς ἀστάτοις, Κούφοις ὀνείροις καὶ σκιαῖς γαυρούμενος, Πλουτῶν, τρυφῶν τε καὶ θρόνοις ἐπηρμένος, Φεῦ τοῦ ταλάντου τῶν ἐκεῖθεν μαστίγων! Ἦ τῶν κακῶν τὸ πρῶτον ἐκ Θεοῦ πεσεῖν. Ταῦτ' οὖν ἀκούων καὶ πεπεισμένος σύ γε, Τὴν δεξιὰν βάδιζε, τὴν φαύλην δ' ἔα, Εἰ μοί τι πείθῃ γνησίῳ παραινέτῃ. Λῷον δὲ πείθεσθ' οἶδα, καὶ δέξῃ λόγον. Τριῶν γὰρ ὄντων, ὡς λέγουσιν οἱ πάλαι, 692 Οἷς τὸν ἀγαθὸν σύμβουλον ὡπλίσθαι χρεὼν, Ἐμπειρίας τε, φιλίας τε, καὶ παῤῥησίας, Τούτων ἂν οὐδὲν ἡμῖν εὕρῃς ἐνδεές. Ἐμπειρίας μὲν εἰς τοσοῦτον ἤλασα, Ὅσον περ εἰκὸς τοὺς πονήσαντας μακρὰν Χρόνῳ τε πολλῷ προσλαλήσαντας σοφῶν Βίβλοις, θεοπνεύστων τε δογμάτων λόγοις, Πηγῇ γλυκείᾳ σώφροσί τ' ἀρυσίμῳ, Ὧν καὶ βάθος τι μικρὸν ἐξηντλήσαμεν. Τοῦ δευτέρου δ' ὧν εἶπον, εὐνοίας λέγω, Πίστις μεγίστη· ταῦτα γάρ σοι βούλομαι Ἃ πρόσθ' ἐμαυτῷ, φίλτατε, παρῄνεσα, Ἡνίκα λογισμοὶ κινδύνοις συνέδραμον Πικρᾶς θαλάσσης, οἷς συνήχθην πρὸς Θεόν· 693 Φόβος γὰρ ἀρχὴ πολλάκις σωτηρίας. Παῤῥησίας δὲ μὴ λάβῃς πεῖράν ποτε, Μήτ' οὖν ἐμῆς γε, μήτε τούτων σοι ξένων· Ἀλλ' οὐδὲ λήψῃ τοῖς ἐμοῖς πεισθεὶς λόγοις· Ἔσῃ γὰρ αἴνων, οὐ ψόγων ἐπάξιος. Ἐπεὶ δὲ ταῦτα, δεῦρό μοι σαυτὸν δίδου, Δὸς, καὶ Θεῷ δώσωμεν, ὃν λήψῃ δοθείς. Φύσις γὰρ αὕτη τοῦ διδόντος γίνεται. Σκοπῶν δ' ἂν οὕτω τῆς ἀληθείας τύχοις. Εἰσὶ δέ τινες καὶ παρ' Ἕλλησι σοφοὶ, Οὐ μὴν σοφοί γε· πῶς ἂν εἴποιμεν σοφοὺς Τοὺς τὴν κρατίστην φύσιν ἠγνοηκότας, Θεὸν, τὸ πάντων αἴτιον πρῶτον καλῶν; Οὗ καὶ φύσις γε τοῖς φρονοῦσι πρόξενος, 694 Τάξις θ' ὁρωμένων τε καὶ νοουμένων· Τοὺς δ' ἢ τελείως ἐκβαλόντας τοῦ λόγου Τὸ Θεῖον, ἢ πρόνοιαν ἐξηρνηκότας, Ἢ μέτρα θέντας, μὴ κάμοι σώζων Θεός. Ὧν οἱ μὲν ὄψει χρώμενοι διδασκάλῳ, Ἄστροις ἔδωκαν τοῖς ὁμοδούλοις τὸ κράτος, Οἷς πάντ' ἄγουσιν, ἠγμένοι λίαν κακῶς· Ἄλλοι δὲ προσεκύνησαν αἴσχη κνωδάλων, Πλέον πεσόντες· οἱ δὲ δαιμόνων σκιὰς, Μύθους τ' ἀνεῦρον τῶν παθῶν συνηγόρους, Στήλας τ' ἔθεντο τῆς ἀνοίας ἀξίας, Ἱδρύμαθ' ὕλης, καὶ χερὸς ποιήματα. Τίς οὖν τοσοῦτον ἄσοφος, ὡς τούτους σοφοὺς Θέσθαι; Ὅμως ἔστωσαν, εἰ δοκεῖ, σοφοί. 695 Τούτους ἂν εὕροις τοῖς μὲν ἄλλοις δόγμασιν Ἀσυνθέτους τε καὶ διεστῶτάς τισι Τοῖς περὶ νοητῶν καὶ ὁρωμένων λόγοις, Θεοῦ προνοίας, ἰδεῶν χ' εἱμαρμένης, Ὕλης ἀπείρου, συνθέσεώς τε σωμάτων, Ψυχῆς, νοός τε καὶ πλάνης αἰσθήσεων· Ἐξ ὧν Στοαί τε καὶ προσώπων ὀφρύες, Ἀκαδημίαι τε καὶ πλοκαὶ Πυῤῥωνίων, Σκέψεις, ἐφέξεις, τεχνικῶν ληρήματα· Ἀσυνθέτους μὲν ταῦτα, πάντας δ' ἐξ ἴσου Ἐπαινέτας δὲ τοῦ καλοῦ καὶ σύμφρονας, Οὐδὲν τιθέντας τῆς ἀρετῆς ἀνώτερον, Κἂν μυρίοις ἱδρῶσι καὶ πολλοῖς πόνοις Χρόνῳ τε μακρῷ τυγχάνῃ κρατουμένη. Μεμνήσομαι δὲ, δείγματος χάριν, τινῶν, 696 Ὡς ἂν μάθῃς κἀνθένδε τὴν ἀρετὴν, ὅσα Ῥόδ' ἐξ ἀκανθῶν, ὡς λέγουσι, συλλέγων, Ἐκ τῶν ἀπίστων μανθάνων τὰ κρείσσονα. Τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα; Οὗτος, (τί τἄλλα χρὴ λέγειν;) ἀλλ' εὐτελὴς Οὕτως τις ἦν, καὶ μέτριος τὰ τοῦ βίου, Καὶ ταῦθ' ἑαυτῷ νομοθετῶν, οὐκ ἐκ Θεοῦ Νόμον φυλάττων, οὐδ' ἐπ' ἐλπίσι τισὶν, Ὥστ' εἶχεν ἓν μὲν κτῆμα, τὴν βακτηρίαν, Οἶκον δ' ὕπαιθρον ἐν μέσῳ τοῦ ἄστεος, Στρεπτὸν πίθον φεύγοντα πνευμάτων βίας, Ὃς ἦν ἐκείνῳ δωμάτων χρυσωρόφων Κρείσσων· τροφή τε σχέδιος, οὐ πονουμένη. Κράτης δ' ὁμοίως χρημάτων ὑπερτιθεὶς Αὑτὸν, μεθείς τε μηλόβοτον τὴν οὐσίαν, 697 Ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων, Ἀρθεὶς ὑπὲρ βωμοῦ, μεγάλῳ κηρύγματι Ἀνεῖπεν αὑτὸν, ὡς ἐν Ὀλυμπίᾳ μέσῃ, Τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος· «Ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης·» Δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων. Φασὶν τὸν αὐτὸν (ὥς τινες δ', ἄλλον τινὰ Τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος), Πλέοντα, τοῦ κλύδωνος ἀγριουμένου, Ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, Ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, Τοῦτον δ' ἐπειπεῖν ἄξιον μνήμης λόγον· «Εὖγ', ὦ Τύχη, μοὶ τῶν καλῶν διδάσκαλε, Ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι!» Ἄλλος παρῆκεν οὐσίαν τοῖς ἐκ γένους. 698 Ἄλλος δ' ὑπερβὰς ταῦτα, ὡς ἀνθρώπινα, Ἅπανθ' ὅσ' εἶχεν εἰς μίαν βῶλόν τινα Χρυσῆν συνελὼν, ἔπειτ' ἀναχθεὶς εἰς ἅλα, Βυθῷ δίδωσι τὴν ἀλαζόνα πλάνην, Μὴ δεῖν γὰρ ἄλλῳ προξενεῖν τὸ μὴ καλόν. Καὶ τοῦτ' ἐπαινῶ. Τῶν τις ἀρχαίων κυνῶν Βασιλεῖ προσελθὼν ἠξίου τροφῆς τυχεῖν, Εἴτ' ἐνδεὴς ὢν, εἴτε καὶ πειρώμενος. Τοῦ δ' εἴτε τιμῇ γ', εἴτε καὶ πείρᾳ τινὶ, Πλὴν χρυσίου τάλαντον ἐκ προστάγματος Δόντος προθύμως, οὐ μὲν ἀρνεῖται λαβεῖν· Λαβὼν δ' ἐν ὄψει τοῦ δεδωκότος αὐτίκα Ἄρτον πριάμενος τοῦ ταλάντου· «Τόνδ', ἔφη, Λαβεῖν ἔχρῃζον, οὐ τὸν ἄβρωτον τύφον.» Ταῦτ' οὖν μὲν ἴσα τοῖς ἐμοῖς νόμοις σχεδὸν, 699 Οἵ με πτεροῦσιν εἰς βίον τε καὶ φύσιν Πτηνῶν, ἐφημερίῳ τε κ' ἀσπόρῳ τροφῇ, Κρίνων τε κάλλει εὖ μάλ' ἠμφιεσμένων, Ὑφαῖς ἀτέχνοις ἐγγυῶνταί μοι σκέπην, Εἰ πρὸς μόνον βλέποιμι τὸν μέγαν Θεόν. Ἀλλ' εἴ τι χρή με καὶ ξέσαι τὰ τῶν βίων, Ὡς ἂν δοκοίην μὴ μάτην ταῦθ' ἱστορεῖν, Οἱ μὲν τιμῶντες χρημάτων ἀκτησίαν, Βίον τ' ἐλεύθερόν τε καὶ δεσμῶν ἄνω, Πρῶτον μὲν οὐ καλῶς τὸ καλὸν μετῄεσαν· Πλεῖον γὰρ ἦν ἔνδειξις, ἢ καλοῦ πόθος. Ἢ τί ποτ' ἔδει βωμῶν τε καὶ κηρυγμάτων; Ἒπειτα γαστρὸς ἡδοναῖς ἐφίεσαν, Ὡς ἄν τινες φεύγοντες οὐ πλούτου κόρον, 700 Τὰς φροντίδας δὲ καὶ πόνους τῆς κτήσεως, Τρυφῆς δ' ἀφορμὴν τὸ ἀπορεῖν ποιούμενοι. Δηλοῦσι σησαμοῦσιν ἄρτοι κρίθινοι Ὑπεξιόντες, καὶ τραγῳδίας ἔπη, Ὧν ἕν τι καὶ τόδ' εὐστόχως εἰρημένον· «Ὦ ξένε, τυράννοις ἐκ ποδῶν μεθίστασο,» Σέρις τε φεύγουσ' ἐκ μέσων ἡδυσμάτων, Ὄψον πενήτων, ἄφθονός τε γῆς χάρις. Ἡμῖν δ' ἀνεπίδεικτον μὲν εἴ τι τῶν καλῶν, Οἷς πρῶτόν ἐστι μηδὲ τὴν εὐώνυμον Τὰ δεξιᾶς κινήματ' εἰδέναι σαφῶς. Ἡ δ' ἐγκράτεια μαρτυρεῖ τὸ ἔνθεον. Καλὸν Κλεάνθους τὸ φρέαρ, καὶ Σωκράτους Τὸ ζῇν πενιχρῶς· τἄλλα δ' ὡς ἀσχήμονα! 701 Οἱ Χαρμίδαι τε καὶ σκέπη τριβωνίων, Ὑφ' ἧς τὰ θεῖα τοῖς νέοις ὁ γεννάδας Συνῆν. Μόνοι γὰρ οἱ καλοὶ νοήμονες. Μηδεὶς ἔρωτι σωμάτων θηρευέτω Τὸ κάλλος. Ὣς ὄλοιτο τοῖα σκέμματα· Χωρὶς τὰ Μυσῶν καὶ Λυδῶν ὁρίσματα. Ἀλκμαίονος δὲ τίς τόδ' αἰνέσει ποτὲ, Ὃς πρῶτ' Ἀθηναίων τῶν ἀοιδίμων φέρων Ἀνὴρ γένει τε καὶ κράτει πνέων μέγα, Τοσοῦτον ὤφθη χρημάτων ἡττώμενος, Ὅσον περ εἰκὸς ἦν φανῆναι κρείττονα; Κροίσου γὰρ αὐτὸν πλείοσι δεξιουμένου, 702 Ὧν ἓν, ταμεῖα χρυσοῦ ἅπαντα προθεὶς, Ὡς ἂν δυνάστης τῇ τύχῃ μέγα φρονῶν, Ἔχειν ἐκέλευσεν ὅσον δύναιτο ψηγμάτων· Πλήσας δὲ κόλπους, καὶ γνάθους, καὶ τὴν κόμην Θεὶς χρυσόπαστον (τῆς ἀμετρίας ὅση!) Προῆλθε Λυδοῖς πλούσιος γελώμενος. Τί δ' ὁ Πλάτων σοι, καίπερ ὢν σοφώτατος Ἀνδρῶν; Τί δ' Ἀρίστιππος, τὸν ἥδιστον λέγω; Τί δ' ὁ χαρίεις Σπεύσιππος, ὥσπερ οἴομαι; Ὁ μὲν καπήλου δυστυχοῦς ἔζη βίον, Πόνους διαντλῶν κέρδεσιν θαλαττίους· Ἔλαιον ἦν ὁ φόρτος. Οὔπω τοῦτ' ἴσως 703 Ἐρεῖς ἄπληστον, καὶ πενίᾳ τι προσνέμεις. Τὸ δὲ τραπέζας προσκυνεῖν τυραννικὰς Πλάτωνα· φεῦ λόγων τε καὶ σεμνῶν πόνων! Ἐῶ λέγειν πράσιν τε καὶ οὐχὶ πράσιν, Εἰ μὴ Πλάτωνί τις Λίβυς τῆς Ἑλλάδος Ὤφθη γ' ἀμείνων, καὶ μικροῦ τιμήματος Δόξαν τε καὶ Πλάτωνος ὠνεῖται λόγους. Τοῦ δ' ἐκ Κυρήνης, μέγα μὲν ἡ παῤῥησία· Ὅμως δ' ἔμιξε τῷ ἐλευθέρῳ τρυφὴν, Βλάπτων τὸ καλὸν ἁλμυρῷ τῷ δόγματι. Μύρων γὰρ ὄζων, συμποτῶν κατέπνεε· Τὸ δ' εὐχάριστον τοῦ τρόπου καὶ στωμύλον Ὁδηγὸν εἶχε λημμάτων. Οὕτω ποτὲ 704 Στολὴν γυναικῶν, Ἀρχελάου τοῦ σοφοῦ, Οὐκ οἶδ' ὅπως τε καὶ δι' ἣν τὴν αἰτίαν, Δωρουμένου, Πλάτων μὲν οὐ προσήκατο, Ἴαμβον εἰπὼν καίριον ἐξ Εὐριπίδου· «Οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.» Ὁ δ', ὡς τὸ δώρημ' ἦλθεν εἰς αὐτοῦ χέρας, Φέροντος ἀνδρὸς, καὶ προθύμως λαμβάνει, Καὶ τὴν ἰάμβου κομψότητ' ἰαμβίῳ Βάλλει, τόδ' εἰπών· «Καὶ γὰρ ἐν βακχεύμασιν Οὖσ' ἥγε σώφρων, οὐ διαφθαρήσεται.» Ὁ δ' αὐτὸς Ἀρχέλαος, ὥς φασιν, ποτὲ Λαβεῖν θελήσαντός τι τοῦ Σοφοκλέους, Εὐριπίδῃ δίδωσι τῷ σοφωτάτῳ,

Intertext edge

Open linked passage

Note