Carmina moralia
Gregory of Nazianzus (gregory-of-nazianzus)Mora 705 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
705.1.1
Τοσαῦτ' ἐπειπών· «Σὺ μὲν ἄξιος δοκεῖς Ζητεῖν ἔμοιγε, λαμβάνειν δ' Εὐριπίδης·» Δεικνὺς ὅπερ ἄριστον εὐγενὴς τρόπος. Τάξας δὲ τοῖς Ἕλλησι τοὺς πόρους ποτὲ Ὁ Λυσιμάχου, καὶ τἄλλα τῶν πρώτων φανεὶς Ἐν δημαγωγίαις τε καὶ στρατηγίαις, Τοσοῦτον ὤφθη χρημάτων ἀνώτερος, Ὥσθ' (ὅτι μὲν ἔσχε τοὔνομ' ἐκ τῆς πράξεως, Δίκαιος ὤν τε καὶ καλούμενος εἰς ἔτι, Ἑκὼν παρήσω) τὰς δὲ παῖδας ἡ πόλις Ἐκδοῦσα τιμᾷ χρήμασι πενίαν καλὴν, Αὐτόν τ' ἔθαψεν, οὐκ ἔχονθ' ὅθεν ταφῇ. Οὐκ ἂν παρέλθοιμ' οὐδὲ τὰ Ῥωμαίων καλὰ Ὡς μὴ παλαιοῖς ἰσχυριζοίμην μόνοις. Πύῤῥου κρατήσας ἐν μάχῃ Φαβρίκιος, 706 Ἦν δὲ στρατηγὸς τῶν περιβλέπτων ἄγαν, Καὶ τοῖσδ' ἐνίκα μᾶλλον· ὡς γὰρ εἰς στενὸν Ὁ Πύῤῥος ἦλθεν ἐλπίδων, ἐπειράθη Χρυσοῦ ταλάντοις τὸν στρατηγὸν ἁρπάσαι· Ὁ δ' οὐκ ἐδέξατ', ἀλλ' ὅμως ἐσπείσατο. Ἐπεὶ δ' ὁ Πύῤῥος, ὡς λέγουσ', εἰρηνικὰ Παίζων πρὸς αὐτὸν, τῶν ἐνόπλων θηρίων Ἕνα τῶν ἐλεφάντων ὑπερφυᾶ τε καὶ μέγαν, Οὔπω κατ' ὄψιν οἱ τέως ἐγνωσμένον, Ἔδειξε· ῥινὸς ὑπερφανείσης ἀθρόως Οὔτ' ἐπτοήθη, καὶ τόδ' εἶπεν ἵλεως· «Οὔ μ' οὔτε χρυσὸς εἷλεν, οὔτε θηρίον.» Ἀρκεῖ τοσαῦτα, καὶ τάδε μέτρου πέρα, Ὡς ἄν τις εἴποι χρημάτων καταφρονῶν. Μήτ' οὖν ἐκεῖνα προσδέχου τὰ μὴ καλὰ 707 Βίβλων παλαιῶν, ὦγαθ', αἷς ἐνετράφης· Ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν. Κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους Πένητα ναίειν, δόξαν ἠμποληκότα. Μή μοι γένος γένιζε, μάζα μοι γένος. Τὰ χρήματ' ἀνθρώποισι τιμιώτατα. Πένητος ἀνδρὸς οὐδὲν ἀθλιώτερον. Ἄνευ δὲ χαλκοῦ, Φοῖβος οὐ μαντεύεται. Οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ· Ἢ γὰρ πεφυκὼς ἐσθλὸς, οὐκ ἔχει βίον, Ἢ δυσγενὴς ὢν, πλουσίαν ἀροῖ πλάκα. Πῶς γὰρ καλεῖς δυσδαίμονα, τὸν πένητα μὲν, Πολλῷ δ' ἔχοντα πλουσιώτερον τρόπον; Δύσδαιμον ὄντως τὸ φρονεῖν οὕτω κακῶς. 708 Ταῦτ' οὖν ἅπαντα φεῦγε τούς τ' εἰρηκότας, Εἴτ' ἄλλο τούτοις ἐμφερές τι ἐν λόγοις. Καὶ ταῦτ' ἐπαίνει τῶν σοφῶς εἰρημένων· Ὅτ' ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, Τοῦ δυστυχεῖν νόμιζε ἀῤῥαβῶν' ἔχειν. Μὴ πάντοθεν κέρδαινε, σαυτὸν αἰσχύνων· Τὸ μὴ δικαίως εὐτυχεῖν, ἔχει φόβον. Μὴ Πλοῦτον εἴπῃς, οὐχὶ θαυμάζω θεὸν, Ὃν καὶ κάκιστος ῥᾳδίως ἐκτήσατο. Πένης μέν ἐστι, τὸν τρόπον δὲ πλούσιος. Σοφὸν πένητα μᾶλλον, ἢ Μίδαν κακόν. Ληρεῖ δέ μοι Θέογνις ὡς λῆρον πλατὺν, Κρημνοὺς προτιμῶν τῆς ἀπορίας καὶ βυθοὺς, Κακῶς τε Κύρνῳ νομοθετῶν εἰς χρήματα. 709 Ὅμηρε καὶ σὺ, πῶς τοσοῦτον ἀστάτῳ Πράγματι νέμεις, ὥστε φράσαι που τῶν ἐπῶν, Ὀπηδὸν εἶναι τὴν ἀρετὴν τῶν χρημάτων; Φησίν· Τόδ' εἶπον αὐτὸς, οὐχ οὕτως ἔχων, Γελῶν δὲ τοὺς ἔχοντας οὕτως ἀθλίως. Οὐ γὰρ δοκεῖ σοι τὴν θάλασσαν ἐκφυγὼν Ὀδυσσεὺς ἐκεῖνος, οὗ τὰ πόλλ' ἀθλήματα, Ὀφθεὶς ἀλήτης τῇ βασιλίδι γυμνὸς, Καταιδέσας δὲ τῷ λόγῳ τὴν παρθένον, Φαίαξί τ' αὐτοῖς ἄξιος πλείστου φανεὶς, Εἶναι προδήλως τῆς ἀρετῆς ἐγκώμιον; Τὸν μῦθον αἰνῶ τὸν Φρύγιον, ὃς εὖ ἔχει· Μίδᾳ γὰρ αἰτήσαντι πάντα χρυσίου Πλήρη γενέσθαι, τῆς ἀμετρίας δίκην 710 Θεὸς δίδωσιν ὦνπερ ἠξίου τυχεῖν· Ὁ χρυσὸς ἦν ἄβρωτος· ὃς δ' εἶχεν, νέκυς. Τί μοι ξένων μύθων τε καὶ διδαγμάτων; Αὐτοὺς σκόπει μοι τοὺς ἐμοὺς ἤδη νόμους. Ἐμοὶ γένος μέν ἐστι τὸ πρῶτον καλὸν, Οὗπερ προῆλθον, καὶ πρὸς ὃ πτερῶ βίον, Δεσμῶν ἐμαυτὸν ἐκλύειν πειρώμενος. Ἡ δ' ἐκ μελῶν τε καὶ φθορᾶς ὁρμωμένη, Νεκρῶν τε λαμπρῶν καὶ πάλαι σεσηπότων, Ἣν δὴ καλοῦσιν εὐγένειαν οἱ κάτω, Κόπρου ῥεούσης οὐδὲν εὐγενεστέρα. Πατρὶς δὲ σωμάτων μὲν οὐκ ἐλευθέρα, Φόρων τε δούλη, καὶ κακῶς τετμημένη Κόλποις θαλάσσης καὶ νάπαις περίγραφος, 711 Πολλοὺς ἀμείβουσ' ἀθλίους οἰκήτορας, Αὐτή γε μήτηρ καὶ τάφος γεννημάτων, Κόπτουσα τοὺς κόπτοντας. Ὦ δίκη, δίκη Τοῦ πρωτοπλάστου γεύσεώς τε καὶ πλάνης! Ἡ δ' ἀντὶ ταύτης τοῖς σοφοῖς ζητουμένη Πρὸς ἣν βλέποντες ἐνθάδ' οὐ ῥοιζούμεθα, Ὥσπερ πόα τι ἐφ' ὑδάτων ὀχουμένη, Πλατεῖ ἀτέρμων εὐγενῶν σκηνωμάτων, Κρατουμένη τε τοῖς κατοίκοις εἰς ἀεὶ, Ζώντων τε μήτηρ, καὶ μόγων ἀλλοτρία, Χορός τ' ἄπαυστα Χριστὸν ὑμνούντων μέγαν, Πανήγυρίς τε πρωτοτόκων γεγραμμένων Ἐν οὐρανοῖς βίβλοις τε ταῖς αἰωνίοις. 712 Δόξαν τ' ἐπαινῶ τὴν ἄνω μοι κειμένην, Σταθμὴν δικαίαν, καλὸν ἀψευδέστατον. Ἡ δ' ἐνθάδ', αὖρα καὶ κενῶν κενὴ χάρις· Ἡ μὲν δικαία προστίθησιν οὐδὲ ἕν· Ἡ δ' οὐκ ἀληθὴς εἰς βλάβην καθίσταται. Τὸ γὰρ δοκεῖν, ὑφεῖλε τοῦ εἶναι πολύ. Πλοῦτος δ' ὁ μὲν ῥέων τε καὶ μέθης πλέως, Ὄψιν τε πηρὸς καὶ περιπλανώμενος, Φυσῶν τε πολλοὺς καὶ κενῶς ἀντλῶν τύχην, Γαστρός τις ὄγκος ὑδέρου πεπλησμένος. Ἄλλοις προσέρποι φάρμακον νόσου γέμον Καιροῦ φθόνου τε παίγνιον τιμώμενον. Ἐμοὶ δὲ πλοῦτος ἄφθονός τε καὶ μένων, 713 Ἑστὼς, ἄσυλος, κτημάτων ἀνώτατος, Μηδὲν πεπάσθαι πλὴν Θεοῦ καὶ τῶν ἄνω. Ἅπαντα μὲν γὰρ οὐκ ἂν, εἰ βούλοιτό τις, Κτήσαιτο, οὔτ' ἐκτήσατ' οὔκουν ἄχρι νῦν· Πάντων δ' ἔνεστιν ἀθρόως καταφρονεῖν, Κρείττω τε πάντων τοῦτον εἶναι τὸν τρόπον. Ἄλλοι φάλαγγας τασσέτωσαν ὁπλιτῶν, Πλεῖόν τε πασχέτωσαν, ὧν δρᾶσιν κακῶν, Βάλλοντες, οἰμώζοντες, ἀστάτοις ῥοπαῖς Ἀγχωμαλοῦντες, αἱμάτων ὠνούμενοι Πλούτου τίν' ὄγκον, ἢ τυραννίδος κράτος. Ἄλλοι δὲ γῆς τε καὶ θαλάττης ἀγρίας Κόλπους μετρούντων, ἔμποροι δυσδαίμονες. Ἄλλοι δίκας τε καὶ νόμους ἀντιστρόφους Σπουδῇ πλεκόντων, λημμάτων μικρῶν χάριν· 714 Ἐμοὶ δὲ πάντων Χριστός ἐστιν ὤνιος, Σταυρόν τε τὸν πένητα πλουσίως φέρω, Ῥίψας τὰ σητῶν καὶ στροφὴν πεττευμάτων. Τούτου νόμος μὲν πρῶτος, ἡ πρώτη τρυφὴ, Ἐδὲμ δὲ καὶ παράδεισος εὐθαλὴς φυτοῖς, Πηγή τ' ἐς ἀρχὰς τέτταρας τετμημένη. Οὐ χρυσὸς, οὐκ ἤλεκτρον, οὐδὲ ἄργυρος, Οὐκ εὐχρόων τε καὶ φανῶν λίθων χάρις, Ἃ γῆ δίδωσι τοῖς κάτω νενευκόσι· Μόνοις δὲ καρποῖς ἀφθόνως διέτρεφε Τὸν ἐργάτην Θεοῦ τε καὶ θείας τρυφῆς. Κἀνταῦθ' ὅρος τις ἡδονῇ μετρούμενος· Ξύλου γὰρ εἶργε γνώσεως ἐναντίων. Ὃς οὐ φυλαχθεὶς, παντὸς ἐστέρησέ με, Καὶ γῆς πόνοις ἔδωκε μητρὸς τῆς ἐμῆς. 715 Ὧν εἷς, τὸ πλεῖον τῶν ἀναγκαίων ἔχειν Μηδέν τε μέτρον εἰδέναι τῆς κτήσεως, Κακοῦ τὸ χεῖρον φάρμακον ποιουμένους, Διψῶντας αὐτῷ τῷ ποτῷ καυσουμένους. Ἐξ οὗ, τί γίνεθ', ὡς παράδοξον, σκόπει, Ἀεὶ πένεσθαι τῷ λιπόντι κτωμένους, Τέρψιν δὲ τοῦ κτηθέντος οὐ δύνασθ' ἔχειν, Τῷ μὴ παρόντι· καὶ γὰρ ἐκτήκει φρένας. Πρῶτος μὲν οὗτος εὐτελοῦς ζωῆς νόμος, Ἔστιν δ' ἐκεῖνος δεύτερος. Τὸν Ἀβραὰμ Τὸν πατριάρχην, τὸν θεόπτην τὸν μέγαν, Οἴκου, γένους τε, πατρίδος ἐξελκύσας, Ὁ τῶν μεγίστων οἰκονόμος μυστηρίων, Εἰς γῆν μετήγαγ' εὐκόλως ἀλλοτρίαν, 716 Ξένον, πάροικον, ἄστεγον, πλανώμενον. Πίστις γὰρ εἷλκεν ἐλπίδων τῶν μειζόνων· Ἄρτον
705.2.1
Ἰακὼβ καὶ σκέπην ᾔτει μόνον, Ὁρμῶν ποταμῶν ποτ' εἰς μέσην, ὥσπερ λόγος, Εἰ καὶ πολυθρέμμων ἐπάνεισιν ὕστερον, Μισθὸν δίκαιον εὑρόμενος οὗτον πόνων. Καὶ τοῦτο δ' εἰπεῖν εὖ ἔχει πρὸς οἷς ἔφην· Μωσῆς ὅτ' εἴσω τοῦ γνόφου μόνος μόνῳ Θεῷ προσωμίλησε, καὶ πλαξὶν νόμον Διπλοῦν ἐδέξαθ', ᾧ λεὼν ἦγε μέγαν· Τότ' οὖν μερίζων ἣν κατέσχον ἐκ Θεοῦ, Ἄλλοις μὲν ἄλλην γῆν ἐμέτρησε ξένην· Υἱοῖς δὲ Λευῒ κλῆρον οὐ νέμει μόνοις. Κλῆρος γὰρ αὐτοῖς ὁ κράτιστος, ἦν Θεός. 717 Ἰωναδὰβ δὲ παισὶν εἰσάγων ποτὲ Ἀκτησίαν τε καὶ τὸν ὑψηλὸν βίον (Ἤδει γὰρ, ᾔδει φιλοσοφεῖν, καίπερ τότε Οὐδὲ πενίας πω κειμένης ἐν θαύματι)· Τάδ' εἶπε, πατρὸς λίαν ὡς χρηστοῦ λόγον· «Ὦ παῖδες, οἶον ὑμῖν, ὡς ἄγαν πολὺν Κλῆρον πορίζω, οἷον οὔπω τις πατὴρ Παισὶν δέδωκεν, οὐδ' ὃς εὐπορώτατος· Φεύγοιτε πάντα κλῆρον, εὔλυτον βίον Ἔχοιτε, δεσμῷ μηδένι κρατούμενοι. Σκηνὰς μὲν οἰκεῖτ', οἰκίας κινουμένας· Τέμνοι δὲ γῆν ἄλλος τις· ἄμπελος δέ γε Τούτῳ φυτεύοιθ', ὅντιν' οἶνος εὐφρανεῖ· Ὑμῖν δ' ἄοινος, ἐγκρατὴς ἔστω βίος. 718 Ὧδ' ἂν βιοῦντες, ἀσφαλῶς ζώοιτέ μοι.» Οὗτος μὲν οὖν τοιοῦτος. Ἠλίαν δέ που Θήσοιμεν, ὃν Κάρμηλος ἔτρεφεν μέγας Κόραξι χειμάῤῥῳ τε, γῆς ἐκ διψάδος; Ὃς ὢν πένης τε καὶ πενήτων ἔσχατος, Ἵστη τυράννοις ὑετοὺς, ῥείθρων βάθη· Πῦρ εἷλκεν ἐχθροῖς καὶ θυσίαις ἐξ οὐρανοῦ. Χήραις ἐπήγαζε ῥανίδας στενῆς τροφῆς, Τρέφων τρεφούσας πλουσίως ὁ ἐνδέης· Νεκροὺς δ' ἀνέστη, μισθὸν εὐσεβοῦς σκέπης, Πυρός τ' ἀνήγεθ' ἅρματι πρὸς οὐρανόν. Ἑλισσαίου τε κλῆρος, ὃς
705.3.1
Ἠλίου, Χάρις τε καὶ τὸ κλεινὸν ἐξ ὕψους δέρος. Ὅδε πρὸ γαστρὸς ἱερός. Ὢ τοῦ θαύματος! 719 Πάντως ἀκούεις τὸν Σαμουὴλ τὸν μέγαν, Ὃν μητρὸς εὐχὴ τῷ Θεῷ προσήγαγεν· Εἰ μὴ λίαν τολμηρὸν εἰπεῖν τοῦτό γε· Οὐδ' αὐτὸν εἶχεν· ἐκ βρέφους Θεῷ δοθείς. Τίς ἦν παλαιᾶς καὶ νέας μεταίχμιον Θεοῦ διαθηκῶν, ὡς σκιᾶς καὶ σώματος, Τὴν μὲν κατείργων, τῆς δ' ἀνοίγων εἰσόδους; Τίς φωτὸς ἄκρου προτρέχων λύχνος μέγας; Τίς ἐν γεννητοῖς πρῶτος, ᾧ μάρτυς Θεός; Ἔρημον ᾤκει, καὶ ξένην εἶχε τροφήν· Καμήλιον δ' ἔσθημα δέρματος στροφῇ Ἐσφίγγετ'· ἔγραψε τὸν Ἰωάννην Λόγος, Ὃς οὐδὲ διπλοῦν εἴασε κεκτῆσθαι ῥάκος. 720 Τί δ' ἄν τις εἴποι πρὸς τὸν ἐκ τέχνης τροφὴν Παῦλον πορίζοντ'; ἢ τὸν ἐκ θέρμων μόνων Τρυφῶντα Πέτρον, τοὺς μεγάλους ἀποστόλους Οἳ πάντα κόσμον δικτύων εἴσω Θεοῦ Ἔθηκαν· ὧν αἱ χεῖρες ἔῤῥεον πολὺν Πλοῦτον πένησι πλουσίως δωρουμένων; Ἄλλοι παρῆκαν συγγενέσιν ἁλειάδας, Καλούμενοι Θεῷ πρὸς ἁλείαν κρείττονα. Λόγοις γὰρ ἦσαν τοῖς ἀρίστοις ἠγμένοι Χριστοῦ, ὃς ἐπτώχευσε καὶ σαρκὸς πάχος, Νοῦς ὢν μέγιστος, καὶ νοὸς πρώτη φύσις· Πτωχοὺς δὲ τάξας τοῦ λόγου διαγγέλους, Συνέμπορον δίδωσι τὴν πίστιν μόνην, 721 Γυμνοῖς, ἀχάλκοις, πῆραν οὐκ ἐξημμένοις, Ἀσανδάλοις τε καὶ ἀπόροις, μυστήριον Ὅλης ἐπιτρέψας τῆς νέας οἰκουμένης, Καὶ μηδὲ ῥάβδον ἐν χειροῖν ἐῶν ἔχειν, Ὡς πίστις εἴη τοῦ λόγου τὸ εὐσθενές. Ὅρα τὸ μεῖζον· οὐδὲ τῷ νέῳ μαθεῖν Χρῄζοντι, πῶς ἂν τοῦ τελείου τις τύχοι, Ἄλλῳ τὸ ἄκρον, ἢ μόνῳ περιγράφει, Τῷ δεῖν ἅπαντα τοῖς πένησι σκορπίσαι, Σταυρὸν ἐπ' ὤμων τὸν μέγαν φέρειν ἀεὶ, Αὐτῷ θ' ἕπεσθαι τοῖς κάτω νεκρούμενον, Εἴπερ ποθοίη καὶ συνυψοῦσθαι Θεῷ. Οὕτω τελειοῖ καὶ τελώνας εἰσόδῳ 722 Πάντα προθύμως τῷ Θεῷ δωρουμένους· Καὶ πειθέτω Ζακχαῖος, ὃς πλουτῶν κακῶς Οἴκτῳ πενήτων τῶν τε ἠδικημένων Πλουτεῖ τὸ πένεσθαι, καὶ ῥύπου καθαίρεται. Εἶεν· τὰ μὲν δὴ χρημάτων οὕτως ἔχει. Τῆς δ' ἐγκρατείας μικρὰ μὲν τὰ τῶν πάλαι Σοφῶν παρ' Ἕλλησί τε καὶ τῶν βαρβάρων. Καὶ βαρβάροις γὰρ τῆς ἀρετῆς ἦν τις λόγος. Τί χρὴ δ' ἀφ' ἡμῶν οἷα καὶ ὅσα γράφειν; Πᾶσιν γάρ ἐστι περιφανῆ καὶ γνώριμα. Ἤκουσα τοῦτο τῆς σοφῆς τραγῳδίας· «Γαστρὸς δὲ πειρῶ πᾶσαν ἡνίαν κρατεῖν.» Μόνη γὰρ ὧν πέπονθεν οὐκ ἔχει χάριν.