Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gregory of Nazianzus PG 35-38
Carmina moralia
Mora 735.8.1
Choose a text More by Gregory of Nazianzus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
735.8.1
Διαφόρων βίων μακαρισμοί. Ὄλβιος, ὅστις ἔρημον ἔχει βίον, οὐδ' ἐπίμικτον Τοῖς χαμαὶ ἐρχομένοις, ἀλλ' ἐθέωσε νόον. Ὄλβιος, ὃς πολλοῖσι μεμιγμένος, οὐκ ἐπὶ πολλοῖς 782 Στρωφᾶτ', ἀλλὰ Θεῷ πέμψεν ὅλην κραδίην. Ὄλβιος, ὃς πάντων κτεάνων ὠνήσατο Χριστὸν, Καὶ κτέαρ οἶον ἔχει σταυρὸν, ὃν ὕψι φέρει. Ὄλβιος, ὃς καθαροῖσιν ἑοῖς κτεάτεσσιν ἀνάσσων, Χεῖρα Θεοῖο φέροι τοῖς ἐπιδευομένοις. Ὄλβιος ἀζυγέων μακάρων βίος, οἳ Θεότητος Εἰσὶ πέλας καθαρῆς, σάρκ' ἀποσεισάμενοι. Ὄλβιος, ὃς θεσμοῖσι γάμου τυτθὸν ὑποείξας. Πλειοτέρην Χριστῷ μοῖραν ἔρωτος ἄγει. Ὄλβιος, ὃς λαοῖο φέρων κράτος, εὐαγέεσσι Καὶ μεγάλαις θυσίαις Χριστὸν ἄγει χθονίοις. Ὄλβιος, ὅστις ἐὼν ποίμνης τέκος, οὐρανίοιο Χώραν ἄγει Χριστοῦ, θρέμμα τελειότατον. 783 Ὄλβιος, ὃς καθαροῖο νόου μεγάλῃσιν ἐρωαῖς, Οὐρανίων φαέων δέρκεται ἀγλαΐην. Ὄλβιος, ὃς χείρεσσι πολυκμήτοισιν Ἄνακτα Τίει, καὶ πολλοῖς ἐστι νόμος βιότου. Πάντα τάδ' οὐρανίων πληρώματα ἔπλετο ληνῶν, Αἳ καρποῦ ψυχῶν δέκτριαι ἡμετέρων, Ἄλλην ἀλλοίης ἀρετῆς ἐπὶ χώραν ἀγούσης. Πολλαὶ γὰρ πολλῶν εἰσι μοναὶ βιότων. Ὄλβιος, ὃν πτωχὸν παθέων μέγα Πνεῦμ' ἀνέδειξεν· Ὅστις ἔχει ζωὴν ἐνθάδε πενθαλέην· Ὅστις ἐπουρανίης αἰὲν ἀκόρεστος ἐδωδῆς, Ὅστις ἐνηείῃ κληρονόμος μεγάλων· Ὃς σπλάγχνοισιν ἑοῖσι Θεοῦ μέγαν οἶκτον ἐφέλκει, Εἰρήνης τε φίλος, καὶ καθαρὸς κραδίην· 784 Ὃς πολλὰ Χριστοῖο μεγακλέος εἵνεκ' ἀνέτλη Ἄλγεα, καὶ μεγάλου κύδεος ἀντιάσει. Τούτων, ἣν ἐθέλεις, τάμνε τρίβον. Εἰ μὲν ἁπάσας, Λώϊον· εἰ δ' ὀλίγας, δεύτερον· εἰ δὲ μόνην Ἔξοχα, καὶ τὸ φίλον. Σταθμά γε μὲν ἄξια πᾶσι, Τοῖσι τελειοτέροις, τοῖσί τε μειοτέροις. Καὶ Ῥαὰβ οὐκ εὔκοσμον ἔχεν βίον, ἀλλ' ἄρα καὶ τὴν Κλεινὴν ἀκροτάτη θῆκε φιλοξενίη. Ἐκ δὲ μόνης πλέον ἔσχε Φαρισσαίοιο τελώνης Τῆς χθαμαλοφροσύνης, τοῦ μέγ' ἀειρομένου. Βέλτερον ἀζυγίη, ναὶ βέλτερον· ἀλλ' ἐπίμικτος Κόσμῳ, καὶ χθονίη, χειροτέρη δυάδος Σώφρονος. Ἀκτεάνων αἰπὺς βίος οὐρεσιφοίτων· Ἀλλὰ τύφος καὶ τοὺς πολλάκι θῆκε κάτω. 785 Οὐ γὰρ ἑὴν ἀρετὴν ἄλλοις μετρέοντες ἀρίστοις, Ἄκριτον ἐν κραδίῃ ὕψος ἔχουσιν ὁτέ. Πολλάκι καὶ ζείοντι νόῳ, πώλοισιν ὁμοῖα Θερμοτέροις, νύσσης τῆλε φέρουσι πόδα. Τοὔνεκεν ἢ πτερύγεσσιν ἀείρεο πάμπαν ἐλαφραῖς, Ἠὲ κάτω μίμνων, ἀσφαλέως τροχάειν, Μή που βριθοσύνῃ σεῖο πτερὸν ἐς χθόνα νεύσῃ, Μὴ δὲ πέσῃς ἀρθεὶς πτῶμ' ἐλεεινότατον. Νηῦς ὀλίγη γόμφοισιν ἀρηραμένη πυκινοῖσι, Φόρτον ἄγει μεγάλης πλείονα τῆς ἀδέτου. Στεινὴ μὲν πυλεῶνος ὁδὸς θείοιο τέτυκται, Πολλαὶ δ' ἀτραπιτοὶ ἐς μίαν ἐρχόμεναι. Οἱ μὲν τὴν προΐῳεν, ὅσοις φύσις ἐνθάδε νεύει, Οἱ δ' ἑτέρην, στεινῆς μοῦνον ἀφαπτόμενοι. 786 Οὔτε μίη πάντεσσιν ὁμῶς φίλον ἔπλετ' ἐδωδὴ, Οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. Δάκρυα πᾶσιν ἄριστον, ἀϋπνίη τε, πόνοι τε, Καὶ λύσσαν παθέων ἀργαλέων κατέχειν, Αἰχμάζειν τε κόρον, Χριστοῦ θ' ὑπὸ χεῖρα κραταιὴν Κεῖσθαι, καὶ τρομέειν ἦμαρ ἐπερχόμενον. Εἰ δ' ἄκρην τελέως ἴοις τρίβον, οὐκέτι θνητὸς, Ἀλλά τις οὐρανίων. Γρηγορίοιο νόμοι.

Intertext edge

Open linked passage

Note