Carmina moralia
Gregory of Nazianzus (gregory-of-nazianzus)Mora 735 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
735.1.1
Ἀντιστατούντων πνευμάτων ἐπιδρομαῖς; Τοιαῦτα ἀθλητῶν τῶν ἐμῶν τὰ θαύματα. Πίσαν δέ μοι σὺ καὶ κόνιν τὴν Δελφικὴν Αὔχεις, Νεμέαν τε καὶ πίτυν τὴν Ἰσθμίαν· Δι' ὧν ἔφηβοι δυστυχεῖς ἔσχον κλέος, Ἄθλων τιθέντες μικρὰ καὶ μικρῶν γέρα, Πυγμῆς, πάλης τε καὶ δρόμου, καὶ ἁλμάτων, Ἃ μήτε νικᾷν, μήτε νικᾶσθαι μέγα. Οὐ γὰρ Θεὸς τὸ ἆθλον, ἢ σωτηρία, Ὡς τοῖς ἐμοῖς νόμοις τε καὶ παλαίσμασι, Τυχεῖν τε δόξης τῆς ἄνω καὶ στεμμάτων. Ἐπεὶ δὲ τὴν ἀνδρείαν ἐν τούτοις ἴδες, (Ἣν καὶ μιμεῖσθαι ταῖς καθ' ἡμέραν πάλαις Πρὸς τὸν διώκτην τοῦ βάθους καὶ λάθριον, Κλέπτοντα δεινῶς ταῖς πλάνοις αἰσθήσεσι, Κράτιστόν ἐστι καὶ λίαν σωτήριον), 736 Δεῦρο σκόπει μοι καὶ τὰ τῆς αἰνουμένης Ἡμῖν μάλιστα σωφροσύνης. Ἔχει δέ πως. Εἰσὶν μὲν, εἰσὶ καὶ παρ' Ἕλλησίν τινες Ταύτης ἐρασταὶ καὶ πάλαι καὶ νῦν ἔτι. Οὐ γὰρ ἀπιστήσω γε τοῖς θρυλλουμένοις· Φθόνος γὰρ οὐδεὶς σωφρονεῖν καὶ τοὺς ξένους. Ξενοκράτην λέγουσιν, ὡς πόρνης τινὸς Οἷ προσριφείσης ἔκ τινων πειρωμένων, (Καὶ γὰρ καθεύδων νυκτὸς), ἡνίκ' ᾔσθετο, Οὔτ' ἐπτοήθη τῷ ξένῳ τῆς ὕβρεως, Οὔτ' ἐξανέστη, ἢ φυγεῖν ἠνέσχετο· Ἄμφω γὰρ εἶναι δεύτερα Ξενοκράτους· Οὕτω δ' ἀκίνητός τε καὶ ἄτρωτος ἦν, Ὥστ' ἐκφυγοῦσαν ἀσμένως βοᾷν· «Τί με Νεκρῷ παρευνάσαντες ἠπατήσατε;» Ἐπίκουρος ἡδονὴν μὲν ἠγωνίζετο 737 Εἶναι τὸν ἆθλον τῶν ἐμοὶ πονουμένων, Εἰς ἢν τελευτᾷ πάντα τ' ἀνθρώπων καλά. Ὡς ἂν δὲ μὴ δόξειεν ἡδονῆ τινι Ταύτην ἐπαινεῖν, κοσμίως καὶ σωφρόνως Ἔζη, βοηθῶν ἐκ τρόπου τῷ δόγματι. Οὐδ' ὁ Πολέμων ἔμοι γε σιγηθήσεται· Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων. Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ λίαν αἰσχρὸς ἡδονῶν ὑπηρέτης· Ἐπεὶ δ' ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρὼν, οὐκ ἔχω δ' εἰπεῖν τίνα, Εἴτ' οὖν σοφόν τιν', εἴθ' ἑαυτὸν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ' ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων. Ἑταῖραν εἰσεκάλει τις ἀκρατὴς νέος· 738 Ἡ δ' ὡς πυλῶνος ἦλθε, φασὶ, πλησίον, Τῆς δ' ἦν προκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα, καὶ γὰρ ἦν σεβασμία. Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ' ἐπαισχυνθεῖσα τὸν γεγραμμένον. Καὶ τοῦτο πολλοῖς οἶδα τῶν λαλουμένων· Δίων ἀνέπνει, φασὶν, οὐ μάλ' ἡδύ τι (Τοῦτον λέγω Δίωνα, οὗ πολὺς λόγος), Καὶ τοῦτ' ἐκερτόμησε τῶν τις ἀστικῶν· Τόνδ', ὡς εἶδε γυναῖκα τὴν αὑτοῦ, φράσαι· «Τί τοῦτο; οὐ γὰρ ἔφρασάς μοι τὴν νόσον.» Καὶ τὴν σὺν ὅρκῳ· «Τοῦτο πάντων ἀῤῥένων, Εἰπεῖν, τὸ σύμπτωμ' ᾠόμην, οὐ σοῦ μόνου.» Τοσοῦτον ἀνδρῶν καὶ φίλων ἀποστατεῖν· Ὁ γὰρ λόγος, δήλωμα τοῦ σεμνοῦ τρόπου. 739 Τίς δ' οὐκ ἐπαινεῖ τῶν Ἀλεξάνδρου τόδε; Ὃς τὰς Δαρείου παῖδας ὡς ἡττημένου Εἰς χεῖρας εἷλεν· εὐπρεπεῖς δ' εἶναι μαθὼν, Εἰς ὄψιν οὐκ ἐδέξατ'· εἶναι γὰρ κακοῦ, Τ' ἀνδρῶν κρατήσανθ' ἥσσον' εἶναι παρθένων. Ταῦτ' ἐστι τῶν ἐμῶν μὲν οὐδὲν πλησίον· Ὅμως δ' ἐπαινῶ· καὶ πόθεν; λευκὴν ἰδεῖν Μορφὴν ἐν Αἰθίοψιν, ἡλίκη χάρις. Ἢ καὶ θαλάσσης ἐν μέσῳ νάμα γλυκύ! Ὣς δ' ἐν πονηροῖς καὶ κακοῖς διδάγμασιν, Ἔχειν τι σῶφρον, ἦ μεγίστου θαύματος. Ὧν γὰρ σεβάσματ' ἐστὶν ἐμπαθέστατα, Τούτοις τὸ πάσχειν δηλαδὴ καὶ τίμιον. Καὶ γὰρ θεῶν τιν', οὗ τὸ πάθος, προΐσταται, 740 Κακῶν βοηθῷ τοῦ κακοῦ κεχρημένος. Τίνων ἔρωτες, εἰπέ μοι, καὶ ἀῤῥένων, Δεῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν. Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται, Ἥδιστον νέκταρ οἰνοχοῦντες ἐκλύτως; Αἰσχύνομαι γὰρ τοῖς Διὸς μυστηρίοις. Τίνων, γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις; Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένοις. Πῶς πάντα ποιοῦσ' αἱ γυναῖκες τὸν Δία, Ταῦρον, κεραυνὸν, κύκνον, ἄνδρα, θηρίον, Χρυσὸν, δράκοντα, τὰς ἔρωτος ἐκστάσεις, Τὸν ὕπατόν τε καὶ κακίστων μήστορα; Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεὸν, Βωμούς τ' ἐγείρει καὶ ναοὺς παθήμασι; 741 Τίνων δὲ νύκτες, νυκτὸς ὄντως ἄξιαι, Σεμνῶς ἀτίμων συμβόλοις τιμώμεναι; Ἰθύφαλλοί τε καὶ Φαλλοὶ, γέλως μέσος, Θεὸν νέον μιγνύντες ἐν τοῖς πλάσμασιν· Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ' ἦν πρέπον, Ἑρμαφρόδιτοι, Πᾶνες, ἀσχήμων γόνος· Θεοὶ τραγοσκελεῖς τε καὶ τράγοι τρόπον, Παρ' οἷς γάμων χορεύτριαι καὶ παρθένοι· (Δεῖ γὰρ γάμου τι πάσχειν, εἰ καὶ μὴ γάμου). Παρ' οἷς γαμίζουσ' αἱ καλαὶ τὰς οὐ καλὰς, 742 Συνεισφέρουσαι προῖκα, πορνείας πόρον. Ἡ αἰσχρότης δὲ δαιμόνων τιμή τινος, Ὡς μηδὲ τὸ φιλάνθρωπον εὔσχημον μένειν. Ἐντεῦθεν ἔσχεν αἰσχρὰ τὴν παῤῥησίαν, Πόρνης τέγη μισθώμαθ', ὕβρις ἔννομος. Ταῖς σφῶν δ' ἑταίραις τὴν Ἀφροδίτην οἱ σοφοὶ Μορφοῦσιν, ὡς θεοῖντο τῷ σοφίσματι· Καὶ Φειδία τὰ παιδικὰ ἐν τῷ δακτύλῳ Τῆς παρθένου γραφέντα· «Παντάρχης καλός.» Ἐντεῦθεν ὡς ἀνδρίαι καὶ στρατηγίαι Λαμπραὶ γραφαῖς τε καὶ κρότοις καὶ συγγραφαῖς, 743 Ὡς καὶ τὸ κοινὸν κάλλος. Ἄθρει μοι τόσας Πόρνας ναοῖς τε καὶ θεοῖς τιμωμένας, Εὐφρὼ, Φρύνην, Λέαιναν ἐν τῷ θηρίῳ, (Σεμνὸν γὰρ ἦν καὶ τοὔνομ' ἐν ναοῖς μέσοις), Τὴν Ἑλλάδος δέσποιναν, ἧς πολὺς λόγος, Ἐξ Ὑκκάρων φθαρεῖσαν αἰσχρὰν Λαΐδα, Ἄλλας τε πολλὰς, οὐ γὰρ ἀξιῶ λόγου. Τούτων μὲν οὖν, βέλτιστε, ὥσπερ εὐφυὴς Ἀργυρογνώμων, εἴ τι μὲν καλὸν, δέχου· Ἀπεκλέγου δ' ἃ μή σε ποιεῖ βελτίω· Τοῖς σοῖς δὲ πᾶσι προστρέχειν διδάγμασι, Τύποις τε ἀνδρῶν καὶ γυναικῶν σωφρόνων· Ὧν ἐλπίς ἐστι καὶ Θεὸς διδάσκαλος, Κρείσσους νόμους γράφοντες ὧν ἡ χεὶρ γράφει. 744 Ἡμεῖς γάρ ἐσμεν οἱ, τὸ μοιχεύειν κακὸν Ἄλλων τιθέντων καὶ κολαζόντων νόμῳ, Αὐτοὶ τὸ τούτου μεῖζον εἰσηγούμενοι, Μὴ δ' ἐμβλέπειν αἰσχρῶς τε καὶ παθητικῶς, Εἰς ἓν τιθέντες τῷ τέλει τὴν αἰτίαν, Ὡς τῷ φονεύειν τὸν χόλον, παρ' οὗ φόνος. Ὅρκου θ' ἑτοιμότητα τῇ ψευδορκίᾳ· Ὧν γὰρ κακόν τι χωρὶς οὐ γενήσεται, Ταῦτ' οὐκ ἐῶντες, καὶ τὰ δεινὰ φεύγομεν. Οὕτως ἐμοὶ τὸ σῶφρόν ἐστιν ἀσφαλές· Ἐξ οὗ πολύς μοι καὶ χορὸς τῶν παρθένων, Ζωὴν ἄσαρκον ἀγγέλων μιμούμενος, Θεοῦ τε τοῦ συνόντος αὐτῷ καὶ μόνου. Ὅθεν τί γίνετ'; Ἐς βίον τὸν δεύτερον 745 Ἅπαντα συῤῥεῖν, καὶ ποθεῖν μετάστασιν Δεσμῶν λυθέντα καὶ νόμων γαμηλίων, Ἐξ οὗ με Χριστὸς, παρθένου μητρὸς τόκος Φανεὶς, νόμοις καινοῖσι ποιεῖ παρθένον. Ἐπεὶ γὰρ ἦλθον εἰς βίον καὶ δέσμιος, Ῥύσει τὰ ῥευστὰ καὶ φθορᾷ τὰ τῆς φθορᾶς Γνῶναι βιασθεὶς, ὡς μάθω τὰ κρείσσονα Ἐκ τῶν ὁρωμένων τε καὶ πλανωμένων· Χαίρων ἐπανάγων πρὸς Θεὸν τὴν εἰκόνα, Ἐλευθέρῳ τε καὶ ἀσυνδέτῳ βίῳ, Μηδὲν λελοιπὼς τῆς ἐμῆς ἴχνος δορᾶς, Ἀσκόν τιν' ἄλλον ἐν βίῳ φυσώμενον. Ὅλος θ' ὅλῳ τε τῷ Θεῷ κινούμενος, Πολλῶν μετ' ἄλλων γνησίων συνεμπόρων 746 Οἳ πρὸς μόνην βλέποντες ἣν ἐλπίζομεν Ζωὴν, ἀνῆκαν οὐ κόμας οὐδ' οὐσίας Θεῷ, παρ' οὗ τὰ πάντα, ὧν ἔχουσι δὲ Τὸ πρῶτον, ἁγνείαν τε καὶ ἀσαρκίαν. Τὰ Ναζιραίων τῶν νέων συστήματα, Πλήθοντα καὶ στίλβοντα τοῖς ἔνδον καλοῖς, Ἃ παρθένοι τιμῶσι μέχρις αἵματος. Τί σοι λέγοιμ' ἂν Θέκλαν; ἢ τὴν, ἢ τινὰς, Ὅσαι Θεῷ τὸ κάλλος ἐσφραγισμένον Τηρεῖν θέλουσαι, κινδύνοις προσέδραμον; Τὸ δ' οὖν ἀεὶ πᾶσίν τε γνωριμώτατον, Ὁρᾷς ἀγρύπνους παρθένων ψαλμῳδίας Ἀνδρῶν, γυναικῶν, φύσεως λελησμένων· Οἵων θ' ὅσων τε, καὶ ὅσον θεουμένων! 747 Σύμφωνον, ἀντίφωνον ἀγγέλων στάσιν Δισσὴν, ἄνω τε καὶ κάτω τεταγμένην, Θείας ὑμνῳδὸν ἀξίας καὶ φύσεως; Οὕτω μὲν οὖν ἁγνεία σοι τιμητέα, Λόγοις τοσούτοις καὶ τύποις, πρὸς οὓς βλέπων, Ἅγνιζε σαυτὸν, ὡς Θεοῦ δέξῃ νόμους Φρονήσεως δὲ πάντα μὲν τὰ τοῦ λόγου. Τί γὰρ φρονήσεως δίχα τῶν αἰνουμένων; Πρῶτον δὲ καὶ μέγιστον, εἰδέναι Θεὸν, Ἔργῳ λόγῳ τε γνησίως τιμώμενον· Πηγὴ γὰρ αὕτη πᾶσι καὶ σωτηρία. Θεὸς νοεῖται μέν τισιν, εἰ καὶ μετρίως· Ὑπ' οὐδενὸς δὲ φράζετ', οὐδ' ἀκούεται, 748 Ὅσον πέρ ἐστι, κἄν τις οἴηται λίαν. Παρεμπίπτει γὰρ, ὡς ἀχλὺς, τῷ σκέμματι Ἀεί τι τῶν ἐμῶν τε καὶ ὁρωμένων· Ὅπερ ὑπερβὰς συγγένωμαι τῷ Θεῷ, Ὡς καὶ κρατῆσαι καὶ πεπεῖσθαι τοῦτ' ἔχειν Ὅπερ λαβεῖν ἔσπευδον, οὐ κάμνων ἔτι. Θεὸν τὸ μὴ σέβειν μέν ἐστ' ὀλοώτατον, Μηδ' αἰτίαν τιν' εἰδέναι πρώτην ὅλων, Ἐξ ἧς τὰ πάντα καὶ προῆλθε καὶ μένει, Τάξει τ' ἀφράστῳ καὶ λόγῳ τηρούμενα. Ὁ δ' ἐστὶν οἴεσθ' εἰδέναι, βλάβη φρενῶν, Πλὴν εἰ καθ' ὑδάτων τις ἡλίου σκιὰν Βλέπων, νομίζοι προσβλέπειν τὸν ἥλιον· 749 Ἢ καὶ πυλῶνος κάλλος ἐκπεπληγμένος, Τὸν δεσπότην οἴοιτο τῶν ἔνδον βλέπειν. Ἄλλος μὲν ἄλλου καὶ ποσῶς σοφώτερος, Ὃς πλεῖον αὐγῆς ἔσπασε, πλείω βλέπων· Κάτω δ' ὅμως ἅπαντες ἀξίας Θεοῦ, Ὃν φῶς καλύπτει, οὗ σκότος προΐσταται. Ἣν καὶ ζόφον τέμνῃ τις, ἀνταστράπτεται Τοῦ φωτὸς ἄκρου δευτέρῳ προβλήματι. Διπλοῦν δ' ὑπερέχειν οὐ μάλ' εὐπετὲς σκέπας Ὃς πάντα πληροῖ καὶ ἄνω παντὸς μένει, Ὃς νοῦν σοφίζει, καὶ νοὸς φεύγει βολὰς, Ἕλκων ἀεί με πρὸς ὕψος ὑπεκδρομεί. Θεὸν μάλιστα καὶ νοεῖν μὲν καὶ σέβειν, Δεικνὺς τὸ φίλτρον ἐν ζέσει τῶν ἐντολῶν. 750 Ζητεῖν δ' ὅ ἐστι, μηδὲ πάντη, μηδ' ἀεὶ, Μήτε προχείρως πᾶσι γυμνοῦν τὸν λόγον. Τὸ μὲν λεγέσθω τοῦ Θεοῦ καὶ σὺν φόβῳ· Τὸ δ' ἔνδον ἔστω κείμενον, καὶ νῷ μόνῳ Σέβοιτο κρυπτὸν, ἀψόφως τιμώμενον. Τῷ δ' οὖς ἀνοίγοιτ', ἢν διδάσκῃ τις λόγος, Ἧττον γὰρ οὖς, ἢ γλῶττα κίνδυνον φέρει. Τὸ δ' ὕστερον δεοίμεθ' ἐκμαθεῖν σαφῶς, Λυθέντος ἡμῖν τοῦ πάχους· νῦν δ', ὡς σθένος, Σαυτὸν καθαίρειν καὶ νεοῦν λαμπρῷ βίῳ· Δέξῃ γὰρ οὕτω καὶ Θεὸν νοούμενον. Ναῷ Θεὸν δὲ προστρέχειν ἅπας λόγος· Ἁγνοῦ γὰρ ἁγνός ἐστιν οἰκητήριον. Οἱ μὲν λογισμοὶ μικρὸν εἰς γνῶσιν Θεοῦ. 751 Λόγῳ γάρ ἐστι πᾶς λόγος ἀντίστατος. Στρεπτὴν δὲ πίστιν οὑμὸς οὐκ ἔχει λόγος· Τὸ δ' ἐξέχεσθαι τοῦ λαλουμένου μέγα. Ὃς μὲν γὰρ ἠγάπησε, καὶ στερχθήσεται· Ὃς δ' ἠγάπηται, καὶ ἔνοικον λαμβάνει. Οὗ δ' ἐστὶν, οὐκ ἔνεστι μὴ φῶς τυγχάνειν· Φωτὸς δὲ πρῶτον αὐτὸ γιγνώσκειν τὸ φῶς. Οὕτω τὸ φίλτρον πρόξενον καὶ γνώσεως· Ἥδ' ἔστ' ἀμείνων εἰς ἀλήθειαν τρίβος, Τῆς ἐν λόγῳ τε καὶ στροφαῖς τιμωμένης. Ὃ δ' οὖν ἐφικτὸν, τοῦτο καὶ δηλώσομεν. Ἄναρχον, Ἀρχὴ, Πνεῦμα, Τριὰς τιμία, Ἀναίτιον, γεννητὸν, ἐκπορεύσιμον· Πατὴρ τὸ μέν· τὸ δ' Υἱὸς, αὐτὸς καὶ Λόγος· 752 Τὸ δ' οὐ μὲν Υἱὸς, Πνεῦμα δ' οὐσίας μιᾶς. Εἷς ἐκ τριῶν Θεός τε καὶ κοινὸν σέβας· Οἷς καὶ τὸ θνητὸν τῆς πλοκῆς ἐκλύομαι. Ταῦτ' ἢν σέβῃς μοι καὶ κρατῇς, σεμνῷ βίῳ Ῥίψας ἅπασαν τὴν κάτω βίου ζάλην, Λόγῳ τ' ἀληθεῖ καὶ μίσει τῶν πλασμάτων Ἄνω τε τάξῃ, καὶ γένοιό μου πλέον, Ὡς ἂν τύχοιο πλείονος παῤῥησίας.
735.2.1
Πρὸς κόσμον διαλογισμός. Ἐρώτ. Δικάζομαί σοι, κόσμε. Τίς, πόθεν πάρει, Πρῶτον δίδαξον, καὶ ὅποι καταστρέφεις. Ῥοιζεῖς δὲ πῶς με κύκλος ὡς μύρμηκ' ἄγων; Ἀπόκρ. Οὐκ οἶδ' ὅθεν προῆλθον, ἐκ Θεοῦ δέ γε. 753 Καταστρέφω δ' εἰς κρεῖσσον. Οὐ ῥοιζῶ δέ σε, Ἀλλ' αὐτὸς ὢν ἄκοσμος, ὑβρίζεις ἐμέ. Ἐρ. Πῶς οὖν σὺ μὲν πέπηγας, ἄστατος δ' ἐγώ; Ἀπ. Ἐγὼ μὲν ἐκτός εἰμι, καὶ τίς ἡ χάρις; Σὺ δ' ὢν θελητὴς, εἰ θέλεις, ἔχεις πλέον. Ἐρ. Καλῶς· τὰ δ' ἐκτὸς τίς φέρει; Ἀπ. Τί γὰρ κακόν; Ὕλη τάδ' ἐστὶ τοῖς καλοῖς σωτηρίας. Ἐρ. Ἢ κρεῖσσον αὑτὸν αἰτιᾶσθ'; Ἀπ. Οὕτως ἔχει.
735.3.1
Περὶ τοῦ ἐπικήρου τῆς ἀνθρωπίνης φύσεως. Κόσμε φίλ', οὐ φίλε πάντα, τί μ' ὡς τροχὸς ἀμφιέλικτος Ῥοιζηδὸν φορέεις ἀντιπορευόμενον, 754 Μύρμηχ' ὡς ὀλίγον, πικρὴν φορὰν ἀσχαλόωντα; Ἔμπα γε μὴν φορέεις τόσσον ἐόντα, τόσος. Οἶδα μὲν ὡς θεόθεν σὺ Θεοῦ κλέος. Ἀλλὰ καὶ αὐτὸς Χριστοῦ χειρὶ πάγην, πλεκτὸς ἀπ' ἀμφοτέρων, Οὐρανίων χθονίων τε. Τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Ψυχὴ δ' αὖ μεγάλου ἐστὶν ἄημα νόου. Ἀλλὰ καὶ ὡς πολλοῖσιν ἐλαύνομαι ἔνθα καὶ ἔνθα Πήμασιν ἐξ ἐμέθεν, πήμασι δυσμενέος. Δελφὶς δ' ὡς ἐπὶ χέρσον ἁλίδρομος, ἠέρι θνήσκω. Κόσμε, παρῆλθον ἐγὼ, λαὸν ἄτρωτον ἄγοις.
735.4.1
Περὶ τοῦ αὐτοῦ. Ἀλλήλους μὲν ἐγώ τε καὶ ὁ χρόνος, ὡς πετεηνὰ Ἢ νέες ἐν πελάγει ἀντιπαρερχόμεθα, 755 Ἑσταὸς οὐδὲν ἔχοντες· ὃ δ' ἤμπλακον, οὐ παραθρέξει, Ἀλλὰ μένει· ζωῆς τοῦτο μογηρότατον. Οὐδ' ὅ τι εὔξομ' ἔχω, ζῆσαι πλέον, ἠὲ λυθῆναι· Τάρβος ἐπ' ἀμφοτέροις· ὧδε δὲ φράζεό μοι. Ζωή μοι πολύμοχθος ἁμαρτάσιν. Εἰ δὲ θάνοιμι, Αἲ αἲ, τῶν προτέρων οὐδὲν ἄκος παθέων. Εἰ ζωὴ τόδε σοι τεκμαίρεται, ἧς τόσον ἄχθος, Οὐδὲ τὸ λυθῆναι λῦσιν ἔχει καμάτων, Κρημνὸς δ' ἀμφοτέρωθε. Τί ῥέξομεν; ἦ τόδ' ἄριστον, Λεύσσειν πρὸς σὲ μόνον, σήν τ' ἀγανοφροσύνην.
735.5.1
Περὶ τῆς ἀνθρωπίνης φύσεως. Χθιζὸς ἐμοῖς ἀχέεσσι τετρυμένος, οἶος ἀπ' ἄλλων Ἥμην ἐν σκιερῷ ἄλσεϊ, θυμὸν ἔδων. 756 Καὶ γάρ πως φιλέω τόδε φάρμακον ἐν παθέεσσιν, Αὐτὸς ἐμῷ θυμῷ προσλαλέειν ἀκέων. Αὖραι δ' ἐψιθύριζον ἅμ' ὀρνιθέεσσιν ἀοιδοῖς, Καλὸν ἀπ' ἀκρεμόνων κῶμα χαριζόμεναι, Καὶ μάλα περ θυμῷ κεκαφηότι. Οἱ δ' ἀπὸ δένδρων Στηθομελεῖς, λιγυροὶ, ἠελίοιο φίλοι, Τέττιγες λαλαγεῦντες ὅλον κατεφώνεον ἄλσος. Πὰρ δ' ὕδωρ ψυχρὸν ἐγγὺς ἔκλυζε πόδας, Ἦκα ῥέον δροσεροῖο δι' ἄλσεος. Αὐτὰρ ἔγωγε Τὼς ἐχόμην κρατερῶς ἄλγεος, ὡς ἐχόμην. Τῶν μὲν ἄρ' οὐκ ἀλέγιζον, ἐπεὶ νόος, εὖτε πυκασθῇ Ἄλγεσιν, οὐκ ἐθέλει τέρψιος ἀντιάειν. Αὐτὸς δὲ, στροφάλιγξιν ἑλισσομένοιο νόοιο, Τοίην ἀντιπάλων δῆριν ἔχων ἐπέων· 757 Τίς γενόμην, τίς δ' εἰμὶ, τί δ' ἔσσομαι; Οὐ σάφα οἶδα. Οὐδὲ μὲν ὅστις ἐμοῦ πλειότερος σοφίην. Ἀλλ' αὐτὸς νεφέλῃ κεκαλυμμένος ἔνθα καὶ ἔνθα, Πλάζομαι οὐδὲν ἔχων, οὐδ' ὄναρ, ὧν ποθέω. Πάντες γὰρ χθαμαλοὶ καὶ ἀλήμονες, οἷσι παχείης Σαρκὸς ἐπικρέμαται κυανέη νεφέλη. Κεῖνος δ' ἐστὶν ἐμεῖο σοφώτερος, ὃς πλέον ἄλλων Ἤπαφεν ἧς κραδίης ψεῦδος ἑτοιμολόγον. Εἰμί. Φράζε τί τοῦτο; Τὸ μὲν παρέθρεξεν ἐμεῖο· Ἄλλο δὲ νῦν τελέθω, ἄλλ' ἔσομ', εἴ γ' ἔσομαι. Ἔμπεδον οὐδέν· ἔγωγε ῥόος θολεροῦ ποταμοῖο Αἰὲν ἐπερχόμενος, ἑσταὸς οὐδὲν ἔχων. Τίπτε με τῶνδ' ἐρέεις; τί δέ σοι πλέον εἰμὶ, δίδαξον. 758 Καὶ νῦν τῇδε μένων, δέρκεο μή σε φύγω. Οὔτε δὶς ὃν τοπάροιθε, ῥόον ποταμοῖο περήσεις Ἔμπαλιν, οὔτε βροτὸν ὄψεαι, ὃν τοπάρος. Ἦν πάρος ἐν χροῒ πατρὸς, ἔπειτά μ' ἐδέξατο μήτηρ, Ξυνὸν δ' ἀμφοτέρων. Ἔνθεν ἔπειτα κρέας Ἄκριτον, ἄβροτον, αἶσχος ἀνείδεον, οὔτε λόγοιο, Οὔτε νόου μετέχον, μητέρα τύμβον ἔχον. Δὶς ταφέες, ζώοντες ἐπὶ φθορᾷ. Ἣν γὰρ ὁδεύω Ζωὴν, τήνδ' ὁρόω τῶν ἐτέων δαπάνην, Ἥ μοι γῆρας ἔχευεν ὀλοίϊον. Εἰ δέ με κεῖθι Αἰὼν οὐ φθινύθων δέξεται, οἷα φάτις, Φράζεο μὴ ζωὴ μὲν ἔχῃ μόρον, ἡ δὲ τελευτὴ Ζωή σοί γε πέλῃ, ἔμπαλιν ἣ δοκέεις. 759 Οὐδὲν ἔφυν. Τί κακοῖσι δαμάζομαι, ὥς τι πεπηγός; Τοῦτο γὰρ ἡμερίων ἄτροπόν ἐστι μόνον, Συμφυὲς, ἀστυφέλικτον, ἀγήραον. Ἐξότε κόλπων Μητρὸς ὀλισθήσας πρῶτον ἀφῆκα δάκρυ, Ὁσσατίοις, οἵοις τε συναντήσασθαι ἔμελλον Πήμασι, δακρυχέων πρὶν βιότοιο θίγω! Χώρην μέν τιν' ἄθηρον ἀκούομεν, ὥς ποτε Κρήτην, Καί τινα καὶ κρυερῶν ἀλλοτρίην νιφάδων· Θνητῶν δ' οὔ ποτέ τις τόδ' ἐπεύξατο, ὡς ἀδάμαστος Τοῦδε βίου στυγερῶν ἔνθεν ἀπῆλθε μόγων. Ἀδρανίη, πενίη τε, τόκος, μόρος, ἔχθος, ἀλιτροὶ, Θῆρες ἁλὸς, γαίης, ἄλγεα, πάντα βίος. Πήματα μὲν καὶ πάμπαν ἀτερπέα πόλλ' ἐνόησα, 760 Τῶν δ' ἀγαθῶν οὐδὲν πάμπαν ἄμοιρον ἄχους, Ἐξέτι τοῦ, ὅτε μοι πικρὴν ἐπομόρξατο ποινὴν Γεῦσίς τ' οὐλομένη, καὶ φθόνος ἀντιπάλου. Σοὶ μὲν δὴ, σὰρξ, τοῖα δυσαλθέϊ, εὐμενέοντι Ἐχθρῷ, καὶ πολέμῳ οὔποτε λυομένῳ, Θηρὶ πικρὸν σαίνοντι, πυρὶ ψύχοντι, τὸ θαῦμα! Θαῦμα μέγ', εἴ ποτ' ἐμοί γ' ὕστατον εὐμενέοις. Ψυχὴ, σοὶ δ' ἄρ' ἔπειτα λελέξεται ὅσσ' ἐπέοικε. Τίς, πόθεν, ἢ τί πέλεις; τίς δέ σε νεκροφόρον Θήκατο, καὶ στυγερῇσι πέδαις ἐνέδησε βίοιο, Ἐς χθόνα βριθομένην πάντοθε; Πῶς ἐμίγης Πνεῦμα πάχει, σαρξὶν δὲ νόος, καὶ ἄχθεϊ κούφη; Ταῦτα γὰρ ἀλλήλοις μάρναται ἀντιθέτως. 761 Εἰ μὲν δὴ σάρκεσσιν ὁμόσπορος ἐς βίον ἦλθες, Ὤ μοι συζυγίης τηλόθεν οὐλομένης! Εἰκών εἰμι Θεοῖο, καὶ αἴσχεος υἱὸς ἐτύχθην· Αἰδέομαι τιμῆς μητέρα μαργοσύνην. Ῥεῦσις γάρ μ' ἐφύτευσεν, ὁ δ' ἔφθιτο· νῦν βροτός· αὖθις Οὐ βροτὸς, ἀλλὰ κόνις· ἐλπίδες ὑστάτιαι. Εἰ δὲ σύ γ' οὐρανίη, τίς, ὅθεν; ποθέοντα δίδαξον. Εἰ μὲν ἄημα Θεοῦ καὶ λάχος, ὡς φρονέεις, Ῥίψον ἀτασθαλίην, καὶ πείθομαι. Οὐ γὰρ ἔοικε Τοῦ καθαροῦ ῥυπαρὴν ἔμμεναι, οὐδ' ὀλίγον. Οὐδὲ γὰρ ἠελίοιο λάχος σκότος, οὐδὲ πονηροῦ Πνεύματος αἰγλῆεν ἔκγονον ἐξεφάνη. Πῶς δ' ὀλοοῦ Βελίαο τινάγμασι τόσσον ἐλαύνῃ, 762 Καί περ ἐπουρανίῳ Πνεύματι κιρναμένη; Εἰ γὰρ τοῖον ἔχουσα βοηθόον ἐς χθόνα νεύεις, Αἲ αἳ τῆς ἀκράτου σῆς ὀλοῆς κακίης! Εἰ δ' οὔ μοι θεόθεν σὺ, τίς ἡ φύσις; ἦ μέγα τάρβος, Μή ποτε μαψιδίῳ κύδεϊ φυσιόω. Πλάσμα Θεοῦ, παράδεισος, Ἔδεμ, κλέος, ἐλπὶς, ἐφετμὴ, Ὄμβρος ὁ κοσμολέτης, ὄμβρος ὁ πυρσοπόλος, Αὐτὰρ ἔπειτα νόμος, γραπτὸν ἄκος· αὐτὰρ ἔπειτα Χριστὸς ἑὴν μορφὴν ἡμετέρῃ κεράσας, Ὥς κεν ἐμοῖς παθέεσσι παθὼν Θεὸς, ἄλκαρ ὀπάζοι, Καί με θεὸν τελέσῃ εἴδεϊ τῷ βροτέῳ. Ἀλλ' ἔμπης ἀδάμαστον ἔχω μένος, ἐς δὲ σίδηρον Αὐτοφόνῳ μανίῃ σπεύδομεν, ὥστε σύες 763 Τίπτ' ἀγαθὸν βιότοιο; Θεοῦ φάος; Ἀλλ' ἄρα καὶ τοῦ Εἴργει με φθονερὴ καὶ στυγερὴ σκοτίη. Οὐδὲν πλεῖον ἔμοιγε. Τί δ' οὐ πλέον ἐστὶ κακοῖσιν; Αἴθε γὰρ ἶσον ἔχον, καὶ μάλα περ μογέων! Κεῖμ' ὀλιγοδρανέων· τάρβος δέ με θεῖον ἔκαμψε· Τέτρυμ' ἠματίαις φροντίσι καὶ νυχίαις. Οὗτος ὁ βρισαύχην με καὶ ὕπτιον ὦσεν ὀπίσσω, Λὰξ ἐπέβη. Σὺ δέ μοι δείματα πάντα λέγε, Τάρταρον ἠερόεντα, πυριφλεγέθοντας, ἱμάσθλας, Δαίμονας, οἳ ψυχῶν πράκτορες ἡμετέρων. Μῦθος ἅπαντα κακοῖσι, τὸ δ' ἐν ποσὶ μοῦνον ἄριστον· 764 Οὐδὲν ἐπιστρέφεται τῆς βασάνου κακίη. Λώϊον ἦν ἀλιτροῖσιν ἐς ὕστερον ἔμμεν' ἄτιτα, Ἢ ἐμὲ νῦν κακίης πήμασιν ἀσχαλαᾷν. Ἀλλὰ τί μοι, βροτέων τί δέ μοι τόσον ἄλγε' ἀείδειν; Ἡμετέρης γενεῆς πᾶσιν ἔπεστιν ἄχος. Οὔ μοι χθὼν ἀτίνακτος, ἅλα κλονέουσιν ἀῆται. Ὧραι δ' ἀλλήλαις εἶξαν ἐπεσσύμεναι. Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ' ἤχλυσεν ἠέρα χεῖμα. Ἄστρασιν ἠέλιος, ἠελίῳ δὲ νέφος Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη· Αὐτὰρ ὅγ' ἡμιφανὴς οὐρανὸς ἀστερόεις Καὶ σύ ποτ' ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι, Βάσκανε, νῦν δ' ἔπεσες αἶσχος ἀπ' οὐρανίων 765 Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων. Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ' ἐπεσβολίαις. Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα; Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγῳ. Οὐ δέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ᾠδῆς Ἵσταμαι· ἡμετέρης τοῦτ' ὀλιγοφρενίης. Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις, Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος. Ὥς μοι ταῦτ' ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν. Ὀψὲ δ' ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ' ἔβην, Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ' αὖτε Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου. 766
735.6.1
Περὶ τῆς τοῦ ἐκτὸς ἀνθρώπου εὐτελείας. Τίς γενόμην; τίς δ' εἰμί; τί δ' ἔσσομαι οὐ μετὰ δηρόν; Πῆ δὲ φέρων στήσεις πλάσμα μέγ', Ἀθάνατε, Εἴ τι μέγ', ὡς μὲν ἔγω γε ὀΐομαι, οὐδὲν ἐόντες, Ὀφρὺν μαψιδίως τείνομεν ἡμέριοι. Εἰ τόδε μοῦνον ἔοιμεν, ὅσον πλεόνεσσι πέφανται, Ζωῆς δ' ὀλλυμένης, μηδὲν ἔχοιμι πλέον. Πόρτις μὲν διάλυξεν ἑὸν κευθμῶνα τεκούσης, Καὶ σκαίρει, γλυκερόν τ' οὖθαρ ἀνακραδάει. Καὶ τριετὴς ζυγὸν ἦρε, καὶ εἴρυσεν ἄχθος ἀπήνης, Αὐχένα δ' αὐχενίῳ κάρτεϊ μίξε μέγαν. Νεβρὸς δ' αἰολόδερμος, ἐπὴν διὰ γαστρὸς ὀλισθῇ, Αὐτίκα μητρὸς ἑῆς πὰρ ποδὶ θῆκε πόδα, 767 Φεύγει δ' ὠμοβόρους τε κύνας, καὶ ἵππον ἐλαφρὸν, Καὶ λόχμης πυκινῆς κεύθεται ἐν λαγόσιν. Ἄρκτοι δ', οὐλομένων τε συῶν γένος, ἠδὲ λέοντες, Τίγρις τ' ἠνεμόεις, παρδαλίων τε μένος, Αὐτίκα φρίξεν ἔθειραν ἐπήν κε σίδηρον ἴδηται, Φρίξεν, καὶ κρατεροὺς ἆλτ' ἐπὶ θηρολέτας. Ἄρτι δέ τ' ἄπτερος ὄρνις, ἐΰπτερος οὐ μετὰ δηρὸν, Ἠέρα δινεύει πολλὸν ὕπερθε δόμου. Ξουθὴ δ' αὖτε μέλισσα λίπε σπέος, οἶκον ἔτευξεν Ἀντίθετον, γλυκεροῦ πλῆσε γόνοιο δόμον. Πάντα δέ τ' εἴαρός ἐστιν ἑνὸς πόνος, αὐτομάτη δὲ Πᾶσι τροφὴ, γαίης δαῖτα χαριζομένης. Οὐ πόντον τέμνουσιν ἀπηνέα, οὐκ ἀρόυσιν, Οὐ ταμίαι κείνοις, οὐδὲ κυπελλοφόροι. 768 Καὶ πτερὸν ὄρνιν ἔθρεψε ταχὺν, καὶ ἄγκεα θῆρα, Βαιὰ πονησαμένους, φροντὶς ἐπηματίη. Λὶς δὲ μέγας καὶ θῆρα τὸν ἔκτανεν, ὥσπερ ἄκουσα, Λάψας, δαιτὸς ἑῆς λείψαν' ἀποστυγέει. Ἄλλοτε μὲν δαίσαθ' ἑτερήμερος, ἄλλοτε δ' αὖτε Λάψε ποτὸν, βριαρῶς γαστέρι μέτρα φέρων. Τοσσάτιον κείνοισιν ἀμοχθότερος βίος ἐστί· Πέτρη καὶ κλαδεὼν, οἶκος ἀεὶ σχέδιος Ἀρτεμέες, κρατεροὶ, περικαλλέες· ἢν δὲ δαμάσσῃ Νοῦσος, ἀπενθεῖς ἄλκιμον ἆσθμα λίπον. Οὐ γοεροῖς μελέεσσι περισταδὸν, ἄλλοθεν ἄλλος, Μύροντ', οὐδὲ φίλοι κέρσαν ἄπο πλοκάμους. Εἴπω μείζονα μῦθον· ἀταρβέες ἐνθάδ' ὄλοντο, Οὐδὲν ὑποτρομέει θὴρ κακὸν, εὖτε θάνῃ. 769 Ἄθρει καὶ μερόπων δειλὸν γένος, ὥς κε τόδ' εἴπῃς, Ἦ ῥ' ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον. Ῥοιῆς μὲν γόνος εἰμὶ, μόγῳ δέ με γείνατο μήτηρ. Ἐθρέφθην πολλοῖς καὶ στυγεροῖς καμάτοις. Ἀγκὰς ἔχεν μήτηρ με, γλυκὺν πόνον· αὐτὰρ ἔπειτα Γαῖαν ἐπεξεόμην, ἄλγεσι τειρόμενος. Ἔνθεν ἔβην τετράκωλος ἐπ' οὔδεος. Ἔνθεν ἀέρθην Ἴθμασιν ἐν τρομεροῖς, κλεπτόμενος παλάμαις. Ἔνθεν νοῦν ὑπέλαμπον ἀναυδέος ἴχνεσι φωνῆς. Ἔνθεν δ' αὖ μύθων δάκρυσ' ὑφ' ἡγεμόσιν. Εἰκοσέτης συνάγειρα μένος, καὶ πήμασι πολλοῖς Πρόσθεν ὑπηντίασα, ὥς τις ἀεθλοφόρος. Ἄλλα μὲν ἔστιν ἐμοί γε· τὰ δ' ᾤχετο, τοῖς δὲ μογήσεις, Εὖ τόδ', ἐμὴ ψυχὴ, ἴσθι, περῶσα βίον, 770 Ὁλκὸν ἀπιστότατον, ῥόον ἄγριον, οἶδμα θαλάσσης, Τῇ καὶ τῇ πυκινοῖς πνεύμασι βρασσόμενον. Πολλὰ μὲν ἀφραδίῃσι τινάσσομαι· ἄλλα δὲ δαίμων Ζωῆς ἡμετέρης ἤγαγεν ἀντίπαλος. Εἰ γάρ κεν ὅσα τερπνὰ καὶ ὁππόσα λυγρὰ βίοιο Ἀντιταλαντεύοις, μέσσα τάλαντ' ἐρύων, Πολλόν κεν βρίθουσα κακῶν ἐπὶ γαῖαν ἴκοιτο Πλάστιγξ, ἡ δ' ἀγαθῶν, ἔμπαλιν ὕψι θέοι. Δῆρις, πόντος, ἄρουρα, μόγος, ληΐστορες ἄνδρες, Κτῆσις, δασμογράφοι, πράκτορες, εὐρυβόαι, Ῥητῆρες, βίβλοι τε, δικασπόλοι, ἀρχὸς ἀλιτρὸς, Πάντα τάδ' ἐστὶ βίου παίγνια λευγαλέου. Δέρκεο καὶ ὅσα τερπνά· κόρος, βάρος, ᾆσμα, γέλωτες, Τύμβος ἀεὶ πλήρης μυδαλέων νεκύων, 771 Ἕδνα, γάμος, γάμος ἄλλος, ἐπὴν ὁ πρόσθεν ὄληται, Μοιχοὶ, μοιχολέται, παῖδες ὕποπτον ἄχος, Κάλλος φίλτρον ἄπιστον, ἀτάρβητον κακὸν αἶσχος, Φροντίδες εὐτεκνίης, ἄλγεα δυστεκνίης, Πλοῦτος καὶ πενίη δισσὸν κακὸν, ὕβρις, ἀνίη, Σφαῖρα νέων παλάμαις ἀνταποπεμπομένη. Ταῦτ' οὖν εἰσορόων, φρένα δάπτομαι, εἴ τις ἄριστον Οἴεται, ᾧ τὸ κακὸν πλεῖον ἀρειοτέρου. Οὐ δακρύεις ἀΐων ὁπόσ' ἄλγεα καὶ προτέροισιν; Οὐκ οἶδ' εἰ δακρύσεις, ἢ γελάσεις ἀΐων. Ἄμφω καὶ πινυτοῖσιν ἐφήρμοσε ταῦτα πάροιθεν 772 Τῷ μὲν κλαυθμὸς ἔην κἀνθάδε, τῷ δὲ γέλως, Ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες, Δῄουν ἀλλήλους εἵνεκα πορνιδίου. Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι, Ἀμφὶ συὸς κεφαλῇ, θριξί τε χοιριδίαις. Αἰακίδαι μέγ' ἄεισμα, θάνον γε μὲν, ὃς μὲν ἐπ' ἐχθροῖς Μαινομένῃ παλάμῃ, αὐτὰρ ὁ μαχλοσύνῃ. Ἀμφιτρυωνιάδαο μέγα κλέος· ἀλλὰ δαμάσθη Εἵματι σαρκοφάγῳ κεῖνος ὁ παντολέτης. Κῦροί τε Κροῖσοί τε κακὸν μόρον οὐχ ὑπάλυξαν, Οὐδὲ μὲν ἡμέτεροι χθιζὸν ἄνακτες ὅσοι. 773 Καί σε, δρακοντιάδη, μένος ἄσχετε, ὤλεσεν οἶνος, Ἡνίκ', Ἀλέξανδρε, γαῖαν ἐπῆλθες ὅλην. Τί πλέον ἐν φθιμένοισιν; ἴη κόνις, ὀστέα μοῦνα, Ἥρως Ἀτρείδης, Ἴρος ἀλητοβόρος. Κωνσταντῖνος ἄναξ, θεράπων ἐμός· ὅστις ἄνολβος, Ὅστις ἐρικτήμων· ἓν πλέον ἐστὶ τάφος. Καὶ τὰ μὲν ἐνθάδε, τοῖα· τὰ δ' ἄλλοθι, τίς κεν ἐνίσποι· Ὁππόσα τοῖς ἀδίκοις ὕστατον ἦμαρ ἄγει, Πῦρ βρομέον, σκότος αἰνὸν, ἀπόπροθι φωτὸς ἐοῦσι Σκώληξ, ἡμετέρης μνῆσις ἀεὶ κακίης. Λώϊον, εἰ βιότοιο πύλας, κακὲ, μὴ σὺ πέρησας, Εἰ δ' ἐπέρησας, ἅλος, θήρεσιν ἶσα, λύθης, Ἢ ὅτε κἀνθάδ' ἔχεις τόσσ' ἄλγεα, καὶ μετόπισθεν Ποινὴ χειροτέρη τῶν ὅσα ἐνθάδ' ἔχεις. Ποῦ μοι πρωτογόνοιο μέγα κλέος; ὤλετ' ἐδωδῇ. 774 Ποῦ Σολομὼν πινυτός; ἀλλὰ γυναιξὶ δάμη. Ποῦ δὲ δυωδεκάδος συναρίθμιος ἦν, ὅτ' Ἰούδας, Κέρδεος ἀντ' ὀλίγου ἀμφεχύθη σκοτίην. Χριστὲ ἄναξ, λίτομαί σε, κακῶν ἄκος αὐτίκ' ὀπάζοις, Ἔνθεν ἀναστήσας σῷ θεράποντι, μάκαρ. Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἐλπίδες οὐράνιαι, ταῖς ὀλίγον τι πνέω. Τῶν δ' ἄλλων ἀγαθῶν πουλὺς κόρος. Ὅσσ' ἐπὶ γαίης Σύρετ', ἐφημερίοις πάντα λιπεῖν ποθέω· Πάτρην, ἀλλοδαπήν τε, θρόνους, καὶ ἀπόθρονον εὖχος, Ἐγγύθεν, ἀλλοτρίους, εὐσεβέας, κακίους, Ἀμφαδίους, λοχόωντας, ἀβάσκανον ὄμμα φέροντας, Αὐτοφόνῳ κακίῃ ἔνδοθι τηκομένους. Ἄλλοις τερπνὰ βίοιο· ἐγὼ δὲ πρόφρων ὑπαλύξω. Οἴμοι τοῦδε βίου πήμασι μακροτέρου! 775 Μέχρι τίνος κόπροισι παρέξομαι; ὡς ἅπαν ἐσθλὸν Ζωῆς ἡμετέρης, δίστομός ἐστι χάρις, Δέξασθαι, ῥίψαι τε μετρούμενον ἦμαρ ἐπ' ἦμαρ. Βαιὸν λαιμὸς ἔχει, τἄλλα δὲ πάντ' ἀμάρη. Χεῖμα πάλιν, θέρος αὖθις, ἀμοιβαδὸν εἶαρ ὀπώρη, Ἤματα καὶ νύκτες, φάσματα δισσὰ βίου. Οὐρανὸς, αἶα, θάλασσα, νεώτερον οὐδὲν ἔμοιγε, Οὔθ' ὅσα πηκτὰ πέλει, οὔθ' ἃ περιτρέπεται· Τῶν κόρος. Ἄλλον ἔμοιγε βίον καὶ κόσμον ὀπάζοις· Τῷ μογέων, πρόφρων πήματα πάντα φέρω. Αἲ θάνον, εὖτέ με μητρὸς ἐνὶ σπλάγχνοισιν ἔδησας, Εὐθὺς ἐμοὶ σκοτίη δάκρυον ἀρχομένῳ! Τίς βίος; ἐκ τύμβοιο θορὼν, ἐπὶ τύμβον ὁδεύω· 776 Ἐκ δὲ τάφοιο, πυρὶ θάψομ' ἀπηλεγέως. Αὐτὸ δ' ὅσον πνείω, ποταμοῦ ῥόος ὦκα θέοντος, Αἰὲν ἀπερχομένου, ἐρχομένου τ' ὄπιθεν, Ἑσταὸς οὐδὲν ἔχοντος· ὅλον κόνις, ὄμματ' ἐμεῖο Βαλλουσ', ὥς κε Θεοῦ τῆλε πέσω φαέων, Τοίχους δ' ἀμφαφόων, καὶ ἀλώμενος ἔνθα καὶ ἔνθα. Ζωῆς τῆς μεγάλης ἐκτὸς ἔχοιμι πόδα. Τολμήσω τινὰ μῦθον ἐτήτυμον, ὥς ῥα Θεοῖο Παίγνιόν ἐστι βροτὸς, τῶν ἓν, ὅσα πτολίων. Ἄλλο πρόσωπον ὕπερθεν, ὃ χεὶρ κάμεν· ἢν δ' ἄρ' ἀερθῇ, Ἅζομαι, ἐξαπίνης ἐξεφάνην ἕτερος. Τοῖος ἅπας μερόπων δειλῶν βίος, οἷσι μέμηλεν Ἐλπὶς ὀνειραίη. Ταῦτ' ἔχετ' εἰς ὀλίγον. 777 Αὐτὰρ ἐγὼ Χριστοῖο δεδραγμένος, οὔ ποτε λήξω, Δεσμῶν τοῦδε βίου λυόμενος χθονίου. Καὶ γὰρ διπλόος εἰμί· τὸ μὲν δέμας ἔνθεν ἐτύχθη· Τοὔνεκα καὶ νεύει πρὸς χθόνα τὴν ἰδίην. Ψυχὴ δ' ἔστιν ἄημα Θεοῦ, καὶ κρείσσονα μοίρην Αἰὲν ἄγαν ποθέει τῶν ὑπερουρανίων. Ὣς πηγῆς ῥόος ἐστὶν ἐπίδρομος, αἰθόμενον δὲ Πῦρ ὁδὸν οἶδε μίην ἄτροπον· ἅλλετ' ἄνω. Ὣς μέγας ἐστὶ βροτὸς, καὶ ἄγγελος· ἢν ἀπαΐξας, Ὥσπερ ὄφις, στικτοῦ γήραος, ἔνθεν ἴοι. Ὦ πάλλεσθ', ἱερῆες· ἐγὼ θάνον. Ὦ καὶ ἀλιτροὶ Γείτονες, οὐκέτι με φρίξετε, ὡς τὸ πάρος. 778 Αὐτοῖς μὲν μέγαν οἶκον ἀεὶ ζώοντος Ἄνακτος Φράσσετε· αὐτὰρ ἐγὼ πάντα λιπὼν, ἓν ἔχω, Σταυρὸν ἐμῆς ζωῆς φανὸν στύλον. Ἢν δ' ἄρ' ἀερθῶ Ἔνθεν, καὶ θυέων ἅψομ' ἐπουρανίων, Τοῖς φθόνος οὐ πελάει, τυκτὸν κακὸν, εἰ θέμις εἰπεῖν, Πηνίκα καὶ φθονερῶν ἄφθονος εὔξομ' ὕπερ.
735.7.1
Περὶ τῶν τοῦ βίου ὁδῶν. Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει, Τίς πάλιν ἐκ κόνιος ἔσσομ' ἀνιστάμενος; Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα; 779 Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι, Ἄλλη δ' ἀλλοίοις πήμασι συμφέρεται. Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον. Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν! Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων· Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη. Κάλλος δ' ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ, Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου. Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου. Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ, Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος. Αἱ δ' ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ, Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων. Στεινὴ δ' ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν, 780 Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ. Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ' ὄνειδος. Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως, Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος, Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις, Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων, Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος, Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις, Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις. Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον. Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ, Ὅσσα νέα· θνητῶν δ' οὐδὲν ἀκιδνότερον. 781 Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν, Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους· Δάκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς, Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος, Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν· Ζώειν τ' ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.
735.8.1
Διαφόρων βίων μακαρισμοί. Ὄλβιος, ὅστις ἔρημον ἔχει βίον, οὐδ' ἐπίμικτον Τοῖς χαμαὶ ἐρχομένοις, ἀλλ' ἐθέωσε νόον. Ὄλβιος, ὃς πολλοῖσι μεμιγμένος, οὐκ ἐπὶ πολλοῖς 782 Στρωφᾶτ', ἀλλὰ Θεῷ πέμψεν ὅλην κραδίην. Ὄλβιος, ὃς πάντων κτεάνων ὠνήσατο Χριστὸν, Καὶ κτέαρ οἶον ἔχει σταυρὸν, ὃν ὕψι φέρει. Ὄλβιος, ὃς καθαροῖσιν ἑοῖς κτεάτεσσιν ἀνάσσων, Χεῖρα Θεοῖο φέροι τοῖς ἐπιδευομένοις. Ὄλβιος ἀζυγέων μακάρων βίος, οἳ Θεότητος Εἰσὶ πέλας καθαρῆς, σάρκ' ἀποσεισάμενοι. Ὄλβιος, ὃς θεσμοῖσι γάμου τυτθὸν ὑποείξας. Πλειοτέρην Χριστῷ μοῖραν ἔρωτος ἄγει. Ὄλβιος, ὃς λαοῖο φέρων κράτος, εὐαγέεσσι Καὶ μεγάλαις θυσίαις Χριστὸν ἄγει χθονίοις. Ὄλβιος, ὅστις ἐὼν ποίμνης τέκος, οὐρανίοιο Χώραν ἄγει Χριστοῦ, θρέμμα τελειότατον. 783 Ὄλβιος, ὃς καθαροῖο νόου μεγάλῃσιν ἐρωαῖς, Οὐρανίων φαέων δέρκεται ἀγλαΐην. Ὄλβιος, ὃς χείρεσσι πολυκμήτοισιν Ἄνακτα Τίει, καὶ πολλοῖς ἐστι νόμος βιότου. Πάντα τάδ' οὐρανίων πληρώματα ἔπλετο ληνῶν, Αἳ καρποῦ ψυχῶν δέκτριαι ἡμετέρων, Ἄλλην ἀλλοίης ἀρετῆς ἐπὶ χώραν ἀγούσης. Πολλαὶ γὰρ πολλῶν εἰσι μοναὶ βιότων. Ὄλβιος, ὃν πτωχὸν παθέων μέγα Πνεῦμ' ἀνέδειξεν· Ὅστις ἔχει ζωὴν ἐνθάδε πενθαλέην· Ὅστις ἐπουρανίης αἰὲν ἀκόρεστος ἐδωδῆς, Ὅστις ἐνηείῃ κληρονόμος μεγάλων· Ὃς σπλάγχνοισιν ἑοῖσι Θεοῦ μέγαν οἶκτον ἐφέλκει, Εἰρήνης τε φίλος, καὶ καθαρὸς κραδίην· 784 Ὃς πολλὰ Χριστοῖο μεγακλέος εἵνεκ' ἀνέτλη Ἄλγεα, καὶ μεγάλου κύδεος ἀντιάσει. Τούτων, ἣν ἐθέλεις, τάμνε τρίβον. Εἰ μὲν ἁπάσας, Λώϊον· εἰ δ' ὀλίγας, δεύτερον· εἰ δὲ μόνην Ἔξοχα, καὶ τὸ φίλον. Σταθμά γε μὲν ἄξια πᾶσι, Τοῖσι τελειοτέροις, τοῖσί τε μειοτέροις. Καὶ Ῥαὰβ οὐκ εὔκοσμον ἔχεν βίον, ἀλλ' ἄρα καὶ τὴν Κλεινὴν ἀκροτάτη θῆκε φιλοξενίη. Ἐκ δὲ μόνης πλέον ἔσχε Φαρισσαίοιο τελώνης Τῆς χθαμαλοφροσύνης, τοῦ μέγ' ἀειρομένου. Βέλτερον ἀζυγίη, ναὶ βέλτερον· ἀλλ' ἐπίμικτος Κόσμῳ, καὶ χθονίη, χειροτέρη δυάδος Σώφρονος. Ἀκτεάνων αἰπὺς βίος οὐρεσιφοίτων· Ἀλλὰ τύφος καὶ τοὺς πολλάκι θῆκε κάτω. 785 Οὐ γὰρ ἑὴν ἀρετὴν ἄλλοις μετρέοντες ἀρίστοις, Ἄκριτον ἐν κραδίῃ ὕψος ἔχουσιν ὁτέ. Πολλάκι καὶ ζείοντι νόῳ, πώλοισιν ὁμοῖα Θερμοτέροις, νύσσης τῆλε φέρουσι πόδα. Τοὔνεκεν ἢ πτερύγεσσιν ἀείρεο πάμπαν ἐλαφραῖς, Ἠὲ κάτω μίμνων, ἀσφαλέως τροχάειν, Μή που βριθοσύνῃ σεῖο πτερὸν ἐς χθόνα νεύσῃ, Μὴ δὲ πέσῃς ἀρθεὶς πτῶμ' ἐλεεινότατον. Νηῦς ὀλίγη γόμφοισιν ἀρηραμένη πυκινοῖσι, Φόρτον ἄγει μεγάλης πλείονα τῆς ἀδέτου. Στεινὴ μὲν πυλεῶνος ὁδὸς θείοιο τέτυκται, Πολλαὶ δ' ἀτραπιτοὶ ἐς μίαν ἐρχόμεναι. Οἱ μὲν τὴν προΐῳεν, ὅσοις φύσις ἐνθάδε νεύει, Οἱ δ' ἑτέρην, στεινῆς μοῦνον ἀφαπτόμενοι. 786 Οὔτε μίη πάντεσσιν ὁμῶς φίλον ἔπλετ' ἐδωδὴ, Οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. Δάκρυα πᾶσιν ἄριστον, ἀϋπνίη τε, πόνοι τε, Καὶ λύσσαν παθέων ἀργαλέων κατέχειν, Αἰχμάζειν τε κόρον, Χριστοῦ θ' ὑπὸ χεῖρα κραταιὴν Κεῖσθαι, καὶ τρομέειν ἦμαρ ἐπερχόμενον. Εἰ δ' ἄκρην τελέως ἴοις τρίβον, οὐκέτι θνητὸς, Ἀλλά τις οὐρανίων. Γρηγορίοιο νόμοι.
735.9.1
Περὶ ζωῆς ἀνθρωπίνης. Ὁ χοῦς, ὁ πηλὸς, ἡ παλίστροφος κόνις. Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν, Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ, Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις, 787 Ἣν ἡ βιαία συστροφὴ τῶν πνευμάτων Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω. Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον· Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω, Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν. Νῦν δὲ προκύψας, ὥσπερ ἔκ τινος βάθους, Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι, Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας, Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον.
735.10.1
Περὶ τῆς αὐτῆς. Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος, 788 Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος. Ἄνω κινεῖται, καὶ περισπᾶται κάτω· Οὐχ ἵσταται γὰρ, κἂν δοκῇ πεπηγέναι. Φεύγων κρατεῖται, καὶ μένων ἀποτρέχει. Σκιρτᾷ δὲ πολλὰ, καὶ τὸ φεύγειν οὐκ ἔχει. Ἕλκει, καθέλκει τῇ κινήσει τὴν στάσιν. Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων, Ἢ καπνὸν, ἢ ὄνειρον, ἢ ἄνθος χλόης.
735.11.1
Περὶ πόθου. Δεινὸν πόθος πᾶς. Ἂν δὲ καὶ φιλουμένου, Διπλοῦν τὸ δεινόν. Εἰ δὲ καὶ κόρας νέας, Τριπλοῦν τὸ κέντρον. Εἰ δὲ καὶ κάλλους γέμων, Πλεῖον τὸ κακόν. Εἰ δὲ πρὸς γάμον φέρει, Πῦρ ἔνδον αὐτὴν βόσκεται τὴν καρδίαν. 789
735.12.1
Περὶ θανάτου φιλουμένων. Πικρὸν τάφος πᾶς· ἂν δὲ καὶ τέκνου τάφος, Διπλοῦν τὸ κακόν. Εἰ δ' ἀρισταίου πάλιν, Ἡ συμφορὰ πῦρ. Εἰ δὲ νυμφίου νέου, Ἡ καρδία ῥάγηθι τῶν γεννητόρων.
735.13.1
Περὶ φίλων τῶν μὴ καλῶν. Δεινὸν τὸ πάσχειν. Ἂν δὲ καὶ φίλων ὕπο, Ὡς χεῖρον. Ἂν δὲ καὶ λαθραίοις δήγμασι, Τοῦτ' οὐ φορητόν. Ἂν δὲ καὶ πιστῶν ὕπο, Ἐπίσχες. Ἂν δὲ καὶ Θεοῦ παραστατῶν, Ποῖ τις τράπηται; πῶς φύγῃ κακῶν φοράν;
735.14.1
Εἰς τὸ αὐτό. Δεινὸν τὸ λυποῦν. Ἂν δὲ καὶ λυπῇ φίλος, Ἀνδραποδῶδες. Ἂν δὲ καὶ δάκῃ λάθρα, Ὡς θηριῶδες. Ἂν δὲ καὶ γυνὴ λάλος, Δαίμων σύνοικος. Ἂν δὲ καὶ δικασπόλος, Χρεία κεραυνῶν. Ἂν δὲ καὶ θυηπόλος, Ἄκουε, Χριστὲ, καὶ δίκαζε τὴν δίκην.
735.15.1
Πρὸς πολυόρκους διάλογος. Α. Ὅρκου τί χεῖρον; Οὐδὲν, ὡς ὁ ἐμὸς λόγος. Β. Πῶς τοῦτ' ἐλέγχεις; εἰπέ μοι. Α. Λίαν προδήλοις καὶ σαφεστάτοις λόγοις. Β. Τίσι; δίδαξον. 791 Α. Τούτοις. Ἀπόκριναι δὴ, καὶ σκεψώμεθα. Β. Λέγ', εἰ λέγεις τι, φίλτατε. Α. Πάντων τι μεῖζον οἶδας ὧν ἐπίστασαι; Β. Τίνων ἐρωτᾶς; Α. Πάντων, ὁρωμένων τε καὶ νοουμένων. Β. Θεοῦ τι μεῖζον οὐ νοῶ. Α. Ὀρθῶς λέγεις μὲν, οὐχὶ δ' ὀρθῶς ἠρόμην. Β. Ἐχρῆν δὲ δὴ πῶς; Α. Οὐκ ἔστι μεῖζον· οὐδὲ γὰρ συγκρίνεται. Οὐ γὰρ σαφές σοι; Β. Καὶ πάνυ. Α. Τί οὖν μέγιστον πυνθάνεσθ' ἐχρῆν ἴσως; Β. Οὕτω νομίζω. Α. Καὶ τοῦτο δ' ἂν λέγοιτο ἐκ συγκρίσεως. Β. Οὐκ οἶμαι· πῶς λέγεις; 792 Α. Οὐδὲν μέγιστόν ἐστι μὴ τῶν συμφυῶν· Θεοῦ δὲ τί συμφυές; Β. Οὐδέν. Α. Λεγέσθω τοιγαροῦν ἄλλως Θεός. Β Ὅπως λέγοις ἂν ἕλωμαι. Α. Τί τῶν ἁπάντων τ' οὐδὲ συγκριτός; Β. Θεός. Ἐροῦμεν οὕτως, ὡς δοκεῖ. Α. Τί δ' οὐ σεβαστὸν, καὶ μόνον, πάσῃ φύσει; Β. Μόνον σεβαστὸν, εὖ λέγεις. Α. Ἢ καὶ σεβαστὸν καί τι καὶ ὑβριστέον; Β. Καὶ πῶς ἄμικτα μίξομεν; Α. Καὶ γὰρ σκοπῶμεν ὅρκος εἰ τιμὴν φέρει, Ἀλλ' οὐδέ γ' ὕβριν· Εἰ μή γ' ὑπῆρχε κίνδυνος ψευδορκίας, Οὕτως ἂν εἶχε καὶ σέβας· Ὥς τις μεσίτης ἀσφαλὴς καλούμενος, Καὶ γὰρ μεσίτης. 793 Νῦν δὲ σκόπει μοι τὸ πρᾶγμα καὶ ποῖ φέρει. Β. Σχεδὸν μὲν οἶδα, πλὴν λέγε. Α. Ζητῶ τιν' εἰκὼ τοῦ λόγου σαφεστάτην. Β. Τίς δ' ἂν γένοιτο; Α. Πέτραν τιν' εἶδες ἐκ λόφου κινουμένην; Β. Καὶ πολλάκις γε· πῶς γὰρ οὔ; Α. Ῥοίζῳ τε πολλῷ σφενδονημένην κάτω; Β. Πολλῷ φόβῳ τε. Α. Ἢ καὶ τόδ' εἶδες ῥᾳδίως ἱσταμένην; Β. Εἰ μή τις ἄλλος, οὐκ ἐγώ. Αὑτὴν γὰρ ὠθοῦσ' ἡ πέτρα, κρείττων χερός. Α. Λέγεις ἀληθῆ· Τὸ δ' αὐτὸ πάσχω, κἂν ἐγὼ κατατρέχω. Ῥοῖζος φέρει με πρὸς βίαν· 794 Μένειν δ' ἀπαρχῆς κἀμὲ ῥᾷστον καὶ λίθον. Β. Ῥᾷστον τί δ' οὐκ ἔχει; Α. Τούτῳ κακὸν μέν ἐστι καὶ πᾶν προσφερὲς, Μάλιστα δ' ὅρκος, οἵομαι. Τὸ πῶς δ', ἄκουσον. Ἡδονὴ τῷ πράγματι Πολλὴ πρόσεστιν. Εἶτ' ἂν τύχῃ τις εἰς συμπάθειαν πεσὼν, Τί γίνετ'; οὐκ ἀνείργεται, Ἕως ἂν ἔλθῃ πρὸς κατάκρημνον βάθος. Β. Λέγεις τί κρημνόν; Α. Κρημνῶν μέγιστός ἐστιν ἡ ψευδορκία. Β. Τὸ πῶς, μάθοιμ' ἂν ἡδέως. Πολλοὶ γὰρ οὐδ' ἴσασι πῶς ἐστι κακόν. Ἔστι δὲ δὴ πῶς; 795 Α. Οὐ τὴν ἑαυτοῦ πολλάκις σωτηρίαν Ὀμώμοκέ τις; Β. Καὶ μάλα. Α. Τί οὖν; Δέδοικε μή τι τῶν κακῶν δράσας, Τὶ καὶ κακωθῇ· Μέσην τέως τέθεικε τὴν σωτηρίαν, Τὴν αὐτὸς αὑτοῦ δηλαδὴ, Ὥστ' ἐξολέσθαι, εἰ τύχοι ψευδῆ λέγων. Β. Οὕτω δοκεῖ μοι. Α. Τοῦτ' οὖν λογίζου, κἂν Θεόν ποτ' ὀμνύσῃς. Β. Τὸ ποῖον, ὡς ἂν εἰδῶ; Α. Μέσον τέθεικας τὸν Θεὸν τῆς πίστεως. Β. Μέσον· τί δ' ἄλλο; Α. Φυλάσσετ' εὐορκοῦντι, λύεται δὲ μὴ, Ὅσον ἐφ' ἡμῖν. Β. Εὖ λέγεις. 796 Α. Τὸ μὴ φυλάσσειν δ', εἰπέ μοι, τί σοι δοκεῖ; Β. Ἄρνησις, οἶμαι. Α. Ἄρνησις οὖν πέφυκεν ἡ ψευδορκία. Β. Οὐκ ἔστιν ἄλλως οὐδαμῆ. Α. Ἀρνήσεως δὲ τί χεῖρον ἄρ' εἰπεῖν ἔχεις; Β. Οὐκ ἔστιν εὑρεῖν. Α. Πάντων ἄρ' ἐστὶ χεῖρον ἡ ψευδορκία, Ὡς γοῦν δέδεικται καὶ μακρῷ. Β. Πῶς οὖν φύγωμεν; Α. Τὸν τρόπον κτησώμεθα Πιστόν. Β. Μέγ' εἶπας. Α. Ὅρκου γὰρ ἧττον χρεία τοῖς εὐγνώμοσιν. Β. Ἧττον γὰρ οἶμαι οὐδαμῶς. Α. Ἀλλ' ὁ τρόπος καθίστατ' ἀντὶ μάρτυρος. Β. Ἔχει γὰρ οὕτως. Α. Τί πλεῖόν ἐστι τοῖς πολυόρκοις, εἰπέ μοι; Β. Γέλως. Τί δ' ἄλλο προστίθεις; 797 Α Μηδ' ἂν λέγωσιν οὖν τι καὶ πιστὸν, δοκεῖν. Β. Κἀμοί γ' ἀρέσκει. Α. Φέρ' οὖν, ἐμοὶ πείσθητι. Β. Καὶ μάλιστα μέν. Α. Τοῖς τοῦ λογισμοῦ φαρμάκοις Πᾶσαν κάτασχε τὴν νόσον. Πολλοὶ δὲ δὴ Ὧν ἴσμεν ἡμεῖς Καὶ μειζόνων ἐκράτησαν ἢ βούλομαι. Β. Τίνων λέγεις δὴ μειζόνων; Α. Θυμοῦ, φθόνου τε, πλησμονῆς, τῶν πλησμονῆς. Β. Πῶς ταῦτα μείζω; Α. Πλείων ὄρεξις. Ὧν δ' ὄρεξις ἔντονος, Μείζων κάθεξις. Β. Πᾶς λόγος. Εἰ δ' οὐ καθεκτὴν τὴν νόσον τέως ἔχεις, Τί δεῖ γενέσθαι; 798 Α. Τὸ γοῦν ἀεὶ, καὶ μείζω, καὶ παντὸς πέρι, Ὅρκους πληθύνειν, φεῦγέ μοι. Β. Πότ' οὖν, τίνας τε, καὶ τίνων δίδως χάριν; Α. Οὔσης ἀνάγκης. Β. Ἔστω. Τίνος δὲ δὴ, προστίθει; Α. Κινδύνων Ἐλευθερώσων δή τινας. Β. Χρηστόν γε. Α. Ἢ σεαυτὸν αἰσχρᾶς αἰτίας Ἐλευθερῶν γε. Ὅρκος δὲ μή σοι χρημάτων κέρδος φέροι. Λίαν γὰρ αἰσχρὸν φαίνεται. Β. Λίαν. Α. Πρόχειρον ἐγκαλεῖν ψευδορκίαν Τούτων τί μᾶλλον; Πλείους κακοὶ γάρ εἰσιν εἰς τὰ χρήματα. Β. Πλείους· τίς οὐ συνθήσεται; Α. Καὶ τοῖς σοφισταῖς τοῦτ' ἐδογματίζετο. Β. Τί οὖν μέγ' ἡμῖν; 799 Α. Οὐδὲν τὸ μιμεῖσθαι, εἰ δὲ καὶ φαινοίμεθα Χείρους, τόδ' αἰσχρὸν καὶ μάλα. Β. Ὅρκους δὲ δὴ μάλιστα φευκτέον τίνας; Α. Εὔδηλόν ἐστι. Β. Πλὴν σοῦ γ' ἀκούειν ἀσφαλές. Α. Τούτους λέγω Ὅσοι γε φρικωδέστεροι. Β. Δέδοικας εἰπεῖν; Α. Ὅσσοι ἂν μνήμην Θεοῦ Ἔχουσιν ἁπλῶς. Β. Γραφῶν δὲ δὴ τί, καὶ πάθους, καὶ προσφορᾶς; Α. Καὶ ταῦτ' ὁμοίως μυστικά. Β. Ἡμῖν δὲ δὴ μάλιστα τῶν ἐγχωρίων· Α. Καὶ δακρύω γε. Τὸ γὰρ σύνηθες καὶ νόμος καθίσταται. Πλὴν πάνθ' ἁλωτὰ τῷ λόγῳ. 800 Β. Τίν' οὖν λέλοιπας ὅρκον; Α. Εἴθε μηδένα, Μὴ δ' ἦν τις ἄλλος. Β. Εἰ μὴ γυναῖκα, τέκνα, τὴν σωτηρίαν, Ζωὴν, ἀπένθητον βίον. Α. Ἀραὶ τάδ' ἐστὶν, ἀλλ' ὅμως ὅρκος δοκεῖ. Β. Καὶ γὰρ δοκείτω Ταῦθ', οἷ τε καὶ πληγέντες οὐκ ὀλώλαμεν· Ψυχῆς γὰρ οὔπω κίνδυνος· Ἣν ἐξολέσθαι, παντελής ἐστι μόρος. Α. Ὀρθῶς ἔχει σοι. Σοὶ δ' εἰς ἅπαντα, τῇ ζέσει τῆς καρδίας, Θεὸς, τράπεζα, φίλτατα, Σταυρὸς, γυνὴ, τὸ θεῖον αἷμα, αἷμα σὸν, Γῆ καὶ θάλασσα, Ὃ πρῶτον ἤνεγχ' ἡ κακὴ προθυμία, Τῷ σῷ φθορεῖ κινούμενον· 801 Ὃς καὶ γλυκεῖαν τὴν νόσον ποιεῖ δοκεῖν, Ὢ τῆς ἀνοίας! Ὥσπερ χέοι τε χρυσὸν ἐκ γλωσσαλγίας. Β. Ἔχει γὰρ οὕτως, ὡς λέγεις. Α. Ἄλλα δ' ἐπ' ἄλλοις κύματ' ἐξεγείρεται, Θυμοῦ πνέοντος Ἴσως, ἴσως δὲ χρημάτων ἴσως πόθου· Πλεῖσται γάρ εἰσιν αἱ πάγαι. Οὐ τὸν χεθέντα δεινὸν ὅρκον οἴεται. Β. Οὐκ οἴεται γάρ. Α. Τῷ δ' ἐμμένοντι, φεῦ τάλας! συμπνίγεται. Β. Ὥσπερ γραφεὺς εἶ τοῦ πάθους. Α. Πείθειν νομίζει τῷ ἀπειθεῖσθαι πλέον, Ἂν μὴ νοηθῇ. 802 Τί δεῖ λόγων σοι πλειόνων, ἂν εἷς κρατῇ; Β. Μόχθος περισσὸς δηλαδή. Α. Ὅρκων δὲ τί δεῖ πλειόνων, ἂν εἷς κρατῇ; Β. Οὐκ οἴομαί γε. Α. Τὸ πλῆθος οὖν γνώρισμα τῆς οὐ πίστεως. Β. Οὐκ ἔστιν ἄλλως, εὖ λέγεις. Α. Ἢ μηδόλως οὖν ὀμνύειν, ἢ εἴπου τινά. Β. Τοῦτ' ἦν ἄριστον. Α. Εἷς ἂν τρέπηται, καὶ τὸ πᾶν τραπήσεται. Β. Καλοῦ γε τοῦ σοφίσματος! Α. Εἴποι τίς ἂν, τὸ πλῆθος ὡς πιστεύεται; Β. Νομίζεθ' οὕτως. Α. Ἢ καὶ κόνιν συνθεὶς σὺ ποιεῖς χρυσίον; Β. Τίς δ' ἄλλος, ἢ τίς ἡ φύσις; Α. Ἐκ πλειόνων δὲ, τίς λόγος, ἀπιστουμένων Πίστιν γενέσθαι; 803 Β. Οὐδεὶς, ἔμοι γε φαίνεται. Α. Παύσεις ποτὲ Πλούτου κακίστου βέλτιον; Οὔκουν ὀμῇ τὰ πάντα, οὐδὲ πάντοτε, Ἔσθων, κυβεύων, Πλέων, ὁδεύων, δυστυχῶν, εὐημερῶν, Ἀπεμπολῶν, τὶ κτώμενος, Χαίρων, στενάζων, ἐν φίλοις, ἐν συμπόταις, Ἐμῶν τὸν ὅρκον, Ὡς οἱ τροφῆς τε καὶ ποτοῦ πεπλησμένοι. Β. Πολλῆς τὸ πρᾶγμα συμφορᾶς. Α. Ἀλλ' οὐδὲ πάντων εἴνεχ', ὡς ἁλώσιμος, Ἐπὰν κρατηθῇς Ἔργου, λόγου, σκιᾶς τε καὶ τυραννίδος. Β. Ὡς γοῦν τὰ πολλὰ φαίνεται. 804 Α. Τὰ πάνθ' ὑβρίζεις, καὶ Θεὸν καὶ πράγματα. Β. Πῶς δὴ τὰ πάντα; Α. Εἰς ἓν τὰ πάντα συντιθεὶς, οὐκ ὄντ' ἴσα. Σπάρτος τόδ' ἐστὶν ἡνίας. Τί δ'; οὐχὶ, φήσεις, καὶ Θεός ποτ' ὀμνύων Εὑρίσκεθ' ἡμῖν, Ὡς αἱ Γραφαὶ γοῦν; Ἢ τί καὶ κρεῖσσον Θεοῦ; Β. Τὶ κρεῖσσον οὐχ εὑρίσκεται. Α. Εἰ δ' οὔτι κρεῖσσον, οὐδ' ἂν ὀμνύοι ποτέ. Β. Πῶς οὖν λέγουσι; Α. Λέγει τι, τοῦτο δ' ὅρκος ἐστὶ τοῦ Θεοῦ. Β. Πῶς οὖν καθ' ἑαυτοῦ λέγεται; Α. Πῶς; οὐδ' ἂν εἴη παντελῶς, εἰ ψεύδεται; Β. Φρικτὸν λέγεις τι. 805 Α. Φύσις γάρ ἐστι καὶ τὸ ἀψευδεῖν Θεοῦ· Οὐκ ἔστιν ὅστις ἀντερεῖ. Β. Τί δ' ἡ Παλαιά; Α. Οὐ τὸν ὅρκον κωλύει, Ζητεῖ δ' ἀληθῆ. Καὶ γὰρ φονεύειν τηνικαῦτ' ἦν ἔννομον, Νῦν δ' οὐδὲ παίειν. Β. Τοῦ χάριν; Α. Τόθ' ἡ τελευτὴ τῶν κακῶν ἐκρίνετο, Νῦν καὶ τὸ κινοῦν. Β. Οὕτω δοκεῖ μοι. Καὶ γὰρ ἦλθ' ἐπὶ πλέον. Α. Ὥστ' οὐδ' ὀμεῖται σωφρονῶν Β. Τί οὖν; δέδωκας ἔστιν οἷς, ὡς νηπίοις, Τροφῆς τὰ πρῶτα, Ὡς ἂν λάβωσι καὶ τροφὴν τὴν ὕστερον; Α. Ὀρθῶς γε καὶ σοφώτατα. 806 Β. Καὶ Παῦλος ὤμνυ, φασί. Α. Τίς τόδ' εἶπέ σοι· Ὡς λῆρος ἦν τις! Β. «Μάρτυς Θεός μοι,» καὶ, «Θεὸς τόδ' ἱστορεῖ,» Ταῦτ' οὐκ ἦν ὅρκου; Α. Καὶ τίνος; Πίστωσις ἐστι τοῖς τοσούτοις ἀῤῥαγής, Β. Ἐμοὶ δὲ δώσεις; Α. Καὶ πάντα μοι γένοιο Παῦλος εἰς σθένος. Στάθμη δικαία τοῦτό γε. Β. Θυμός τι λήψετ'; Α. Εὖγε, τηνικαῦτα δὴ, Ἐπάν τι συμβῇ. Ἁπλοῦν κακόν τι χεῖρον, ἢ δισσὸν δοκεῖ; Οἷον τόδ' ἐστί· Τὸ δ' οὐ προκληθέντ' ἀθρόως ὅρκῳ πεσεῖν. Τί φαίνεταί σοι; Β. Ναὶ φθόνος. 807 Α. Τί δ', ἂν προκληθεὶς, ἄλλο χεῖρον εἰργάσω; Β. Τοῦτ' αὐτὸ δή που. Εἰ δ' ἐξ ἀγνοίας; Α. Μεῖον. Ἀλλ' ὑπεύθυνος, Ὧν ἦν τὸ κίνημ' ἐξ ἐμοῦ. Β. Εἰ δ' οὐκ ἄκων μὲν, κινδύνων δ' ἐλευθερῶν; Α. Ἄλλος δότω τις. Β. Εἰ δ' ἐγγράφοι τις, ὅρκον οὐκ ὀμωμοκώς; Α. Τί οὖν τὸ γράμμα βούλεται; Χειρόγραφον δὲ τῶν δεσμῶν δεσμεῖ πλέον. Β. Εἰ δ' ἐξ ἀνάγκης; Α. Πῶς οὐ τέθνηκ'; ἐχρῆν δὲ πρόσθεν καὶ θανεῖν. Β. Εἰ δ' οὐ Γραφῶν προκειμένων; Α. Σελὶς τὸ σεπτὸν, ἢ Θεὸς χαρίζεται; Β. Δῆλον τόδ' ἐστί. Α. Φοβῇ τὸ δέρμα, τὸν Θεὸν δ' ἐγὼ πλέον. 808 Β. Πολλοῖς συνήθης ἡ νόσος. Α. Πολλοῖς τόδ' ἐστίν· οἷον εἴ τις δεσπότην Παίων, ἀτιμῶν, Τὸν δοῦλον ἢ ἀφεῖτο, ἢ τιμᾷν θέλοι. Β. Πολλῆς γε τῆς ἀτιμίας! Α. Ἢ καὶ βασιλέως εἰκόνα σώζοιτό τις, Αὐτὸν καθαιρῶν. Β. Ἔχει μὲν οὕτω. Τοῦτο προστίθει δ' ἔτι, Εἴπερ τι λείπει τῷ λόγῳ. Α. Ἡ γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος, Πολλοὶ λέγουσιν. Ἅπαντα πρόσθεν, ἢ ὅρκος, σοφίζεται. Μηδεὶς πλανάσθω μηδόλως. Ὅρκος μέν ἐστιν, ἡ δὲ διπλόη πόσον Κακὸν πρόσεστι! 809 Β. Σκοπῶ. Τί δ' ὅρκος; Α. Τῶν δεδογμένων ὁ νοῦς. Β. Ἔφριξ' ἀκούων οἷς λέγεις. Α. Λέγεις μέν. Οὔπω δ' οἶδα πρὶν πείρᾳ μάθω. Πίστις γὰρ ἔργον. Φρίσσουσι μέν τοι καὶ σύες παραυτίκα, Συὸς βοῶντος. Β. Ὧδ' ἔχει. Α. Ἀλλ' οὐ μέγ' οὐδέν. Εἰ δὲ καρδίας λόγος Ἅψαιτ', ἐπαινῶ. Β. Τί δ'; οὐ τὸ λοῦτρόν ἐστί μοι καθάρσιον; Α. Ἔστι. Σκόπει δέ. Β. Τί σκοπῶ; Α. Οὐ τοῦ τρόπου πάντως γε, τῶν δ' ἐπταισμένων Β. Τρόπου δὲ, πῶς ἄν; Α. Οὕτω μόνως ἂν, ἤν τι καὶ προεκπλύνῃ. Β. Νοῶ. Α. Φόβος γὰρ τοῦ πρόσω· Πολλῶν δὲ συγχώρησις οὐ τιμητέα. 810 Β. Πῶς ἂν τόδ' εἴποι; Α. Μή που δέησις δευτέρου καθαρσίου; Β. Τί δ' ἔστι τοῦτο; γνώρισον. Α. Ἔστι δὲ μακρῶν δακρύων καὶ τήξεως. Β. Μή μοι γένοιτο. Α. Δεινὸν προέσθαι δῶρον εὐκολώτερον. Β. Πλάκες τάδ' εἰσὶ τοῦ Θεοῦ Α. Θεοῦ γάρ εἰσιν· ἐγγράφοις δὲ καρδίας Πλαξί γε τῆς σῆς. Βούλει μαθεῖν ὡς τοῦτο τοῦ φθόνου πάλη, Τοῖς σοῖς φθονοῦντος δεξιοῖς; Β. Εἰπὼν ὀνήσεις· πολλὰ γὰρ παλαίομαι. Α. Ἄκουε. Β. Φάσκε. Α. Ἤκουσά σου λέγοντος οὐκ ἀδακρυτί. Β. Τί τοῦτο; οὐκ ἀρνήσομαι. 811 Α. Ὡς ἤν ποτ' εἰπὼν ὀντινοῦν λόγον τύχω, Ὅρκον δὲ μὴ θῶ, Ὡς οὐ τελείοις τοῖς λόγοις αἰσχύνομαι. Β. Τοῦτ' ἔστ' ἐκεῖνο ἐμφανῶς. Α. Τὸ λεῖπον αὐτὸς προστιθῇς σὺ τῷ λόγῳ Τόδ' ἐστὶν ὅρκος, Κακὸν πλήρωμα τῆς δεινῆς φλογός. Πλάτων δὲ ποιεῖ καὶ τόδε Ὡς μὴ θεόν τιν' ὀμνύειν τηρῶν σέβας. Β. Εὖ οἶδ' ὃ φήσεις. Α. Ἦν τις πλάτανος, καθ' ἧς ὤμνυ καὶ μόνης, Ἀλλ' οὐδὲ ταύτης εὐστόχως. Ἀλλ' οἶδεν ᾗ τὸν, τίνα δ', οὐ προσῆν ἔτι. 812 Τί τοῦτο δ' ἔστιν Ὅρκου σκιά τις, ἔμφασίς τ' ἀνώνυμος. Β. Ἄνορκος ὅρκος. Ὡς ξένον! Α. Μὰ τὸ δαιμόνιον οἱ σοφοί. Β. Πανορκία Τοῦτ' ἔστιν ἤδη. Α. Πέρας τόδ' ἔστω τοῦ λόγου. Β. Διψῶντά με Λείψειν ἀπειλεῖς ὡς τάχος. Α. Εἰ μέν τοι μικρὸν ὅρκος εἶναί σοι δοκεῖ, Τοῦτ' οὐκ ἐπαινῶ. Εἰ δ' ἔστιν, ὥσπερ ἐστὶ, τῶν φρικτῶν λίαν, Κἀγώ τι τολμῶ τῶν καλῶν· Αὐτόν γέ σοι τὸν ὅρκον, ὅρκους ἐκτρέπου. Β. Ἔχεις τὸ νῖκος. 813 Α. Εἰ τοῦτ' ἔχοιμι, Χριστέ μου, σὲ δοξάζω Τὸν θαυματουργὸν, ὡς παρός. Πάντες δ' ὁμοῤῥοθοῦντες εἴπωμεν τάδε, Ἀμὴν, γένοιτο. ΚΕʹ. Κατὰ θυμοῦ. Θυμῷ χολοῦμαι τῷ συνοίκῳ δαίμονι, Οὗτος δίκαιος τῶν χόλων ἐμοὶ μόνος, Εἰ δεῖ τε καὶ πάσχειν γε τῶν εἰωθότων. Ἐπεὶ γὰρ ὅρκον τῷ λόγῳ κατείχομεν, Σιγῆς φέροντες καρπὸν ἄξιον λόγου· Πάμπαν τιν' ὅρκου ῥίζαν εἰδότες χόλον, Πολλαῖς σὺν ἄλλαις, αἷς τὸ δεινὸν φύεται, 814 Τὴν ἀγριωτάτην τε καὶ μελαντάτην· Καὶ τὴν, Θεοῦ διδόντος, ἐξαιρήσομεν, Τέμνοντες, ὡς οἷόν τε, τῇ λόγου τομῇ. Αἰτῶ καὶ πρῶτον, μὴ χολοῦσθαι τῷ λόγῳ. Οὕτω γάρ ἐστιν ἡ νόσος τῶν ἀσχέτων, Ὥστ' ἀγριοῦσθαι πολλάκις καὶ ταῖς σκιαῖς, Αὐτοῖς τε τοῖς σφῶν γνησίοις παραινέταις. Δεῖ δ', ὡς ἔοικε, μή τι μαλθακὸν λέγειν, Κακοῦ τοσούτου τῷ λόγῳ προκειμένου· Ἀλλ' ὡς πυρὸς βρέμοντος ἀγρίαν φλόγα, Πηδῶντος, αἰθύσσοντος ἐντινάγμασι Πολλοῖς, ἄνω ῥέοντος ἐμψύχῳ φορᾷ, 815 Λάορως ἀεὶ τὰ πρόσθεν οἰκειουμένου, Ὕδωρ, κόνιν πέμποντας εὐνάσαι βίᾳ· Ἢ θῆρα λόχμης ἐκφανέντα συσκίου, Φρίσσοντα, πῦρ βλέποντα, ἐξαφρούμενον, Μάχης ἐρῶντα, καὶ φόνων καὶ πτωμάτων, Λόγχαις, κυνηγοῖς, σφενδόναις καταιχμάσαι Ἴσως ἂν οὕτω τοῦ πάθους γενοίμεθα Κρείσσους, Θεοῦ διδόντος, ἤ τι μετρίως Σχοίημεν. Οὐδὲ τοῦτο τῶν μικρῶν ἐμοὶ, Κακοῦ μεγίστου καί τις ἔνδοσις μικρὰ, Ὡς τοῖς βαρείας ἐκ νόσου στενουμένοις. Μικροῦ δ' ἄνωθεν τὴν νόσον σκεψώμεθα, Ἥτις, πόθεν τε καὶ ὅπως φυλακτέα, Ἀνδρῶν παλαιῶν συλλογὰς σκοπούμενοι, 816 Ὅσοι διεσκέψαντο πραγμάτων φύσεις. Εἰσὶν μὲν οἳ λέγουσιν αἵματος ζέσιν, Τοῦ γειτονοῦντος καρδίᾳ, τὴν ἔκστασιν· Ὅσοι νέμουσι τὴν νόσον τῷ σώματι, Ὥσπερ τὰ πολλὰ τῶν παθῶν ἄλλοις τισίν. Ἄλλοι δ' ὄρεξιν εἶπον ἀντιπλήξεως (Ψυχῇ διδόντες τὴν βλάβην, οὐ σώματι), Ὀργὴν δὲ τὴν ὁρμῶσαν· εἰ δ' ἔνδον μένει Λοχῶσα, τοῦτο μνησικακίαν τυγχάνειν Ὅσοις δ' ἔδοξεν ἡ νόσος τοῦ συνθέτου, Ζέσιν μὲν εἶπον αἵματος, τὴν δ' αἰτίαν, Ὄρεξιν εἶναι, συντιθέντες καὶ λόγον. Ταῦθ' ὡς ἔχει μὲν, οὐχὶ νῦν σκοπητέον. Ἐκεῖνο μέν τοι καὶ λίαν τῶν γνωρίμων, 817 Ὡς νοῦς ἁπάντων ἡγεμών· ὃν σύμμαχον Δέδωκεν ἡμῖν κατὰ παθῶν ὁ Δεσπότης. Ὡς οὖν χαλάζης οἱ δόμοι σκεπάσματα, Θάμνοι δὲ κρημνῶν, καὶ βυθῶν ἐρείσματα, Τείχη δὲ τοῖς φεύγουσιν ἐκ μάχης τινός· Οὕτω λογισμὸς πρὸς χόλου παρουσίαν. Ὅταν καπνίζῃ τὸ φλέγον τὴν σὴν φρένα, Πρὶν πῦρ ἀνάψαι, καὶ ῥιπισθῆναι φλόγα, Ὅταν ποτ' αἴσθῃ πνεύματος κινουμένου, Εὐθὺς Θεῷ πλάκηθι, καὶ τόνδ' ἐννοῶν Ὡς σοῦ προεστῶθ', ὧν τε κινῇ, μάρτυρα, Αἰδοῖ φόβῳ τε τὴν φορὰν τοῦ πράγματος Ἐπίσχες, ἄχρις ἡ νόσος παρήγορος. Εὐθὺς βόησον τῶν μαθητῶν ῥήματα· «Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει.» 818 Τίναξον ὕπνον, καὶ σὸν ἐξώσεις χόλον, Ἕως λογισμοῦ καὶ φρενῶν ἐπικρατεῖς, Ὧν πρῶτόν ἐστιν ἡ νόσος κατάκλυσις Ἕως χαλινὸν, ἵππος ὡς δυσήνιος, Οὔπω δακὼν ὀδοῦσιν ἔρχετ' εὔδρομος, Πνέων δρόμον τε καὶ φάραγγας, καὶ βάθη, Θυμῷ σκοτώσας ὀμμάτων ὁδηγίαν. Ῥᾷον γάρ ἐστιν ἀρχόμενον ἄγξαι λόγῳ, Ἢ πρῶτον ἁρπάσαντα κατασχεῖν βίᾳ. Αὐτὸς γὰρ αὑτὸν ἐκκᾴων οὐχ ἵσταται, Ἕως λογισμὸν κρημνίσῃ τὸν ἱππότην. Ἔπειτά μοι, τὸ αἶσχος ἡλίκον, σκόπει, Οἷον τίθησι τὸν κακῶς πεπληγότα. Τῶν μὲν γὰρ ἄλλων αἱ νόσοι καὶ λάθριοι, Ἔρως, φθόνος, λύπη τε καὶ μῖσος κακόν· 819 Τινῶν δὲ φαίνοντ' οὐδ' ὅλως, ἤ τι βραχὺ, Ἀλλ' ἔνδον εἰσὶν αἱ νόσοι κατάσχετοι. Τυχὸν γὰρ ἐκτάκειεν ἐν βάθει φρενὸς, Πρὶν καὶ γενέσθαι τοῖς ὁρῶσιν ἐκφανεῖς. Κέρδος δὲ λανθάνουσα καὶ δυσπραγία. Θυμὸς δ' ὅλον γυμνόν τε καὶ δῆλον κακὸν, Εἰκὼν προκύπτουσ' οὐχ ἑκόντος σώματος. Εἴ σοί τις ὦπται τῶν ἁλόντων τῷ πάθει, Οἶδας σαφῶς ὅ φημι, καὶ γράψει λόγος. Ἔσοπτρον ἐχρῆν ἑστάναι χολουμένοις, Ὡς ἂν βλέποντες, ἀλλὰ τὴν αὐτῶν ὕβριν Μικρὸν χαλῷεν, τοῦ πάθους ἐξ ὄψεως, Κατηγόρῳ σιγῶντι κάμπτοντες φρένα. Ἦ καὶ τόδ' ἔστη, καὐτὸς ὑβριστὴς ὁ σὸς, 820 Ἐν ᾧ κατόψει σαυτὸν, εἰ σχολὴν ἄγοις. Πάθος γὰρ οἷς ἓν, κοινὰ καὶ συμπτώματα. Ὕφαιμον ὄμμα, καὶ θέσεις διάστροφοι, Τρίχες συώδεις, καὶ γένυς διάβροχος, Ὠχρὰ παρειὰ, νεκρότητος ἔμφασις· Ἄλλων ἐρυθρὰ, καὶ μολιβδώδης τινῶν· Ὅπως ἂν, οἶμαι, καί τινα χρώσας τύχοι Ὁ μανιώδης καὶ κάκιστος ζωγράφος· Αὐχὴν διοιδῶν, ἐγκυλούμεναι φλέβες, Πνοὴ λόγον κόπτουσα καὶ πυκνουμένη, Λυσσῶδες ἄσθμα, καὶ φρύαγμ' ἀσχημονοῦν, Μυκτὴρ πλατύς τε καὶ πνέων ὅλην ὕβριν. Κρότοι τε χειρῶν, καὶ ποδῶν ἐξάλματα, Κύψεις, στροφαὶ, γέλωτες, ἱδρῶτες, κόποι· 821 Τίνος κοποῦντος; οὐδενὸς, πλὴν δαίμονος. Νεύσεις ἄνω τε καὶ κάτω, λόγου δίχα, Γνάθοι φυσώμεναί τε καὶ ψοφούμεναι, Ὡς δή τις ἅλως· παιομένη τε δακτύλοις Ἡ χεὶρ ἀπειλεῖ, καὶ ψόφων προοίμιον. Καὶ τἀπὶ τούτοις τίς παραστήσει λόγος; Ὕβρις, ἀραγμὸς, αἰσχρότης, ψευδορκίαι, Γλώσσης ζεούσης δαψιλῆ ῥαντίσματα, Οἷον θάλασσα, ἐξαχνιζούσης πέτρας. Λέγει κακὸν τὸ μέν τι, τοῦδ' ὁρμὴν ἔχει, Τῷδε στενοῦται, καὶ παραυτίκ' ἀγνοεῖ. Καὶ τοῖς παροῦσιν ἠρεμοῦσι δυσφορεῖ· Ζητεῖ τὰ πάντα συνδονεῖσθαι τῷ κλόνῳ. Αἰτεῖ κεραυνοὺς, γίνετ' ἀστραπηφόρος, 822 Αὐτῷ μένοντι δυσχεραίνει τῷ πόλῳ. Τὸ μέν τι ποιεῖ τῶν κακῶν, τῷ δ' ἑστιᾷ Τὸν νοῦν. Φρονεῖ γὰρ, ὡς δράσας ἃ βούλεται. Κτείνει, διώκει, πυρπολεῖ. Τούτων δὲ τί; Οὕτω τυφλόν τι καὶ μάταιον ἡ ζέσις! Ἄφωνός ἐστιν, ἀσθενὴς, βοηλάτης, Ῥήτωρ, Μίλων, τύραννος ἡμῖν ἀθρόως. Ὁ δυσγενής τε καὶ πένης, τὸν εὐγενῆ, Τὸν εὐποροῦντα, δυσγενέστατον καλεῖ, Πένητα· δουλόμορφον, ἡ λώβη βροτῶν, Τὸν ἄνθος ὥρας· δυσκλεῆ τὸν εὐκλέα, Ὁ μηδ' ὅς ἐστι, μήθ' ὅθεν, λέγειν ἔχων. Οὐκ οἶδα κλαυθμὸς, ἢ γέλως τὸ δρώμενον. Πᾶν ὅπλον ἐστὶ τῷ χόλῳ, καὶ μὴ παρόν. 823 Πίθηκός ἐστι, καὶ Τυφωεὺς γίγνεται. Ἀποστρέφει τὴν χεῖρα, κυρτοῖ δακτύλους, Ζητεῖ λόφον τιν', ἢ τὸν Αἰτναῖον πάγον, Ὡς σφενδονήσων καὶ μακρὰν βίᾳ χερὸς Ὁμοῦ βέλος τε καὶ τάφον τῷ δυσμενεῖ. Τί πῦρ ἐφέξει τὴν ὕβριν, χάλαζα τίς; Ὅταν κενώσῃ τῶν λόγων τὰς σφενδόνας, Αἱ χεῖρες εὐθὺς, ἀγχέμαχοι προσβολαὶ, Μάχη βία τε, καὶ κρατεῖ τοῦ δυσμενοῦς. Ὁ δυστυχέστερός τε καὶ κρατούμενος. Ἧτταν γὰρ οἶδα τὸ κρατεῖν ἐν χείροσι. Ταῦτ' οὐχὶ δαίμων; καὶ πέρα, πλὴν πτώματος. Καὶ πτώματ' εἶδον ἔστιν ὧν δονουμένων, Ὅταν φέρωνται τῇ φορᾷ τοῦ πνεύματος. 824 Ταῦτ' οὐκ ἀλλοτρίωσις ἐνδήλως Θεοῦ; Πῶς δ' οὔ; Θεοῦ γὰρ τὸ πρᾶον καὶ ἥμερον, Οὗ καθυβρίζειν οὐ καλὸν τὴν εἰκόνα, Μορφὴν ἐπεισάγοντας ἀγνοουμένην. Οὐδὲν τοσοῦτον ἡμῖν ἡ ἐμπληξία, Οὔπω τοσοῦτον αἱ νόσοι τῶν σωμάτων. Ταῦτ' οὐχ ἑκόντων, ἀλλὰ δυστυχῶν πάθη, Εἰ καὶ πονηρὰ, καὶ παροῦσι δάκνομαι (Τὸ γὰρ παρόν πως τοῖς κακουμένοις πλέον) Οἴκτου τε μᾶλλον ἢ κατάρας ἄξιον. Καὶ τῶν κακῶν τὸ δῆλον ἀσφαλέστερον· Τὸ δ' οὐ δοκοῦσι προσπεσὸν, λυμαίνεται. Μέθη κακὸν μέν· πῶς γὰρ οὔ; τίς δ' ἀντερεῖ; Καὶ τοῦθ' ἑκόντων· οἱ γὰρ ὧν ἐστ' αἴτιον 825 Οὐκ ἀγνοοῦντες, ἀλλ' ὅμως ἡττώμενοι, Αὐτοὶ προδήλως τοῦ κακοῦ γεννήτορες. Ἀλλ' οὖν ἐκεῖ μὲν τοῦ κακοῦ τὸ δυσχερὲς, Γέλως, ὃν εἷς ἔπαυσεν ὕπνος αὐτίκα. Θυμοῦ δ' ὑπερκλύσαντος, εἰ χεῖρον, λέγε, Τὶ τῶν ἁπάντων οἶδας, ἤ τι φάρμακον; Ἄλλοις μέν ἐστιν εἰς φρένας πεσὼν Θεός· Θυμὸς δὲ πρῶτον τῷ Θεῷ φράσσει θύρας, Ἅπαξ ὑπερσχών· ἡ δ' ὑπόμνησις Θεοῦ, Χεῖρον· συνάπτει καὶ Θεὸν ταῖς ὕβρεσιν. Αὐτῷ λίθους ποτ' εἶδον, ὢ δεινοῦ πάθους! Ῥιπτουμένους, κόνιν τε καὶ πικροὺς λόγους. Τῷ ποῦ, τίσι τε καὶ ὅπως ἁλωσίμῳ; Νόμοι παρωθοῦνται, οὐ διεγνώσθη φίλος, Ἐχθρὸς, πατὴρ, γυνή τε, συγγενεῖς, ἴσα. 826 Μιᾶς φορᾶς ἅπαντα, χειμάῤῥου θ' ἑνός. Ἢν καί τις ἐνστῇ, τὸν χόλον μεθείλκυσεν Εἰς αὑτὸν, ὥσπερ θηρίον ψοφήμασιν, Αὐτός τε χρῄζει συμμάχων ὁ σύμμαχος. Τούτοις μὲν οὖν μάλιστα κάμπτεσθαι λόγοις· Οὐ γὰρ δεήσῃ πλειόνων, ἂν εὖ φρονῇς. Εἰ δ' ἔστ' ἐπῳδῆς χρεία σοι καὶ μείζονος, Βίους σκόπει μοι τῶν πάλαι καὶ τῶν νέων, Ὅσοι ποτ' ἔσχον ἐκ τρόπου παῤῥησίαν, Τίνες μάλιστα προσφιλέστατοι Θεῷ Τί πρῶτον, ἢ μέγιστον ἐξησκηκότες, Μωσῆς ἐκεῖνος, Ἀαρὼν, οἱ φίλτατοι, Δαυὶδ, Σαμουὴλ, εἶτα Πέτρος ὕστερον; Οἱ μέν γε μαστιχθεῖσαν Αἴγυπτον τόσαις Πληγαῖς ἀσωφρόνιστον εἶχον· ἀλλ' ὅμως 827 Φειδοῖ προσήγονθ' ὡς τὸ Φαραὼ θράσος, Ἕως ἐπεκλύσθησαν ἐκ τῆς ὕβρεως, Οἷς μὴ τὸ μακρόθυμον ἤνεγκεν σέβας, Ὡς ἂν μάθωσι πάντες αἰδεῖσθαι τόδε. Κρεῖσσον θρασὺν γὰρ ἢ πρᾶον περιφρονεῖν. Αἰνῶ Σαμουὴλ, ὅς ποθ' ὕβριν δυσφορῶν, Ῥήξαντος αὐτῷ τὴν διπλοΐδα τοῦ Σαοὺλ, Εἶτ' ἀξιωθεὶς, ὥς γε συγγνώμην ἔχειν, Ἀφῆκεν εὐθὺς τῷ λόγῳ τὴν αἰτίαν. Τούτου τί δ' ἂν γένοιτο ἡμερώτερον; Δαυὶδ ὑπομνήσθητι, καὶ τῶν κρουμάτων, Ἐξ ὧν πονηροῦ πνεύματος Σαούλ ποτε 828 Ἠλευθέρωσεν· εἶτ' ἀγνώμονος τυχὼν, Φεύγων, ἀλύων τὸν περὶ ψυχῆς δρόμον, Δοθέντος αὐτῷ τοῦ Σαοὺλ ἐφείσατο (Καὶ τοῦτο δ' ἴστε), καὶ μόγις σεσωσμένος. Ἡ διπλοῒς γνώρισμα τῆς ἐξουσίας Κεκαρμένη, φακός τε τοῦ κράνους κλαπείς. Τί δεῖ λέγειν τὸν υἱὸν ὡς ἠνέσχετο, Τὸν πατροφόντην, καὶ τύραννον ἀπρεπῆ; Ὅπου γ' ἐκεῖνον καὶ κλάει τεθνηκότα, Θρήνοις τε πολλοῖς ἀνακαλεῖ καὶ γόοις, Τὸν μηνυτήν τε τοῦ πάθους ἀμύνεται, Ὥσπερ λαβών τιν' ἐχθρὸν, οὐκ εὐάγγελον; 829 Ἡ γὰρ φύσις ἔμπροσθε τῶν ἐγκλημάτων Ἔστη, λαβοῦσα τὸν τρόπον συνήγορον· Ὡς καὶ προσάντης τῷ στρατῷ κατασταθεὶς, Μικροῦ γενέσθαι τοῦ κράτους ἀλλότριος. Τί δ'; οὐ τὸν ὑβριστὴν Σεμεεὶ ἐκαρτέρει. Δύσφημον ὄντα τῷ κλέει τῆς εἰσόδου; Πέτρου δὲ δῆτα τοῦ σοφοῦ τεθαύμακα, Ὡς μακροθύμως καὶ λίαν νεανικῶς Ἤνεγκε Παύλου τὴν καλὴν παῤῥησίαν (Καὶ ταῦτ' ἐν ἄστει τηλικούτῳ καὶ τόσοις Ἐπαινέταις τε καὶ μαθηταῖς τοῦ λόγου), Ὡς συντράπεζος οὐ καλῶς ἦν ἔθνεσιν, Εἰ καὶ τόδ' ᾤετ' ὠφελήσειν τὸν λόγον. Ἦν γὰρ τὸ κινοῦν καὶ μόνον Θεοῦ φόβος, 830 Ἢ τοῦ λόγου τ' ἔλλαμψις ἐκ κηρύγματος. Οὐκ ἂν παρέλθοιμ' οὐδὲ τὸ Στεφάνου καλὸν, Ὃν οἶδ' ἀπαρχὴν μαρτύρων καὶ θυμάτων. Λίθοις ἐχώννυτ'· ἀλλ' ὅμως, τοῦ θαύματος! Μέσος λιθασμοῦ, φθόγγος ἐξηκούετο, Αὐτός τε συγχώρησιν, ὡς εὐεργέταις, Διδοὺς λιθασταῖς, τὸν Θεόν τ' αἰτούμενος. Ταῦτ' οὐ προδήλως τῆς Θεοῦ τυπώσεως, Καὶ τῶν ἐκείνου καὶ παθῶν καὶ δογμάτων, Ὃς ὢν Θεός τε καὶ κεραυνῶν δεσπότης, Ὡς ἀμνὸς ἤγετ' εἰς σφαγὴν ἀφωνίᾳ; Ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων ὅσων Ἠνέσχετ'! ἄχρις ὠτίου πεπληγότος Τὸ χρηστὸν οἶδε Μάλχος. Οὐκ ἐκραύγασεν 831 Ἐνδεικτικόν τι καὶ γέμον παῤῥησίας Οὐδ' εἴριξέν τι. Τὸν κακίᾳ τεθλασμένον, Ἄκλαστον ἔσχε. Τὴν φρενὸς κουφὴν φλόγα Σβέσειν λέγει μὲν, ὡς δὲ χρηστὸς φείδεται, Ὡς ἂν κρατήσῃ τῷ πράῳ τὸ συγγενές. Τοιαῦτα καὶ τοσαῦτα τοῦ σοῦ Δεσπότου. Οἷς, ἄν τι πάσχοις, ἀντισηκώσεις τὰ σὰ, Κἂν πάνθ' ὑποστῇς, τὸ πλέον λελείψεται· Εἴπερ τὸ πάσχειν κρίνεται πρὸς ἀξίαν. Ἀρκεῖ τάδ' ἡμῖν εὐγενῆ παιδεύματα, Πλακῶν νόμοι τε καὶ τρόποι τῶν ἐξ ὄρους, Εἰ δεῖ τι τούτοις προστεθῆναι καὶ νόθον; Καὶ χεῖρον οὐδέν· ὥς τι κἂν τοῖς χείροσι Τῶν κρεισσόνων τε καὶ φίλων δρεψώμεθα. Ὧν γὰρ κρατεῖν καὶ σφόδρα, οὐ σφόδρ' αἰνετὸν, Τούτων κρατεῖσθαι καὶ λίαν, πόσον κακόν! 832 Μεμνήσομαι δὲ καί τινων, καὶ συντόμως. Παίειν ἔμελλεν ὁ Σταγειρίτης τινὰ, Λαβὼν ἐπ' αἰσχροῖς καὶ κακοῖς ἐγκλήμασι· Θυμοῦ δ' ἐπεισελθόντος ἡνίκ' ᾔσθετο, Ἔστη παλαίων τῷ πάθει, ὡς δυσμενεῖ. Μικρὸν δ' ἐπισχὼν, εἶπεν (ὢ σοφοῦ λόγου!) «Καινὸν πέπονθας. Προστάτην ἔσχες χόλον· Εἰ μὴ γὰρ ὀργὴ, κἂν δαρεὶς ἀπηλλάγης. Νῦν δ' αἰσχρὸν ἦν μοι τῷ κακῷ πλήττειν κακὸν, Κρατεῖν τε δούλου τοῦ πάθους ἡσσώμενον.» Οὕτως ἐκεῖνος. Τὸν δ' Ἀλέξανδρον λόγος, Εἰπόντος αὐτῷ Παρμενίωνός ποτε, Πόλιν τίν' ἐξελόντι τῶν Ἑλληνίδων, Εἶθ' ὃ δρᾶσαι χρὴ πολλάκις σκοπουμένῳ, Ὡς, εἴπερ ἦν ἐκεῖνος, οὐκ ἐφείσατο· «Ἀλλ' οὐδ' ἔγωγ' ἂν, εἴπερ ἦν, φάναι, σύγε. 833 Σοὶ μὲν γάρ ἐστιν ὠμότης, τὸ δὲ πρᾶον Ἐμὸν, φυγεῖν τε τὴν πόλιν τοὺς κινδύνους.» Κἀκεῖνο δ' οἷον, ὡς ἐπαίνων ἄξιον; Ἐλοιδόρει τις τὸν μέγαν Περικλέα, Πολλοῖς ἐλαύνων καὶ κακοῖς ὀνείδεσι (Τῶν οὐδὲ τιμίων τις), ἄχρις ἑσπέρας. Ὁ δ' ἡσυχῆ τὴν ὕβριν, ὡς τιμὴν, φέρων, Τέλος καμόντα καὶ βαδίζοντ' οἴκαδε Προὔπεμψε λύχνῳ, τὸν χόλον τ' ἀπέσβεσεν. Ἄλλος δ' ὑβριστὴν, πλουσίαις ἐφ' ὕβρεσι Προσθέντ' ἀπειλήν· «Ὡς ὀλοίμην παγκάκως, Εἰ μὴ κακὸν κακῶς σε κτείναιμι σθένων.» Τούτοις ἀμείβεθ' ὡς φιλανθρώποις λόγοις· «Κἀγώ γ' ὀλοίμην, εἴ σε μὴ θείην φίλον.» Κωνστάντιον δὲ (καὶ γὰρ εἰπεῖν ἄξιον, Ὡς μὴ τὰ πρόσθεν τυγχάνῃ λόγου μόνα, 834 Περιφρονῆτέ θ' ὧνπερ αὐτοὶ μάρτυρες), Φασί ποτ' εἰπεῖν ἄξιον μνήμης λόγον Τίς δ' ἦν; ἐκεῖνον τῶν τις ἐν τέλει ποτὲ, Παρώξυν' ἡμῖν, οὐ φέρων τιμωμένους Τιμαῖς τοσαύταις (καὶ γὰρ εὐσεβέστατος, Εἴ πέρ τις ἄλλος βασιλέων, ὧν ἴσμεν, ἦν)· Πολλοῖς δ' ἐπειπὼν καί τινα τοιοῦτον λόγον· «Τί τῆς μελίσσης ἐστὶν ἡμερώτερον; Ἀλλ' οὐδ' ἐκείνη τῶν τρυγώντων φείδεται·» Ἤκουσε· «Πῶς οὐκ οἶδας, ὦ βέλτιστε σὺ, Ὡς οὐδ' ἐκείνῃ κέντρον ἐστὶν ἀσφαλές; Παίει μὲν, αὐτὴ δ' εὐθέως ἀπόλλυται.» Τοσαῦτ' ἔχεις σὺ τοῦ πάθους τὰ φάρμακα, Πάντων δὲ μεῖζον, ὧν ἔφην, τὴν ἐντολὴν, Ἣ μηδὲ τὸν πλήσσοντα ὑβρίζειν ἐᾷ. «Οὐ γὰρ φονεύσεις,» τοῖς πάλαι τεταγμένον· 835 Σοὶ μηδὲ χολοῦσθαί ἐστιν ἐντεταγμένον, Μή τοί γε παίειν, μήτε δὴ τολμᾷν φόνον. Τὸ πρῶτον εἴργων, οὐκ ἐᾷ τὸ δεύτερον Τὸ σπέρμ' ἀναιρῶν, τὸν στάχυν κεκώλυκε. Τὸ μηδ' ὁρᾷν κάκιστα, μοιχείας τομή. Τὸ μηδ' ὀμνύειν, φάρμακον ψευδορκίας. Τὸ μηδὲ θυμοῦσθ', ἀσφάλεια πρὸς φόνον. Σκόπει γὰρ οὕτω· θυμὸς ἐκπέμπει λόγον, Λόγος δὲ πληγὴν, ἡ δὲ πληγὴ τραύματα· Ἐκ τραυμάτων δὲ τὸν φόνον γινώσκομεν. Θυμὸς πατὴρ πέφηνε τοῦ πικροῦ φόνου. Τοῦ μὴ φονεῦσαι τίς ποτ' ἤνεγκε γέρας; Τὸ μηδὲ θυμοῦσθ' ἐστὶ τῶν αἰνουμένων· Τοῦ μέν γ' ὁ μισθὸς, ἡ φυγὴ τοῦ κινδύνου· Τούτου δ' ἀμοιβὴ, γῆς μέρος τῆς τιμίας. Ἄκουε Χριστοῦ, τοῖς πράοις ἃ βούλεται 836 Ἐν τοῖς μακαρισμοῖς, οἷς ἀπηριθμήσατο, Τὰ μέτρ' ὁρίζων τῶν ἐκεῖθεν ἐλπίδων. Τούτου χάριν σοι καὶ νόμους τοίους γράφει. Παίῃ παρειάν; πῶς δὲ τὴν ἄλλην ἐᾷς Ἄκαρπον; εἰ μὲν οὐχ ἑκοῦσ', οὔπω μέγα Πέπονθε, μεῖζον δ', ἢν θέλῃς, τὶ λείπεται Καὶ τὴν ἑκοῦσαν πρόσθες, ὡς ἔμμισθος ᾖ. Χιτῶνα γυμνοῖ; προστίθει καὶ δεύτερον, Ἔσθημ' ἂν ᾖ σοι καὶ τρίτον, γυμνωσάτω Τούτων ἔχεις τὸ κέρδος, ἂν πρόῃ Θεῷ. Ἂν λοιδορώμεθ', εὐλογῶμεν τοὺς κακούς· Ἂν ἐκπτυώμεθ', ἐκ Θεοῦ τιμὴν ἔχειν Σπεύδωμεν. Ἐκδιωκόμεθ'; οὔτι καὶ Θεοῦ; Τοῦτ' οὐκ ἀφαιρετόν γε τῶν πάντων μόνον. Ἄν τις καταρᾶται, σὺ προσεύχου τοῦδ' ὕπερ. Δράσειν ἀπειλεῖ; ἀνταπείλει καρτερεῖν. 837 Ἔργων ἔχεται· σὴ πρᾶξις ἡ εὐπραξία. Δύω γὰρ οὕτω τὰ κράτιστα κερδανεῖς· Αὐτός τ' ἄριστος τοῦ νόμου φύλαξ ἔσῃ, Κἀκεῖνον ἕξεις τῷ πράῳ τῷ σῷ πρᾶον, Ἐχθρὸν μαθητὴν, οἷς κρατεῖ νικώμενον. Ὁρᾷς; μάλιστα μέν σε μὴ χολᾷν θέλει· Τοῦτο γάρ ἐστι καὶ τὸ ἀσφαλέστατον· Εἰ δ' οὖν, προλύειν ἑσπέρας τὴν ἔκστασιν Δύεσθ' ἐπ' ὀργῇ μὴ δέχου τὸν ἥλιον· Εἴτ' οὖν, ὃς ἐκτὸς ὀμμάτων πέμπει βολάς, Εἴτ' οὖν, ὃς ἔνδον τοῖς σοφοῖς αὐγάζεται. Δύει γὰρ οὗτος τοῖς πεπληγόσι φρένας, Ὡς τοῖς ἀρίστοις καὶ καλοῖς ἐκλάμπεται, Πλεῖον τὸ λάμπειν τοῖς βλέπουσιν ἐνδιδούς. Τί δ'; οὐ φύσις δέδωκε, φησὶ, τὸν χόλον; Καὶ τὸ κρατεῖν γε τοῦ χόλου. Λόγον δὲ τίς; 838 Τίς δ' ὄψιν, ἢ τίς χεῖρας, ἢ ποδῶν βάσιν; Θεὸς τὰ πάντα καὶ φύσις, πλὴν εἰς καλόν. Σὲ δ' οὐκ ἐπαινῶ μὴ καλῶς κεχρημένον. Οὕτως ἔχει καί τ' ἄλλα τῆς ψυχῆς πάθη. Δωρήματ' ἐστὶν ἐκ Θεοῦ, κινούμενα Λόγου ποδηγίᾳ τε καὶ στρατηγίᾳ. Ζήλου μὲν ὅπλον θυμὸς ἐμμέτρως πνέων· Πόθου δὲ χωρὶς οὐχ ἁλώσιμος Θεός. Λογισμὸν οἶδα τῶν καλῶν διδάσκαλον. Εἰ δ' εἰς τὰ χείρω ταῦτα τὴν ῥοπὴν ἔχοι. Ὁ μὲν χέων ὕβριν τε καὶ μοχθηρίαν, Ὁ δ' εἰς κακίστας ἡδονὰς οἰστρηλατῶν, Ὁ δ' οὐ κατάγχων ταῦτα, καὶ πλοκὰς στρέφων, Οὕτω τὰ καλὰ γίγνεται τοῦ φθορέως. Θεοῦ δὲ δῶρον οὐ καλὸν κακῷ φύρειν. Θεὸν δ' ἀκούων ἐν Γραφαῖς χολούμενον, 839 Ἣ πάρδαλίν τιν', ἣ παροιστρῶσαν πόθῳ Ἄρκτον, ζέοντα ἐκ μέθης καὶ κραιπάλης, Ἣ καὶ μάχαιραν τοῖς κακοῖς στιλβουμένην. Μὴ τοῦτο ποιοῦ τοῦ πάθους παρήγορον Ὧ προσπλακείς· ζητεῖς γὰρ οὐ λύσιν κακοῦ Καλῶς ἄκουε, μὴ κακῶς, τοῦ πράγματος. Πάσχει γὰρ οὐδὲν ὧν ἐγὼ πάσχω Θεός. Μή τις τοῦτ' εἴπῃ· καὶ γὰρ οὐδ' ἐξίσταται Αὐτός ποθ' αὑτοῦ. Ταῦτα γὰρ τοῦ συνθέτου, Καὶ τῶν μάχεσθαι ἠργμένων ἐκ πλείονος. Ὁ δ' ἔστι, τοῦτ' εὔδηλον, ἄτρεπτος φύσις. Πῶς οὖν τυποῦται ταῦτα; τῆς τροπῆς νόμοις. Πῶς; δειματῶσαι τῶν ἁπλουστέρων φρένας, Ὥσπερ τὰ πολλὰ τῶν λόγῳ δηλουμένων. 840 Ἀντιστροφὴν νόει γὰρ, καὶ τὸ πᾶν ἔχεις. Ἐπεὶ γὰρ αὐτοὶ πλήσσομεν χολούμενοι, Χολᾷν τὸ πλῆσσον τοὺς κακοὺς ἐγράψαμεν, Ὡς ὄψιν, ὦτα, χεῖρας ἐξευρήκαμεν, Οἷς χρώμεθ' αὐτοὶ, τῷ Θεῷ δεδωκότες, Ἐπάν τι τούτων, ὡς δοκεῖ, ἐργάζεται. Ἔπειτ' ἀκούεις τοὺς κακοὺς, οὐ τοὺς καλοὺς, Ὀργῇ Θεοῦ πάσχειν τι καὶ δίκης νόμοις· Ὁ σὸς δὲ θυμὸς οὐ μέτροις ὁρίζεται. Πάντας δ' ἴσους τίθησι. Μὴ τοίνυν λέγε Ὡς ἐκ Θεοῦ σοι, καὶ Θεοῦ τὸ σὸν πάθος. Ἢ καὶ φρονεῖς σύ γ' ὡς Θεὸν μιμούμενος; Ζήλωσον, ἀλλὰ τὴν νόσον γ' αὔραις δίδου. Εἴ που δ' ἀνέγνως εὐσεβῶν ἀνδρῶν χόλους, 841 Πάντας δικαίους εὗρες. Οἶμαι δ' οὐ χόλους, Κακοῖς δὲ πληγὰς ἐνδίκως κινουμένας. Οὔπω γὰρ ἦν ἐκείνοις ἡ πληγὴ κακόν· Πληγαὶ δ' ἐκείνοις σφόδρα συμφορώτατον, Χρῄζουσι πολλῆς τοῦ βίου καθάρσεως, Ῥάμνου σίδηρον ὀξὺν ἐκκαλουμένης, Νόμου τε πρόσθεν, καὶ πρὶν ἰσχύσαι νόμον Οὔπω τελείως τοῖς τότ' ἐῤῥιζωμένον. Οὕτω μὲν οὖν σὺ τὴν νόσον κατασβέσεις, Τούτοις τε σαυτὸν ἐκμαλάσσων τοῖς λόγοις, Ὡς οἱ κατεπᾴδοντες ἀσπίδων γένους Οἴσεις δὲ δὴ πῶς; τοῦτο γάρ σοι δεύτερον. Μή που, πυρὸς πῦρ ἐκκαῇ χόλου χόλος· Ἴσον γάρ ἐστιν αὐτὸν ἄρξασθαι κακοῦ, 842 Ἄλλῳ τε κινηθέντι συμπαθεῖν κακῶς. Πρῶτον μὲν εὐθὺς πρὸς Θεὸν κατατρέχων, Αἰτῶν τε τὴν χάλαζαν ἐκτρίψαι κακῶς, Ἡμῶν δὲ φείδεσθ' οὐδὲν ἠδικηκότων· Σταυρῷ τε σημειούμενος παραυτίκα, Ὃν πάντα φρίσσει καὶ τρέμει, ᾧ πάντοτε Πρὸς πάντας οἶδα προστάτῃ κεχρημένος· Ἔπειτα σαυτὸν εὐτρεπίζων πρὸς πάλην Τοῦ τὸν χόλον κινοῦντος οὐ χολουμένου, Ὡς ἂν κρατήσῃς τοῦ πάθους ὡπλισμένος. Τὸ μὲν γὰρ οὐχ ἕτοιμον οὐδ' ἀνθίσταται· Ὃ δ' ηὐτρέπισται, τοῦτο καὶ νικᾷν σθένει. Τὸ δὲ κρατεῖν τί; τὸ κρατούμενον φέρειν Τρίτον σεαυτὸν μὴ μεγίστων ἀξιῶν, 843 Εἰδὼς ὅπως προῆλθες, ἢ καταστρέφεις· Ὡς μὴ ταράσσῃ τὸ παρ' ἀξίαν πνέειν. Τὸ γὰρ ταπεινὸν καὶ φέρει νικώμενον. Οὐ κάμπτεται δὲ τὸ σφόδρ' ἐξωγκωμένον. Σποδὸν δὲ, καὶ γῆν, καὶ σκιὰν καλουμένους Αὐτοὺς ὑφ' αὑτῶν οἶδα τοὺς Θεῷ φίλους, Ὡς ἄν τι συστέλλωσι τῆς ἐπάρσεως. Σὺ δ', ὡς ἄριστος, τὰς ὕβρεις ἀπαξιοῖς; Μὴ καὶ δίκας ὄφλῃς γε τοῦ φρονήματος. Πῶς δ' ἂν παθῶν ἔργῳ τι τῶν οὐχ ἡδέων Στέρξαις, ὃς οὐδὲ ῥήματ' εὐπετῶς φέρεις; Τέταρτον, εἰδὼς οὐδὲν ὄντα τὸν βίον, Ἀλλ' οὐδὲ κριτὰς ἀπλανεῖς τῶν πραγμάτων Ἅπαντας ὄντας τῶν καλῶν ἢ μὴ καλῶν· Στροβούμενον δὲ καὶ περιπλανώμενον 844 Τὸ πλεῖον ἡμῶν, ὦ' γάθ', ἐν τοῖς πλείοσι. Ἃ μὲν γὰρ ἡμῖν αἰσχρὰ οὐχὶ καὶ Λόγῳ· Ἃ δ' οὐκ ἔμοιγε, ταῦτα τῷ Λόγῳ τυχόν. Ἕν ἐστι πάντως αἰσχρὸν, ἡ μοχθηρία, Τὸ δοξάριον δὲ τοῦτο, καὶ τὸ εὔπορον, Ἥ τ' εὐγένεια, παιδίων ἀθύρματα. Ὥσθ' οἷς μὲν ἄχθομ', ἐντρυφᾷν ἐχρῆν ἴσως· Οἷς δ' ὀφρυοῦμαι, καὶ ταπεινοῦσθαι πλέον, Ἢ νῦν ἐπαίρομ' οὐ καλῶς φυσώμενος. Πέμπτον, λογισμῷ μείζονι χρησώμεθα. Ὡς εἰ μὲν οὐκ ἀληθὲς οὐδὲν, ὧν λέγει, Ὁ τῷ χόλῳ ζέων τε καὶ τυφλούμενος, Οὐδὲν πρὸς ἡμᾶς· εἰ δ' ἀληθεύει λέγων, Ἐμαυτὸν ἠδίκηκα, καὶ τί μέμψομαι Τὸν ἐκλαλήσανθ' ἃ πρὶν ἦν κεκρυμμένα; 845 Χόλος φυλάσσειν πίστιν οὐκ ἐπίσταται Ὃς γὰρ καθίστατ' οὐδ' ἀληθὲς πολλάκις, Πῶς ἂν κατάσχοι μοι χόλος μυστήριον; Ἔπειτ' ἐκεῖνο σωφρονήσεις ἐννοῶν, Ὡς εἰ μὲν οὐδέν ἐστιν ἡ ζέσις κακὸν, Οὐδ' ἐγκαλεῖν δίκαιον· εἰ δ' ἔστι κακὸν, Ὡς ἔστι, καί σοι φαίνεται, μὴ αἰσχρὸν ᾖ Πάσχειν, ἃ τοῦ πάσχοντος εἶ κατήγορος, Καὶ μὴ τὸν ἐχθρὸν λαμβάνειν παραινέτην; Εἶτ' εἰ μὲν ἔστι πρόσθεν οὐκ αἰνούμενος Οὗτος, ὁ νῦν ζέων τε καὶ πνέων θράσος, Καὶ νῦν προδήλως ἀντὶ σοῦ μεμφθήσεται. Εἰ δ' ἂν καλῶν τις, οὐ σὺ δόξεις σωφρονεῖν. Πρὸς γὰρ τὸ κρεῖσσον ἡ ῥοπὴ τῶν πλειόνων. Ἀλλ' εὖ πέπονθε; πλεῖον ἐγκληθήσεται. 846 Ἀλλ' ἠδίκησέ σ'; αὐτὸν οὐ δράσεις κακῶς. Ἀλλὰ σχεθήσετ'; ἂν δὲ πλεῖον ἐκμανῇ. Ἀλλὰ προήρξατ'; ἀλλὰ κλασθήτω τάχος Τῷ σῷ λόγῳ τε καὶ τρόπῳ περιτραπεὶς, Ὥσπερ τι κῦμα λυθὲν ἐν χέρσῳ τάχος, Ἢ καὶ ζάλη τις οὐκ ἔχουσ' ἀντίστασιν. Ὕβρις τάδ' ἐστίν; ὕβρις, ἢν συνεκπέσῃς. Ἢ καὶ νοσοῦσιν ἀντιλοιδορήσομεν; Τῶν δαιμονώντων οὐ φέρεις τὴν ἔνστασιν; Τούτων λέγω δὴ τῶν ὑλακτούντων βίᾳ. Τοὺς ἔκφρονας δὲ καὶ δεινῶς μεμηνότας; Ἂν εὖ φρονῇς γε· τοὺς μεθυπλῆγας δ' ἔτι, Ὧν τὴν φρόνησιν ἡ μέθη κατέκλυσε. Τί δ' εἰ κύων σοι προσδράμοι λύσσης γέμων; Τί δ' ἂν κάμηλος φυσικῆς ἐξ ὕβρεως 847 Βροντῶσα λαιμῷ, καὐχέν' ἐκτείνουσά σοι, Στήσῃ παλαίων; ἢ τὸ φεύγειν σώφρονος; Τί δ' εἴ σε πόρνη τοῖς ἑαυτῆς αἴσχεσι Βάλλοι; σύνηθές ἐστι γὰρ πόρναις τόδε, Αἷς ἐστι δεινὸν αἶσχος, αἶσχος εἰδέναι, Τέχνην ἐχούσαις μηδὲν αἰσχύνεσθ' ὅλως. Ὁ δ' ἐκ Σινώπης προσιὼν ταῖς ἐκ στέγους, Ὕβριζε ταύτας, ὡς λόγος· τί μνώμενος; Φέρειν τὰς ὕβρεις εὐκόλως ταῖς ὕβρεσι. Ταῦτ' ἐννοῶν σὺ τὰς ὕβρεις ἀτιμάσεις. Εἴπω τι καὶ τεχνικὸν, οὐ μὴν ἄξιον Τοῖς τὸ πρᾶον τιμῶσιν· ἀλλ' ὅμως ἐρῶ. Σβεστήριον γάρ ἐστι τῆς ἀηδίας. Πύκτας ποτ' εἶδες; ὡς τὸ πρῶτον ἡ στάσις Τούτοις ἀγώνισμ' ἐστὶν, ὑψηλὴν λαβεῖν; 848 Οὐ γὰρ μικρόν τι τῷ κρατεῖν συνεισφέρει. Οὕτω θέλησον αὐτὸς ἣν λῷον λαβεῖν. Ἡ δ' ἔστι τὸν λυσσῶντα βάλλειν παιγνίοις. Γέλως μέγιστον ὅπλον εἰς ὀργῆς μάχην. Ὡς οἱ κεινὴν πέμποντες ἀθληταῖς χέρα Ὁρμήματι σφοδρῷ τε καὶ μεμηνότι Κάμνουσι πλεῖον τῶν πονούντων σωμάτων (Κράτημά τ' οὐκ ἔντεχνον ἰσχύος κλάσις)· Οὕτως ὃς ὑβρίζει μὴ χολούμενόν τινα, Ἀλλ' ἐκγελῶντα τὴν μάχην, ἀλγεῖ πλέον. Τὸ δ' ἀντιπῖπτον καί τιν' ἡδονὴν φέρει. Πλείων γὰρ ὕλη τῷ χόλῳ καθίσταται, Λίαν γλυκεῖ τε καὶ ἀπλήστῳ πράγματι. Ἐκεῖνό σοι γένοιτο τῆς βουλῆς τέλος. Τί τὸ πρᾶον μάλιστα τῶν ὄντων; Θεός. 849 Τίς δ' ἡ χολώδης φύσις; ὁ βροτοκτόνος. Ὀργήν γέ τοι γίνωσκε καὶ καλούμενον, Πρὸς αἷς καλεῖται κλήσεσι πονηρίας. Τούτων ἑλοῦ τιν' ἣν θέλῃς μοῖραν σύγε· Ἄμφω γὰρ οὐκ ἔνεστι. Καὶ τοῦτο σκόπει· Τίς μὲν γελᾶται, τίς δὲ τῶν αἰνουμένων; Μικρὸν γὰρ οὐδὲ τοῦτο τοῖς σκοπουμένοις. Τὸ λοιπὸν, ὁρκίζω σε τῶν κακῶν φίλον, Τὸν δυσμενῆ συνήγορον καὶ προστάτην, Οἰδοῦντα καὶ διδοῦντα ταῖς ᾅδου πύλαις, Εἶξαι Θεῷ τε καὶ Λόγῳ τὸ σήμερον, Θυμὲ, ζέσις, πλήρωμα τοῦ βροτοκτόνου, Αἶσχος προσώπου ἐμφανὲς, φρενῶν ζάλη, 850 Μέθη μύωψ, κρημνιστὰ, ταρταρηφόρε. Ὦ πνευμάτων λεγεὼν, κακὸν σύνθετον, Δεσμοὺς διασπῶν καὶ πέδας σὺν ἅμμασιν, Χριστός σε βούλεθ', ὃν τὸ πᾶν τόδ' οὐ φέρει, Αὐτὸς φέρει δ' οἴαξιν ἀπταίστως τὸ πᾶν, Νωμῶν βροτῶν τε καὶ τῶν ἀγγέλων βίον, Ὃς καὶ πονηρῶν πνευμάτων λύσιν φέρει Παθῶν τε, τοῖς καλοῦσιν αὐτὸν ἐκτενῶς, Οὗτός σε βούλετ' ἔνθεν ὡς τάχος φυγεῖν· Τῶν σῶν συῶν πλήρωσον εἰσελθὼν βάθη· Δέξονθ' ἑτοίμως εἰς βυθὸν πεσούμενον. Ἡμῶν δ' ἀπόσχου τῶν Θεῷ μεμηλότων. Καὶ ταῦτα σιγῆς· οἱ δὲ λύσαντες λόγον, 851 Εἰ μέν τοι τούτων ἄξιον φθέγγοισθ' ἔπος, Φθέγξασθε κἀμοί· εἰ δὲ σιγῆς, οὐκ ἐμοί. Καὶ ὦτα δήσω τοῖς λόγοις, ὥσπερ λόγον.
735.16.1
Εἰς εὐγενῆ δύστροπον. Αἵματος ἐξ ἀγαθοῦ τις, ἅπαν κακὸν, ἀνδρὶ γένος μὲν Οὐ τῶν εὐπατέρων, τἄλλα δὲ θαυμασίων, Προύφερε τοὺς προγόνους. Καὶ ὃς μάλα ἡδὺ γελάσσας, Εἶπε λόγον μνήμης ἄξιον, ὡς «Τὸ γένος Ἔστιν ὄνειδος ἔμοιγε, γένει δὲ σύ.» Τοῦτο φύλασσε Ὡς μὴ τῆς ἀρετῆς ἄλλο τι πρόσθεν ἄγοις. Εἰ σοῦ τις τὸ δυσειδὲς ἐκέρτομεν, ἢ τὸ δυσῶδες, Εἶπες ἂν, ὡς «Ὁ πατὴρ ἦν καλὸς, ἢ μυρίπνους;» Εἰ δέ σέ τις ὡς δειλὸν ἐπέσκωπτεν καὶ ἄνανδρον· 852 «Ὡς πρόγονοι πολλὰς εἷλον ὀλυμπιάδας;» 852 Οὕτω, εἴ σε κακόν τις ἐλέγχει καὶ ἀνόητον. Μή μοι τοὺς πατέρας, μηδὲ τὰ νεκρὰ λέγε. Χρυσόδετον κιθάρην τις ἔχων, ἔκρεξε κάκιστον. Ἄλλος ἀπ' εἰκαίης εὐγενὲς ἧκε μέλος. Τίς τούτων, ὦ λῷστε, ἀμείνων σοι κιθαριστής; Ὃς σώζει τεχνικοῖς κρούμασιν ἁρμονίας. Ἀλλὰ σὺ χρυσῶν μὲν πατέρων ἔφυς, ὥς σε λέγουσιν, Αὐτὸς δ' οὐκ ἀγαθός. Εἶτα μέγα φρονέεις; Τοῦτό γέ σοι λαμπρὸν γένος ἐστὶν, οἱ προπάλαιοι Νεκροὶ, καὶ μύθων πλάσματα, καὶ γραΐδες; Παίζεις. Πρὸς σὲ δ' ἔγωγε βλέπω μόνον, εἰ δίκαιός τις Ἣ κακός. Ἡ δ' ἀρχὴ, πηλὸς ἅπαντες ἴσος. 853 Δέρματα πάντες ὅμοια, φυσώμεθα δ' οἱ μετέωροι, Πλούτῳ καὶ δόξῃ, καὶ πατρίσι μεγάλαις. Ὥστε τί μοι τὰ περισσὰ, πατὴρ, γένος; Οὔτε με μῦθοι Τέρπουσ', οὔτε τάφοι. Ἀλλ', ἀγαθὲ, σὲ βλέπω. Εἷς χοῦς πάντες, ἑνὸς πλάστου γένος. Ἡ δὲ τυραννὶς Εἰς δύο τὰ θνητῶν ἔσχισεν, οὐχὶ φύσις. Δοῦλος ἐμοὶ πᾶς σκαιός· ἐλεύθερος, ὅστις ἄριστος. Εἰ δὲ σὺ τύφον ἔχεις, τοῦτο τί πρὸς τὸ γένος; Ἡμιόνοις τί πατήρ ποθ' ὁ κάνθων ἐστὶν ὄνειδος; Οὐδέν. Τίς δέ τ' ὄνοις δόξα παρ' ἡμιόνων; Οἱ δ' ἀετοὶ τίκτουσι, καὶ οὓς ῥίπτουσι νεοσσούς. Ὥστε τί μοι πατέρας, σαυτὸν ἀφεὶς, σὺ λέγεις; Κρεῖσσον ἄριστον ἐόντα κακὸν γένος, ἠὲ κάκιστον Ἔμμεναι εὐγενέτην· καὶ ῥόδον ἐκ τραχέος 854 Ἐβλάστησε. φυτοῖο, ῥόδον γε μέν. Εἰ δ' ἀπὸ γαίης Ἦλθες ἄκανθ' ἁπαλῆς, τοῦ πυρὸς ἄξιος εἶ. Πῶς σὺ κάκιστος ἐὼν, τόσσον φρονέεις προγόνοισιν, Ὦ κάνθων μυλικὲ, ἵππιον ὕψος ἔχων;
735.17.1
Περὶ τοῦ αὐτοῦ. Εἴ σοι πίθηκον εἰς λέοντα σκευάσας Σπουδῇ προσῆγον, ἆρ' ἂν ᾐδέσθης ἰδών; Καὶ πῶς; τί δ' εἴ σοι κύκνος ἠγωνίζετο Δοκεῖν ὁ πάντ' αἴσχιστος ὀρνίθων κόραξ, Χρωσθεὶς τὸ λευκόν; ἢ γελοῖος ἦν πλέον; Ἔμοιγε φαίνετ'. Εἰ δ' ὁ δυσγενὴς τρόπον Φρυάσσετ' εὐγένειαν, αἰδεσθήσομαι; Οὐ δὴ γὰρ εἰκὼ τὴν γεγραμμένην πλέον Τῆς τοῦ πνέοντος ἀνδρὸς, εἰ καὶ λάμπεται. Ἄλλοι γραφέσθων· ὁ τρόπος δ' ἐμοὶ γένος. 855 Τί ταῦτα, καὶ τί πάσχετ', ὦ θνητὸν γένος; Ἵππος μὲν οὐδεὶς, ὅστις οὐχ ἵππος φύσει, Οὐδ' ὄρνις, ὅστις οὐ πτερῷ κουφίζεται. Βοῦν δ' εἰσιδών τις εἶπε, Δελφὶς τοῦτό γε; Ὅπερ δ' ἕκαστόν ἐστι, καὶ γνωρίζεται. Δύω δὲ ταῦτα τῆς βίου κωμῳδίας. Κατηστέρισται ζῶον ἐν γῇ κείμενον, Καὶ γράμμα ποιεῖ τὸν κάκιστον εὐγενῆ. Ἵππον τιν' ὠνῇ τὸν καλόν τε καὶ ταχὺν Ἢ τὸν κακὸν μὲν, ἐκ γένους δὲ γνωρίμου; Τὸν καλὸν, οἶδα. Τοὺς κύνας δ', οὐ τοὺς ταχεῖς; Οὕτω. Τί δ', οὐχ ἅπαντα τὸν αὐτὸν τρόπον; Τὰ πάνθ' ὁμοίως. Σὺ δέ μοι κάκιστος ὢν, 856 Καλεῖς σεαυτὸν εὐγενῆ; Ληρεῖς μάτην. Ἡ σπάρτος ὀρθὸν δεξάτω, καὶ πείθομαι. Σὺ δυσγενῆ με, κἂν ἐλεύθερον, καλεῖς. Ἐγὼ γελῶ σου τὴν νόσον, εἰ κάκιστος ὢν Οἴει καλύψειν τῷ γένει τὸ δύστροπον. Ὁ πλοῦτος ἔκριν' εὐγενεῖς, οὐχ ὁ τρόπος, Τυχόν γε τοὺς ἀφ' ὧν σύ. Θὲς καὶ τὸν τρόπον· Τί τοῦτο πρὸς σὲ τὸν κάκιστον εὐγενῆ; Τὸν εὐγενῆ μὲν, δυσγενῆ δὲ τῷ τρόπῳ, Νεκρὸν νομίζω τῶν καλῶν ὀδωδότα. Μί' εὐγένεια, τὸν τρόπον χρηστὸν φέρειν.
735.18.1
Κατὰ πλουτούντων Φεῦ, φεῦ, ὅσων γέμουσιν οἱ κακοὶ κακῶν! 857 Ἀλλ' οὐδὲ τοῦτ' ἴσασιν οἱ τρισάθλιοι, Ὡς ἄν τι καὶ λάβοιεν εἰς σωτηρίαν, Λόγον τιν', ἢ σύμβουλον, ἢ μνήμην Θεοῦ· Ἃ πάντα φάρμακ' ἐστὶ τοῖς πεπληγμένοις. Ἀλλ' εὐσθενοῦσιν, ὡς δοκοῦσ'. Οἰκτροῦ πάθους! Ὡς οἱ παραπλῆγές τε καὶ μεμηνότες, Ἰσχὺν νομίζειν τὴν νόσον καὶ τῶν φρενῶν. Ἵπταντ', ἀροῦσιν, ἄπτεροι, βοῶν δίχα. Βοηδρομοῦσιν, ἡ φάλαγξ δ' οὐ πλησίον· Πλέουσιν οὐ πλέοντες, ἀθλοῦσιν μόνοι, Πλουτοῦσι, βασιλεύουσι, νικῶσι δίκας. Ἅπαντα ταῦτα τῆς νόσου. Πείθει δέ τις; Κακόν τι λήψῃ πρόσθεν, ἢ πείσεις λέγων, 858 Ὡς φαρμάκων χρῄζουσι τῆς ἀῤῥωστῖας. Τίς γὰρ, νομίζων μὴ νοσεῖν, ἀλλ' εὐσθενεῖν, Ἢ φαρμακεύετ', ἢ ζητεῖ σωτηρίαν; Τοῦτ' ἔστι τοῦ νοσοῦντος, ἀλλὰ μετρίως. Ὅστις δὲ τὸν δίκαιον οἴεται νοσεῖν, Πότ' ἂν δέξαιτο τοῦ πάθους παρήγορον; Πλουτεῖς· βιάζῃ γειτονεῖν σοι μηδένα. Ζητεῖς ἔχειν ἄρουραν· ἡ δὲ πλησίον Οὐ σή· τὸ πρᾶγμα συμφορά. Χρὴ σοῦ μόνου Τὴν ὄψιν εἶναι. Δεινὸν, εἰ τὸ σῶμά σοι Κόπτοιτο. Ἧλος ὀμμάτων τὸ τοῦ πέλας. Ὡς εἴθε καὶ γένοιτο. Ἦ γὰρ ἂν τυχὸν Ἔστης ἀεὶ τὸ πλεῖον ἐκκαρπούμενος,