Carmina moralia
Gregory of Nazianzus (gregory-of-nazianzus)Mora 859 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
859.1.1
Ὡς φλόξ τις, ἢ χείμαῤῥος, ἢ λοιμοῦ νόσος, Μέσου κρατοῦντος οὐδενός. Ὥς μοι δοκεῖς Οὐδ' ἡντινοῦν ὄνησιν οὐδὲ σῶν ἔχειν, Εἰ μή τι προσγένοιτο τῶν ποθουμένων. Εἶθ' ἡ συνεργὸς τῆς χερὸς συκοφαντία. Ὕβρισμ'; ἔχω χρήστην σε, πράκτορ' εὐθέως, Στρέβλαι, τὰ δεσμά· φείδεται τοῦ σώματος Ὁ πένης· δίδωσι πάντα, σωθῆναι θέλων. Εὔψυχός ἐστιν, οὐχ ἑκὼν, ἐν οἷς ἔχει. «Τί δ'; οὐ πολιτείας σὺ καὶ ναυαρχίας Ὑπεύθυνος; σὺ δ' οὐχὶ τοῦ λῃστοῦ φίλος;» Λέγει τὸν οὐκ ὄνθ', ὡς φοβήσας κερδαίνειν. «Ὁ βοῦς δέ σοι πῶς τοῖς ἐμοῖς ἐνύβρισεν; Ἥδ' ὕβρις, εἰπέ; Μεῖζον ἐβρυχήσατο, Πένητος ὢν, καὶ ταῦτα ὡς μάχης ἐρῶν, 860 Ἢ καὶ νενίκηχ'. Ἡ δὲ τῶν δίνδρων σκιὰ Ὑπερκύπτουσα τοῖς ἐμοῖς λυμαίνεται. Ὁ παῖς δέ σου προσῆλθε τῷ' μῷ χωρίῳ. Ἐπίσχες, ἢ τοῦτο δράσειν μαρτύρεται.» Οὕτως ἀπῆλθε βοῦς, ὁ παῖς, τὸ κηπίον. Ταῦθ' ἡ τυραννίς. Ἂν δὲ καὶ σοφὸς κακὸς Τύχῃ τις ὢν, τὸ πλάσμα πειθανώτερον. Ἄλλους ἀνείργει (σχῆμα προστάτου λαβὼν), Ποιεῖν κακόν τι, καὶ σκέπει δουλούμενος. Ἔπειτα θοινᾶθ', ὡς λέων ζώου τινὸς Θῆρας διώξας, οὐ φιλανθρωπεύεται, Ἀλλ' αὐτὸς αὑτῷ θήραν ὡς ῥᾴστην ἔχει. Τί κάμνεθ'; ἀπλοῦν ἐστιν, ἀρκεῖσθ' οἷς ἔχεις. Τῆς δ' οὐ μετρητῆς κτήσεως μέγας πόνος, Μάχαι, δίκαι, σοφίσμαθ', αἱ ψευδορκίαι 861 Εἰ μηδὲν ἄλλο, φροντίδες, ὥσπερ ζόφοι; Τούτοις ἀεί τι προσφέρουσ' ἀλλότριον. Οὐδ', εἰ τραπέζης ἀξίωμ' ἔχων ἴσον, Ἄπληστος ἦσθα, καὶ βαρὺς τοῖς συμπόταις, Πάντων ἀμέτρως χερσὶν ἐμφορούμενος, Ἐπῄνεσάν σε; Μή τι δὴ τῆς κτήσεως; Ὡς τό γ' ἄπληστον πανταχοῦ βδελυκτέον Σοὶ δ' οὐχὶ φαίνετ' ἐγκεχωσμένῳ φρένας. Τὸ μὲν γὰρ ἔστι, τοῦ δ' ἐρᾷς, τὸ δ' ἤλπισας· Τοῦ δ' εἰσὶν οἱ προμνήστορες καὶ μαστροποὶ, Ὥς εἰσιν ἄλλοι τῆς νόσου τῶν σωμάτων. Σέβεις δὲ χρυσόν. Ἡ δὲ σητῶν βρώματα Ἐσθὴς τέθαπται. Τῶν δὲ σιτώνων ἀεὶ 862 Πλήρης. Καπηλεύεις δὲ τὰς ἀκαιρίας. Οἱ μὲν στένουσι, τοὺς δ' ἔχουσιν ἐλπίδες. Κοῦφον γάρ ἐστιν ἐλπὶς ἡμέρας ὄναρ. Τοὺς μὲν σφραγίζεις, τοὺς δ' ἀνοίγεις εὐστόχως· Ὅπως δ' ἂν, οἶμαι, καὶ τὰ τοῦ καιροῦ ῥέῃ. Φεῦ, φεῦ, πενήτων συλλέγεις τὰς συμφορὰς, Ἀλλοτρίαν κάκωσιν ἐκκαρπούμενος, Ἄλλην ἄρουραν τὸ στενὸν ποιούμενος! Τίς ταῦτα, κἀκ τίνων σύ; καὶ θαῤῥῶν πόθεν; Ὃν ἡ παροῦσα νὺξ ἴσως ἕξει νεκρὸν, Μέσων ἀναρπάξασα τῶν ποθουμένων. Ὡς ἔστι δεινὸν, καὶ τὰ πάντα πλουσίως Ἄλλων διδόντων, σώματ', οὐσίας, Θεῷ 863 Παρ' οὗ τὰ πάντα, σὲ ζητεῖν ἔχειν δέον. Ὡς ἂν λάβῃς τί; δεινὰ θησαυρίσματα, Ὄγκον τραπέζης, καὶ στενοῦ λαιμοῦ χάριν, Εἰς ὃν τὰ πάντα συντρέχει φροντίσματα, Οἴδημα γαστρὸς, τὴν κόρου τ' ἀῤῥωστίαν (Οὗτοι γάρ εἰσιν οἱ τόκοι τῆς πλησμονῆς), Οἴκους περιττοὺς, καὶ κενοὺς τῷ πλείονι, Χρυσωρόφους τε, πλαξί τε στιλβομένους, Παῖδας γυναικῶν εἴδεσι κοσμουμένους, Σκιάσματα, ψυκτῆρας, ἐκμεθύσματα, Συνῳδίας τε καὶ κρότους ὁμοῤῥόθους, Ὑφ' ὧν τὸ κάλλος φθείρεται τῆς εἰκόνος, Λαμπρὸν φυσᾶσθαι καὶ μέγιστον ἐν πόλει Ὑψαυχενοῦντα, καὶ θρόνων αὐχεῖν κράτος, 864 Θρόνους, φθόνου πάλαισμα καὶ τυραννίδος. Ἄλλος γὰρ ἄλλον οὐκ ἐᾷ φρονεῖν μέγα, Ὑπερφέρων τε καὶ πλέον γαυρούμενος, Ὥσπερ δράκοντος ἐπιῤῥέουσαι φωλίδες. Εἶεν· τί λοιπὸν ἔστι σοι τῶν τιμίων, Θρύψις γυναικῶν ἐν λίθοις καὶ χρυσίῳ, Διαπλόκοις τε καὶ πλοκῆς ἀλλοτρίοις; Δεσμοί τε χειρῶν καὶ ποδῶν, τερπνὸν βάρος, Ἐξ ὧν τὸ κάλλος οὐ καλῶς σπουδάζεται, Πολλοῖς ἀρέσκειν ἀῤῥένων ἀσκούμενον; Τί δ' ἄλλο; παῖδας εὐπόρους λιπεῖν ἴσως, Καὶ τῆς πατρῴας ὕβρεως ἐπιστάτας; Ἦν ἄν τι τούτων, εἰ συνήντων ἐλπίδες. Νῦν δ' οὐδὲ χοῦν τις οἶδεν, οἷ λυθήσεται, 865 Οὔθ' οἷ προβήσεθ' ἡ βλάβη τῆς κτήσεως. Σὺ μὲν πονεῖς τε μακρὰ, κἀγρυπνεῖς ἴσως, Νύκτας συνάπτων ἡμέραις ἐν φροντίσιν, Ὡς πλεῖον εἶναι τὸ στενὸν τῆς τέρψεως· Τοκογλυφεῖς τε καὶ τρέφεις τόκοις τόκους, Ἐν δακτύλοις τε τοὺς τόκους ἀεὶ φέρεις. Τάδ' οὔτε σοὶ φυλάσσετ', οὔθ' οἷς ἤλπισας· Ἀλλ' ἔστιν, ὧν πέρ ἐστι, καὶ ξένων τυχόν. Ἀσπαστὸν ἦν ἄν· νῦν δ' ἴσως καὶ δυσμενῶν, Οἵ σου κατηγοροῦσι καὶ τῶν σῶν καλῶν, Οὓς οὔποτ' ἠξίωσας οὐδὲ κλάσματος. Τούτων τυχόν τις τῶν κακῶς πεπονθότων, Ὃς ἦρδεν ἁλμυρῷ σε τῷ ποτίσματι, Οἶκόν τε τὸν σὸν, ἐν γόοις καὶ δάκρυσιν, 866 Οὗτος τραφήσετ' ἐν πόνοις ἀλλοτρίοις, Ἀλεκτρυὼν παχύς τε καὶ βλέπων ἄνω, Πόλλ' οὐκ ἐπαινῶν τῶν γε νῦν τυπουμένων· Ὃς οὐδὲ ἄρτον, εἰ τύχοι, διακλάσει Τῷ κληρονόμῳ σου τῶν κενῶν φαντασμάτων. Πρὸς ταῦτα, εἴ τι περινοεῖς, προσλάμβανε. Στρέβλου, βιάζου, μηδὲν ἐλλείπῃς κακὸν, Γῆς καὶ θαλάσσης ἐξερευνάσθω βάθη. Ξέειν', ὃ δὴ λέγουσι, καὶ νεκρῶν τρίχας, Θύειν σαγήνῃ, προσκυνεῖν τὴν δεξιὰν, Ἥ σοι τοσοῦτον χρυσίον συνήγαγεν. Ἅπαντα ποιοῦ τοῦ λαβεῖν κατώτερα, Ἐχθροὺς, φίλους τε, συγγενεῖς, εὐεργέτας. Οὐδὲν διοίσει ταῦτα τῇ ἀμπώτιδι, 867 Ἢ καὶ Χαρύβδει τῇ ῥοφούσῃ τοὺς στόλους. Μικρόν τι καὶ ὁ πλοῦτος ἐκβλυσθήσεται, Ὥσπερ κόρου τις φόρτος εἰς ἄνω ῥυείς. Μικρὸν μενῶ τι, καὶ προσέρχεθ' ἡ δίκη, Κρεῖσσον μὲν, εἰ νῦν· εἰ δὲ μή γ', εἰς ὕστερον. Καλῶς πένεσθαι κρεῖσσον, ἢ πλουτεῖν κακῶς, Ταπεινὸν εἶναι μᾶλλον. ἢ φυσώμενον, Εὐεξίαν δοκοῦντα τὴν ἀῤῥωστίαν. Ἦ πάντ' ἔδει σοι χρυσὸν, ὡς Μίδᾳ ποτὲ Φασὶ, γενέσθαι, ὡς τὰ Μίδου καὶ πάθοις, Ἔχων δίκαιον λιμὸν ἐξ εὐχῆς κακῆς. Διψάς τίς ἐστι τῶν ἐχιδναίων γενῶν, Τούτων, ὅσ' ἡ ἔρημος Αἰγύπτου. φέρει. Ταύτης τὸ τύμμα οἷον, ἡ κλῆσις λέγει. 868 Τὸ θηρίον γὰρ τοῦ πάθους ἐπώνυμον. Πίνων διόλλυθ', ὃς τὸν ἰὸν ἔσπασεν· Εὑρών τι ῥεῖθρον, χανδὸν ἐμπεσὼν ὅλος, Ἕως τὸν εἴσω φόρτον ἐκρήξῃ πότῳ. Ὁμοῦ δὲ τὸ ζῇν καὶ τὸ δίψος ἐσχέθη. Οὐκ οἶσθα τοῦτο, φίλτατ', οὐδ' ἀκήκοας, Ὡς ἄρτον ὗσεν οὐρανὸς λαῷ ποτε, Περῶντι τὴν ἔρημον εἰκὸς ἄτροφον, Δῶρον δαψιλὲς, ὡς Θεοῦ, καὶ ἄφθονον; Ἀλλ' οὖν ἔκειτο τοῖς ἀμέτροις καὶ δίκη. Ἔπωζεν εὐθὺς τὸ πλέον· μέτρον γὰρ ἦν Ἡ χρεία τοῦ δωρήματος. Τοῦτ' οὖν ἀεὶ Πάσχειν ἕκαστον τῶν ἀδίκων ἔνδικον, Ψοφεῖν ποθοῦντας, ἢ συνόζειν οἷς κακῶς 869 Ἔχουσιν. Οὕτως ἂν μόνως ἦσαν σχετοί. Τί δ' οὐ τὸ σῶμα τοῖς θέλουσιν ἐνδίδως; Τί δ' οὐχὶ καὶ λῄσταρχον ἀσπάζῃ βίον, Τοιχωρυχεῖς τε καὶ διοχλίζεις τάφους. Εἴ σοι τὸ πλουτεῖν καὶ μόνον σπουδάζεται, Τοῦ πῶς δ', ὅθεν τε, μηδὲ εἷς ὅλως λόγος; Κάλλους μὲν εἶναι μέτρον, εἶναι δ' ὄψεως, Δρόμου, σθένους τε καὶ μελῶν, καὶ ἁλμάτων, Λόγων τε, μόχθων τ'· ἔργον οὐχ ἁρπάγματος Κτήσει δὲ μηδὲν μέτρον· ἀλλ' ἔχειν ξένον Τὰ τοῦ καμόντος καὶ καλῶς κεκτημένου, Ἢ καὶ πατρῷον κλῆρον εὖ δεδεγμένου· 870 Καὶ τοῦτ' ἐς μικρὰν ἔστιν οἷς βίου πνοὴν, Τὸν οὐδ' ἔχοντα γνῶσιν ὧν κέκτητ' ἴσως. Μὴ σοὶ μόνῳ δοθήσετ' ἡ οἰκουμένη; Κἂν ταῦτα δῶμεν, οὔτι καὶ λειφθήσεται; Τί οὖν δράσεις; σὺ σπουδάσεις καὶ ταῦτ' ἔχειν; Ἀεὶ μογήσεις, τῷ λείποντι γὰρ πένης. Ἀλλὰ σχεθήσῃ; τοῦτο καὶ νῦν δοξάτω. Τῶν σῶν ἔχεις ὄνησιν· εἰ δ' ἄμετρος εἶ, Ἰὸν τόδ' ἴσθι προστιθεὶς οἷς νῦν ἔχεις, Καὶ φλὸξ ἀκάνθαις, ὃ προσέρχεται κακῶς, Οἷς δ' ἂν προσέλθῃ, ταῦτα καὶ συνόλλυται. Ὡς οὐ μαραίνει δίψαν ἐξ ἅλμης ποτὸν, 871 Οὐδ' ὄψις ἐμμένουσα τῷ ποθουμένῳ Τὸ φίλτρον, ἀλλὰ διπλασίως ἐξάπτεται· Οὕτω τὸ ληφθὲν τοῖς ἀπλήστοις φάρμακον, Ἀεὶ καθίστατ' εἰς ὄρεξιν πλειόνων. Γνώμην ἔδωκ' ἂν τοῖς ἀπραγμονεστέροις, Ἢ τοῖς πένησι, συμφέρειν τι τοῖς κακοῖς, Ὡς θηρσὶ βρῶσιν, ἢ χοὰς τοῖς δαίμοσιν, Ἃς προσφέρουσιν οἵ γε δεισιδαίμονες, Εἰ, τοῦτ' ἐχόντων, ἠρεμεῖν ἐμέλλομεν. Ὧδ' ἄν τι καὶ πένητας οἷόν τ' ἦν ἔχειν, Ἀεὶ τρέμοντας τῶν κακῶν καὶ τὰς σκιάς. Νῦν δ' οἶδα πάντων φάρμακον, πλὴν τῶν κακῶν· Λιμοῦ δίαιτα, πλησμονῆς τὸ ἐνδεὲς, Ὕδρωπος ἡ κένωσις, ὀφθαλμοῦ σκότος, Πένθους λογισμὸς ἢ φίλος, λύπης χρόνος· 872 Τοῖς δυσπλοοῦσι, πυρσὸς ἢ λιμὴν φανεὶς, Κόποις, ἄλειμμα· τοῖς πονηροῖς δ' οὐδὲ ἓν, Πλὴν τοῦ Θεοῦ τε καὶ δίκης καὶ τραυμάτων· Ἀλλ' οὐδὲ ταύτης αἰσθάνονθ' οἱ δυσσεβεῖς. Ἡ πλησμονὴ γὰρ καὶ δίκης καταφρονεῖ. Ζόφῳ καλύπτει τὰς φρένας ὁ συνεργάτης, Χαλκοῖ τὸ νῶτον, ὡς ἀνήλατος σαφῶς, Ἄκμων σιδήρῳ, τῇ κακώσει γίνεται. Πρὸς τὰ παραδείγματ' εὐθέως ἀνατρέχει. Τί τοῦτο, Χριστέ; πῶς δέδωκας τοῖς κακοῖς Τὰ τῶν ἀρίστων ἔστιν ὧν προσκρούσματα, Ὡς ἄν τιν' εὑρίσκουσι τοῦ τρόπου φυγήν; Καλὸν μὲν οὐδεὶς, καὶ πλέον, λογίζεται, Κακὸν δὲ, καὶ μικρόν τι, γίνεται πίναξ Τοῖς ἀφρονεστέροις τε καὶ κακωτέροις. 873 Καλοῖς σίδηρος, κηρὸς ἐν τοῖς χείροσιν Εἰσὶ, τὸ χεῖρον ῥᾳδίως τυπούμενοι. «Οὐ σωφρονῶ· τί δ'; ἄλλος οὐχ εὑρίσκεται Τοιοῦτος;» Οἴμοι! καὶ σοφῶν λέξει τινά. «Κτείνω· τί δ'; οὐχὶ κἀνθάδ' εὑρεθήσεται Τῶν τις παλαιῶν, ἢ νέων; Πλουτῶ κακῶς· Ἔθνη δέ τ' ἄλλος καὶ πόλεις ἐκτήσατο. Ὅρκου δέ τις οὐκ οἶδεν ἄρνησις πόσον Χείρων;» Ἔπειτ' ἄρνησις ἐπλάσθη τινὸς, Εἰς συγκάλυψιν τραυμάτων ἐλασσόνων. Πρὸς ταῦτα καί τι μυθολογῆσαί σοι θέλω, Εἰ δεῖ τι παίζειν ἐν μέσῳ τῶν συμφορῶν, Μῦθον πρέποντα τοῖσδε τοῖς σοφίσμασι. Τὴν γλαῦκ' ἐπέσκωπτέ τις· ἥδ' ἐφύγγαν Τῶν σκωμμάτων ἕκαστον εὐστόχῳ λόγῳ· 874 «Ὅσον κάρηνον!– Τοῦ Διὸς δὲ πηλίκον!– Ἡ γλαυκότης δέ!– Τοῦτο τῆς Γλαυκώπιδος.– Φθέγγῃ δύσηχον.– Ἡ δὲ κίττα καὶ πλέον.– Τὸ λεπτόπουν πῶς;– Ψὴρ δέ σοι τί φαίνεται;» Ἐπεὶ δὲ πάντα διέδρασε ῥᾳδίως, Ἑνὶ κρατεῖται, καὶ σοφή περ οὖσ' ὅμως. «Ἀλλ', ὦ σοφὴ, σκόπησον, ὡς τούτων μὲν ἓν Ἑνὶ πρόσεστι, σοὶ δ' ἅπαντα καὶ λίαν· Γλαυκὴ, δύσηχος, λεπτόπους, βαρύκρανος.» Τούτοις ἀπῆλθεν ἐντραπεῖσ' ἡ φιλτάτη. Σὺ δ' οὐδὲ τοῦτο, ἀλλὰ κἀν μύθῳ πολὺ Ἔστι τις ὄρνις σῆς φρενὸς σοφώτερος. Ἑνὸς τὰ πάντα· τοῦτό σου τὸ δυσχερές. Ὡς ἓν μὲν ἁρπασθέντα, καί που δεύτερον Πταῖσαί τι, καὶ μικρόν τι, συγγνώμην ἔχει. 875 Δώσω τι μικρὸν καὶ σκότῳ τοῦ σώματος. Τὸ παντελῶς ἄπταιστον ἐν Θεῷ μόνῳ Τὸ δ' ἐκ προνοίας, καὶ φρονοῦντα τῷ κακῷ, Καὶ πολλάκις τε καὶ κακῶν τὰ μείζονα Πταίειν, ἀναισχυντοῦντα καὶ γελώμενον, Καὶ μηδὲ πληγαῖς σωφρονίζεσθαι θέλειν, Αἷς καὶ τὰ πάντα ἄθλι' ἐκπαιδεύεται, Γυμνῇ δὲ χωρεῖν τῇ κεφαλῇ πρὸς κινδύνους, Τοῦτ' ἔστιν ἡ δεινή τε καὶ κακὴ νόσος. Τὰ σὰ σκόπει σὺ, καὶ τὰ προστεταγμένα, Τί πρακτέον σοι, καὶ τί σοι μὴ πρακτέον. Καιροῦ δ' ἐκεῖνα καὶ τύπου σκόπει τίνος; Ἡ πίστις ἤρχεθ'· ὥσπερ οὖν τοῖς νηπίοις Ἔδει ποδηγίας τε καὶ λεπτῆς τροφῆς· 876 Τοῦτ' ἦν ὃ καὶ πταίουσι συγγνώμης μετῆν Σοὶ δ' οὐκ ἔτ' ἔστι, τοῦ λόγου πεπλησμένου, Καὶ πολλὰ Χριστοῦ σοῖς κακοῖς πεπονθότος Ἀλλ' ἡ τίσις μενεῖ σε τῶν ἐπταισμένων· Ἐπταισμένων τί φημι; τῶν νῦν δρωμένων Ἔχει δὲ πολλὰς κἀνθάδ' ἡ δίκη λαβάς (Οὔπω λέγω σοι τὰς ἐκεῖθεν ἐλπίδας)· Οἶκος, γυνή σοι, παῖδες, εἴ τι φίλτατον, Εἴπερ μενεῖς σύ γ' ἀλλὰ τούτοις δεξιὸς, Ἡ κτῆσις αὕτη, τὸ τρυφᾷν παῤῥησίᾳ, Τὸ σῶμα πάντων ἔσχατον. Ταῦτ' οὖν ἔχω Ζωῆς τοσοῦτον φόρτον, ἀσφαλῶς πλέε. Τί δ'; οὐχὶ καί σοι καὶ νόσοι καὶ συμφοραί; Πένης τε καὶ ἄοικός ἐστί σοι βίος 877 Πάλιν πλέκῃ σὺ τοῖς ἀλλοτρίοις κακοῖς· Τί σοι τόδ' ἐστὶ τἀμὰ δυστυχήματα, Ὡς ἂν καλέσαις αὐτός· Ἢ σὺ καὶ πονῶν, Ἤλγεις ἂν ἧττον, συγκάμνοντος τοῦ πέλας Ἔπειτ' ἄκουσον, ὡς τὸ πάσχειν οὐκ ἴσον· Τούτων τὰ μὲν δέδρακα, οὐ πένονθ' ἐγώ· Τὸ γὰρ πένεσθαι καὶ πλανᾶσθ' ἑκουσίως Ποθῶ, τὸ δεσμῶν τυγχάνειν ἐλεύθερος, Μηδ' ἐνθάδ' εἶναι τὴν ἐμὴν κατοικίαν. Σοὶ ταῦτα φίλτατ', ἀλλ' ἐμοὶ τἀναντία. Παῦσαι λέοντι μέτρα κέρκωπος φέρων. Ταῦτ' οὖν νομίζεις συμφοράς; ὦ συμφοράς! Τοῖς δ' ἄχθομαι μέν (καὶ γὰρ οὐκ ἀρνήσομαι, Ἔχω τι κἀγὼ τοῦ χοὸς καὶ τοῦ ξύλου, 878 Καὶ τῆς ἐκεῖθεν ἡδονῆς, ἄνθρωπος ὤν)· Ἀλλ' οὖν φέρω τε καὶ στέγω πάσχων τόδε. Ἐμοῦ τὸ πάσχειν κρεῖσσον ἢ σοῦ τὸ σθένειν. Ἔπειτα τοῦτο συνδιασκεψώμεθα. Ἄμφω κακούμεθ'· ἀλλὰ σοὶ μὲν τοῦ τρόπου Δίκη τὸ πάσχειν· ὁ τρόπος κατήγορος, Τὸ πικρὸν ἔνδον καὶ σαφὲς κριτήριον. Ἐμοὶ δέ τις κάθαρσις ἡ μοχθηρία, Καὶ τῆς τυχούσης αἰθάλης· οὔπω λέγω Πεῖράν τιν' εἶναι καὶ πάλην τὸ δυσχερὲς, Ὡς ἂν κρατήσας καὶ τύχοιμι τοῦ στέφους. Τί ταῦτα; τίς σοι τῶνδ' ὄνησις τῶν λόγων; Ἰατρὸν οὐδεὶς εὖ φρονῶν σοφίζεται· Ἢ λήσεθ' οὕτω τῇ νόσῳ διαφθαρείς. 879 Δύω νοσήματ', ἢ καταφρονεῖν Θεοῦ, Ἢ συμπνιγέντα τοῖς κακοῖς, ἀπ' ἐλπίδος Ἔχειν τὸ χρηστόν. Ἀλλ' ἐμὸν δέξαι λόγον. Τούτων πάθοις σὺ μηδέτερον· ἴσον κακὸν Περιφρόνησις, κἀπόγνωσις ἐλπίδος. Κριτὴς μέν ἐστιν, ἀλλὰ καὶ πατὴρ Θεός· Δέδοικας ὡς κρίνοντα, ὡς χρηστῷ δέ γε Θάῤῥησον· εἰπὲ τὴν νόσον, σωτηρίαν Αἴτει, δίδου τε δάκρυον τοῖς τραύμασι. Δὸς καὶ πένησι, τοῖς καλοῖς σου προστάταις, Οἳ πλουσίως χαρίζονθ' ὧνπερ χρῄζομεν Ἡμεῖς, τὸν οἶκτον ἐκ Θεοῦ τάς τ' ἐλπίδας· Δὸς δ', εἰ δίδως, τῶν σῶν τι· τοῖς ἀλλοτρίοις Μήτε τράπεζαν μήτε τὸν πτωχὸν σκέπειν. 880 Ὁ μὲν γάρ ἐστι πλάσμα τῆς τοῦ Θεοῦ χερὸς, Ὥστ' οὐκ ἄτιμος· ἡ δὲ καὶ σεβασμία. Μή μοι τὸ θεῖον ὡς δικαστὴν ἄθλιον Ὑπόσπα, μὴ καί σοι πλέον χολώσεται. Κλέπτειν διδάσκεις τὸν κλοπῆς ἀναιρέτην; Εἰ μέν σε πείθω, κρεῖσσον· εἰ δὲ μηδέπω, Τὸ γοῦν τυραννεῖν ὀψὲ γοῦν στῆσόν ποτε (Κόρος δὲ πάντων καὶ καλῶν καὶ χειρόνων)· Καὶ τοῦτο τῶν σῶν αἰνέσω· τοῖς γὰρ κακοῖς Μέγιστόν ἐστι καὶ στάσις πονηρίας. Εἰ μὲν δέχῃ τοῦτ'· εἰ δὲ μὴ, σὲ μὲν τάφου Μνήσω, τὸ πάντων τῶν κακῶν ἐστιν πέρας, Ὃν πᾶσιν ἕξεις ἶσα, κἂν Ἡρακλέους Στήλας παρέλθῃς, καὶ πύλας τὰς Κασπίας, 881 Τὰ τῶν συνοίκων κτώμενος καὶ γειτόνων· Ὃν ἄλλος, οἴομ', ἐξολεῖ τοῦ σοῦ τρόπου, Τὸ λοξὰ βαίνειν ἐκ πορείας σῆς ἔχων, Χείρων μαθητὴς τοῦ σοφοῦ διδασκάλου· Καὶ τῆς ἀπευκτῆς τοῖς πονηροῖς ἡμέρας, Καθ' ἣν ζόφοι τε καὶ φλόγες, καὶ τάρταροι, Εἴσπραξις ὄντες τῶν κακῶν τῶν ἐνθάδε, Τὴν εἰκόνα ζητοῦντες ἐγκεχωσμένην Ταῖς τοῦ δράκοντος καὶ πολυτρόπου πάγαις, Γεύοντος ἡμᾶς τῆς κακίστης ἡδονῆς. Ἐγὼ δ' ὅπως φύγοιμι τὴν μοχθηρίαν Ζητῶ, τίσι πτεροῖς τε καὶ τίσι βυθοῖς Γῆς ἢ θαλάσσης, ἢ τίσι σοφίσμασιν, Εἰς ποῖον ἐλθὼν τέρμα τῆς οἰκουμένης, Τίνα ζόφον πρόβλημα ἢ νέφος λαβὼν, 882 Ποίαις τὸ Θεῖον ἐκθεραπεύσας λιταῖς; Ὡς ταῦτα τρία πανταχοῦ, χρόνος, τόπος, Ἁμαρτίας τε τῆς κακῆς ῥᾴστη τύχη· Στήσω νόμον τὸν θεῖον. Οὗτός ἐστι τίς; Πόλεις ἀμείβετ' ἐκ πολέων· τῇ γὰρ φυγῇ Τινὲς λελείψοντ', εἶπε τοῖς ἀποστόλοις, Ὅταν διωθῆθ' ὁ κρατῶν πάντων Θεός. Πάσας ἀμείψω μέχρις ἐσχάτου πυρὸς, Φεύγων πονηρῶν ἀσχέτους ἐπιδρομάς. Ἐκεῖ μὲν ἕξει καὶ ἄκοντας ἡ δίκη. Οὐδὲν διοχλήσουσι ταῖς ἄνω μοναῖς, Οὐδ' ἐκβαλοῦσι τοὺς πένητας, ὡς γε νῦν, Κἀκεῖθεν· εἴπου καὶ δεήσονται τυχὸν Οἴκτου βραχείας ῥανίδος εἰς ψύξιν φλογός. Ὁ πλούσιός σε πειθέτω καὶ Λάζαρος· 883 Ὁ μὲν μόνου διδούς γε τοῦ τρυφᾷν δίκας, Ἄλλου κάμνοντος καὶ τροφῇ καὶ τραύμασιν, (Ὤθει γὰρ οὖν κἀκεῖνος, ὡς σὺ, Λάζαρον)· Ὁ δ', ὡς φέρων ἅπαντα, καὶ τιμώμενος. Πέρας λόγου. Δέχου δὲ σὺν τρόμῳ λόγον. Πολλῶν κακῶν ὄντων τε καὶ καλουμένων, Εἰδωλολάτρης οὗτος εἴρηται μόνος (Ὃ τῶν κακῶν μέγιστόν ἐστιν ἐν βίῳ), Ὃς οὐδὲν οἶδεν, ἣ λογίζεσθαι, πλέον· Ὡς καὶ τόδ' ἂν τάχιστα τῇ νόσῳ παθὼν Εἰ καιρὸς ἔλθοι τῷ πάθει καρπὸν φέρων, Ἢ καὶ Χαμὼς βδέλυγμα τὸν πλοῦτον σέβων. Ῥίψωμεν οὖν, ῥίψωμεν εἰδώλων τύπους, 884 Μόνον Θεὸν σέβοντες, ὃν γινώσκομεν.
859.2.1
Κατὰ γυναικῶν καλλωπιζομένων. Μὴ κεφαλὰς πυργοῦτε νόθοις πλοκάμοισι, γυναῖκες, Θρύπτουσαι μαλακοὺς αὐχένας ἐκ σκοπέλων, Μηδὲ Θεοῦ μορφὰς ἐπαλείφετε χρώμασιν αἰσχροῖς, Ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπα, φέρειν. Οὐδὲ γὰρ ἀσκεπέα κεφαλὴν θέμις ἀνδρὶ γυναῖκα Φαίνειν, ἢ χρυσῷ σφιγγομένων πλοκάμων, Ἠὲ κόμης ἀδέτοιο κατωμαδὸν ἔνθα καὶ ἔνθα Σκιρτώσης ἀπαλῶν μαινάδος ἐξ ἀνέμων. Οὐδὲ λόφον καθύπερθε φέρειν κορύθεσσιν ὁμοῖον, Τηλεφανῆ σκοπίην ἀνδράσι λαμπομένην, 885 Ἠὲ λίνου μαλακοῖο διαυγάζουσαν ἔθειραν Κρυπτὴν, ἀμφαδίην, τήνδε μετωπιδίην, Ξανθὸν ἀπαστράπτουσαν, ὅση κρήδεμνον ἄλυξεν, Ὡς δοκέειν παλάμης ἔργα πονησαμένης· Εὖτε τὸν οὐχ ὁρόωντα διδάσκαλον, ἄπνοον εἰκὼ Μορφῆς στασαμένη, κάλλος ἐκεῖθε γράφεις. Κάλλος δ' εἰ μὲν ἔδωκε φύσις, μὴ κρύπτετ' ἀλοιφῇ, Ἀλλ' οἴοις καθαρὸν ἀνδράσιν ὑμετέροις Σώζετε, κἀλλοτρίῳ μηδ' ὄμματα λίχνα φέρουσαι· Ὄμμασι γὰρ κραδίη ἕσπεται οὐχ ὁσίοις· Εἰ δ' οὐ γεινομένῃσι συνέσπετο, δεύτερον αἶσχος Φεύγετε, ἐκ χειρῶν κάλλος ἐφελκόμεναι· Κάλλος, ὃ γαῖα φέρει, καὶ ὤνιόν ἐστι γυναιξὶ 886 Πανδήμοις, ὀβολῶν περνομέναις ὀλίγων Κάλλος, ὃ ῥυπτόμενον χαμάδις ῥέει· οὐδὲ γέλωτι Ἵστατ', ἐπὴν λύσῃ χάρμα παρειὰν ὅλην, Καὶ δακρύων ὀχετοῖσιν ἐλέγχεται, ἰκμαλέῳ τε Δείματι, καὶ ψεκάδος λύεται ἐξ ὀλίγης. Ἡ δὲ πάρος στίλβουσα, καὶ ἡ χαρίεσσα παρειὴ, Χάρμα μέγ' ἐξαπίνης διχρόος ἐξεφάνη, Περκνὴ, μαρμαρόεσσα. Μελάγχροε, μιλτοπάρῃε, Πῶς δύνασαι κατέχειν κάλλος ἐλεγχόμενον; Ταῦτ' οὐ κινυμένοισιν ἀγάλμασι· σοὶ δ' ἀφορητὴ Μορφὴ, καὶ πολλοῖς λυομένη πάθεσι. Τοῦτο Θεοῦ δέμας ἐστὶ, χερὸς τόδε· τοῦτο παλαιὸν, Τοῦτο νέον. Λειμὼν ἄνθεα δισσὰ φέρων, 887 Τερπνῶν τε στυγερῶν τε ἀμοιβαδὶς, ἠέ τις ἐσθὴς Ἀμφίχροος ζώναις πλείοσιν ἑλκομένη. Τοὔνεκεν ἢ φεύγειν γραπτὸν δέμας, ἠὲ φυλάσσειν, Μηδ' ἐπιλωβητὸν εἴδεος ἄλκαρ ἔχειν. Ἱστὸν Πηνελόπης, τὸν νὺξ λύεν, ἦμαρ ὕφαινεν· Ἔνδοθι τὴν Ἑκάβην, ἔκτοθι τὴν Ἑλένην. Εἰ μὲν δὴ μῆχός τι λαθεῖν πόσιν, οὐ μὲν ἀνεκτὸν, Εἶδος ἀποκρύπτειν θειότερον βροτέῳ, Μή σε Θεὸς τοίοισιν ἀμείψηται χαλεπῄνας· Τίς, πόθεν ὁ πλάστης; ἔῤῥε μοι, ἀλλοτρίη. Οὔ σ' ἔγραψα, κύων, ἀλλ' ἔπλασα εἰκόν' ἐμοῖο· Πῶς εἴδωλον ἔχω εἴδεος ἀντὶ φίλου; 888 Ἀλλ' ἔμπης νούσῳ τι παρήσομεν. Εἰ δ', ἀρίδηλον Ἐστὶ πίναξ γραφέων εἶδος ἐπ' εἶδος ἔχων, Στήλην αἴσχεος ἴσθι βροτοῖς περιφαντὸν ἐγείρειν Μορφὴν, ἣν σὺ γράφεις ἔμπνοον ἀλκὶ νόου. Κῆπος Ἀδώνιδος ἥδε τεὴ χάρις ὠλεσίκαρπος, Πουλύποδος χροιὴ, γράμματ' ἐπὶ ψαμάθων. Πῶς δὲ σύγ' εἶδος ἔχουσα κολοίϊον (εἴ γε κολοιὸν Εὔπτερον ἀλλοτρίοις ἄνθεσι μῦθος ἔχων, Αὖθις γυμνὸν ἔθηκε γελοίϊον), οὐκ ἀλεγίζεις Αἴσχεος ὑστατίου, κάλλεος ὀλλυμένου. Ἔλπῃ δ' ἀστυφέλικτον ἔχειν γάνος; οὐ μετὰ δηρὸν Ὄψεαι ἀλλοτρίου κάλλεος ὅσσον ἄχος.