Carmina moralia
Gregory of Nazianzus (gregory-of-nazianzus)Mora 889 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
889.1.1
Πυνθάνομ' ὥς τι φέριστον ἔχει πλάσις, ἤν ποτε γῆρας Ῥικνώσῃ μορφὴν, τὴν πάρος ἀνθοφόρον· Τῆμος ὅτ' ἄγραφός ἐστι μελῶν πλάσις, ὡς πυρίκαυστον Λείπεσθαι σαρκῶν λείψανον ἐκ κονίης· Ὀψὲ μετακλαίειν δὲ μελῶν δόλον, εὖτε πίθηκον Ῥυτίσιν ἐν πυκιναῖς ὦσε τὸ λειπόμενον. Τοίη ψευδομένων μελέων χάρις. Ἀλλὰ, φερίστη, Νῦν στῆσον μορφῆς ἔκτυπον, ὡς τὸ πάρος. Ἀτρεκὲς οὐ μὲν ἔγωγε ὀΐομαι· ἀλλὰ πολὺ πρὶν Μηδένα μηδ' ἀνδρῶν εὔξεαι ὄμματ' ἔχειν, Οἵ σε πάρος κλήϊζον, ἐπ' ὄμματα δ' εἶχον ἕτοιμα Τῇ καὶ τῇ σοβαροῖς ἴθμασι κινυμένην. Καὶ τὸ, γέλως, ἀνδρῶν λήθειν γένος ἰσχανόωσα, 890 Μύστας σῆς μορφῆς ἄνδρας ἐπεσπάσαο. Ἄνδρες γὰρ τρίψαντο τὰ φάρμακα, οἷς σὺ γέγηθας, Ληϊσταὶ μεγάρων, τέκτονες ἧς μανίης. Ταῦτ' οὐ σωφροσύνης τὰ σοφίσματα, μαχλοσύνης δέ. Πᾶν γὰρ ὃ τεχνάζῃ ἄῤῥεσι, μαχλοσύνη. Φασὶ ταὼ μεγάλαυχον, ἐπὴν περίκυκλον ἐγείρῃ Αὐχένα κυρτώσας χρύσεον, ἀστερόεις, Κλάζειν θηλυτέραις φιλοτήσιος. Εἰ δὲ σὺ μορφὴν Οὐ σφριγόωσι γράφεις ὄμμασι, θαῦμα μ' ἔχει. Εἰ μὲν γὰρ πόσιός σου ἔχεις πόθον, ὡς σὸν ἐκεῖνος, Ἐξέτι τοῦ, ὅτ' ἐρῶν σ' ἤγαγε πρὸς θαλάμους Κουριδίην θαλέθουσαν, ἔχεις χάριν· εἰ δὲ σύ γ' ἄλλων Ὄμμασιν ἀνδανέεις, τοῦτο πόσις στυγέει. Κεύθειν λώϊόν ἐστι βελῶν χάριν οἷσι δόμοισιν, Ἠὲ ψευδομένην οὐχ ὁσίως προφέρειν. 891 Τῇ μὲν γὰρ πόσις ἐστὶν ἐπάρκιος· ἡ δ' ἐπὶ πολλοῖς Ἵσταται, ὥς τε λίνον ἱπταμένων ἀγέλῃ. Τέρπῃ τερπομένῳ, καὶ ἀμείβεαι ὄψιν ὀπωπῇ, Αὐτὰρ ἔπειτα γέλως, καὶ λόγος ἀντίθετος, Κλεπτόμενοι τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἔχοντες. Μηκέτι μοι τὰ πρόσω φθέγγεο, γλῶσσα λάλε. Ἀλλὰ τόδ' ἀτρεκέως μυθήσομαι, οὐδὲν ἄκεντρον Τῶν ὅσα θηλυτέραις παίζεται ἀμφὶ νέοις. Πάντα γὰρ ἀλλήλοισιν ἅμ' ἕσπεται, ὥστε σίδηρος, Ὃν μάγνης ἐρύει, ἄλλον ὑπ' ἄλλον ἄγων. Ὡς ὄφελον ψιμύθοις καὶ φύκεσιν, ἀντὶ γυναικῶν, Στίλβειν, καὶ λιπαρῶς, ἀνέρες ἀφραδέες, Οἳ τόσον αἶσχος ἔχοντες ἐν ὀφθαλμοῖσι σύνοικον, Τέρπονται κακίῃ, ἀχλὺν ἐφεσσάμενοι· 892 Ἄλλας μὲν βάλλουσιν ἐπεσβολίῃσι φαεινὰς, Αὐτοὶ δ' ἐν σφετέροις αἴσχεσίν εἰσι σύες· Ἢ τάχα καὶ συφεοῖσιν ἐνὶ σκοτίοισι πέσοιεν, Εἰρχθέντες Κίρκης χρίσμασι θηροτόκοις, Οἳ μήτ' ἐχθαίρουσι, καὶ ὡς πυρὶ κάγκανον ὕλην Βάλλουσ', ἣν ἐρύειν λώϊον ἠὲ φέρειν. Ἄλλον γάρ τ' ἄλλος τις ἀνὴρ κόσμοισι γυναικῶν Νικῶσ', ἀφραδίῃ πλεῖον ἔχειν ἐθέλων. Πολλάκι καὶ κτεάνων ἐπιδευέες, ὥς κεν ἐγείρειν Ὕβριν ἑῶν ἀλόχων, πλεῖον ἔχουσι πόνον. Ἐχθρῷ δ' οὔ ποτ' ὄρεξας ἑὸν ξίφος, οὐδὲ χαράδρῃ Σοῖσιν ἐπ' ἀστάχυσιν ὤπασας εὐοδίην. Πανδώρην ἐνέπουσι, πυρὸς μαλεροῖο κλαπέντος, Ποινὴν ἡμερίοις ἄντιτον ἐλθέμεναι, 893 Ἀντὶ πυρὸς πῦρ ἄλλο, καλοῦ κακὸν, ὥς κε φλέγῃσι Καὶ πλέον, ἀσκῆσαι κάλλεσι δαιδαλέοις Δαίμονας, ἄλλο τι δ' ἄλλον ἐπίκλοπον εἰς ἓν ἄγοντας. Συμφερτὴν ἀπάτην ἀνδράσιν ἐμπελάσαι, Δειπνολόχην, δολόεσσαν, ἀναιδέα, μειλιχόμυθον, Τερπωλὴν ὀλοὴν, δαλὸν ἀειφλεγέα. Οὐ μὲν δὴ μύθοις ἐπιπείθομαι· εἰ δὲ κελεύεις, Μὴ σύ γε Πανδώρη γίνεο δαιδαλέη. Πανδώρης γένος εἰσὶν ἀναιδέες· ἀλλὰ σὺ Χριστοῦ Εἰκὼν, σωφροσύνῃ λάμπεο καὶ πραπίσιν. Ἄλλος δ' οὐκέτι μῦθος, ἐμῶν δ' ἐπέων ἐπάκουσον, Οὕς σοι θειοτάτων φθέγξομαι ἐκ λογίων. Οὐκ ἀΐεις καὶ πρόσθε τεὸν πατέρ' ὡς ἀπάτησεν Ἀνδροφόνοιο φυτοῦ εὔχροος ἀγλαΐη 894 Ἤπαφεν, εὐθαλέος τε ἄφαρ βάλεν ἐκ παραδείσου, Δυσμενέος τε δόλος, παρφασίη τ' ἀλόχου. Οὗτός σοι νόμος ἐστὶ πατρώϊος ἐξέτι κείνου, Μή ποτ' ἐπ' εὐχροίῃ θάρσος ἔχειν, θύγατερ. Πᾶν μὲν κάλλος ἐμοὶ, βαιὴ χάρις, εἶαρ ἔνεικε, Καὶ χειμὼν κρυερὸς ὤλεσεν ἐξαπίνης. Ἡ νοῦσός μιν ἔκαμψεν ἀώριον, ἢ χρόνος αἰνὸς Ὤλεσε, τηκεδανῶν κύκλα φέρων ἐτέων. Τοῦτο δὲ καὶ πλέον ἐστὶ γελοίϊον· οἶδεν ἄκοσμον Εἶδος ἔχουσα γυνὴ, καὶ πατέει Δανάην, Αἴσχεϊ κυδιόωσα. Τὸ δ' αἴσχιον (ὡς ἐνέπουσιν Ἴδριες, οὐ γὰρ ἐγὼ, τῆσδε κακοῤῥαφίης), Ξυνὴν νοῦσον ἔχουσι, καὶ ἀλλήλας ἐθέλουσι Κεύθειν. Τίπτε νόσου τῆσδε χερειότερον; 895 Τέκτων τέκτονος ἔργον ἐπίσταται, ἴδρις ἀοιδὸς Ἴδριν ἀοιδοσύνης, φῶρα δὲ φὼρ ἐδάη. Ἀλλ' αἵ γ' οὐκ ἐθέλουσι τά περ νοέουσι, νοεῖσθαι. Ἦ ῥ' ἐτεὸν, κακίη ὄμματα πηρὰ φέρει. Ὣς δ' ἄνδρες τίουσι τά περ γελόωσι πρόσωπα, Τερπόμενοι χροιαῖς κινυμένων πινάκων. Οὔτι τόσον πινάκεσσιν ὀΐομαι, ὅσσον ἐπ' ἀνδρῶν Θυμῷ, τοῦ τελέθει χρώματα μαρτυρίη. Πυνθάνομ' ὡς κενεὴν, καὶ ἀνείδεον, ὑστερόφωνον Ἠχώ τις ποθέων, πλάζεθ' ὑπὲρ σκοπέλων· Καὶ μορφῆς τις ἑῆς ποτ' ἐράσσατο, καὶ κατ' πηγῆς Ἤλατ' ἐπ' εἰδώλῳ κάλλεος οὐλομένου. 896 Ἄλλη δ' αὖ ποταμοῖο καλοῖς ἐπεμῄνατο ῥείθροις, Μαίνετο, οὐδ' ὄχθας ἥγ' ἀπέλειπε φίλας· Λάπτεν ὕδωρ, χείρεσσιν ἀφύσσετο, ἀφρὸν ἔμαρπτεν· Ἀλλ' οὐδ' ὣς πυρόεις ὕδασι λῆγε πόθος. Οὕτω τυφλὸν ἔρως καὶ ἀνάρσιον. Οὐ μέγα θαῦμα, Εἴ τινα καὶ σὺ νέων τῆλε νόοιο βάλοις, Εὔχροος, ἁβροχίτων, ῥοδοδάκτυλος, ὑψικάρηνος, Οὐχ ἕνα, ἀλλὰ τόσους, ὁσσατίοισι γράφῃ. Πείθομαι, ὥς ποτε ταῦρον ἀνὴρ σοφὸς ἤπαφε τέχνῃ, Χρώμασι μορφώσας δουρατέην δάμαλιν (Ξεινὸς ἔρως! ἀπνόοισιν ἐπ' εἴδεσιν ἔμπνοα βαίνει) Ὁππότε καὶ σὺ νέοις μήσαο τοῖον ἄγος. Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δ' ἀνέρας, οἷσιν ὁμοῖος Θήρεσίν ἐστι νόος, θηλυμανής τε βίος. 897 Εἴ τοι μὴ σάρκεσσι χαρίζεαι, ἀντὶ δὲ σαρκῶν Ὄμμασι, καὶ τὸ, νόσος ἠερίη φιλότης. Ἀλλ' ἅτρωτος ὅλη· ναὶ πείθομαι, οὐδὲ τόδ' ἐσθλὸν Ἐστὶν ἐμοὶ κενεῆς δόξαν ἔχειν κακίης. Ὣς δ' ἂν καὶ πολλῇσι νόμον γράψειας ἄκοσμον, Καὶ πινυτή περ ἐοῦσ'. Εὔδρομον ἡ κακίη. Ἄλλων μὲν ῥυπόωντα βίον τεχνάσμασι κεύθειν, Σοὶ δὲ σαοφροσύνην καί τι μέλαν φορέειν. Εἰ γὰρ σώφρονές εἰσιν ἐπανθέες, οὔ ποτ' ἂν ἄλλας Πείσαις θηλυτέρας σώφρονα θυμὸν ἔχειν. Μῦθος δ' ἡμετέροιο νόμου, μηδ' ὄμματα βάλλειν Εὖνιν ἐπ' ἀλλοτρίην, μοιχιδίοισι πόθοις. Ἀρχὴ γὰρ φιλότητος ἀναιδέος ὄψις ἀναιδὴς, Τήν κεν ἀνὴρ φεύγων, καὶ κακότητα φύγοι. 898 Πῶς δὲ σὺ τόσσον ἔρωτος ἐπ' ἀνδράσι κεστὸν ἄγουσα, Λυσιγάμοιο, γύναι, τῆλε μένεις κακίης, Εἰ δ' ἄγε, σοὶ καὶ μῦθον ἐοικότα μυθολογήσω Αἴσχεσιν ὑμετέροις. Ἡ πολιὴ δὲ λάλον. Ἄκριτον ἦν τοπάροιθε βροτῶν γένος, ὅς τε φέριστος, Ὅς τε χερειότερος, ὡς φάτις ὠγυγίη. Πολλοὶ μὲν δοκέεσκον ἀνάρσιοι, ὄντες ἄριστοι, Πολλοὶ δ' αὖτ' ἀγαθοὶ, ἔμπαλιν ἀφραδέες. Κῦδος ἀτιμοτάτοισιν, ἀτιμίη δέ τ' ἀρίστοις Ἕσπετο, οὔτι δίκῃ τῶν δ' ἐπαμειβομένων. Ἀλλ' οὐ λῆθεν ἄνακτα Θεὸν κακίη μεδέουσα Ὀψὲ δ' ἀλαστήσας τοῖον ἔειπεν ἔπος· Οὐ θέμις ἔστ' ἀγαθοῖσιν ὁμὸν κλέος ἠδὲ κακοῖσιν Ἔμμεναι, ὧδ' ἂν ἔοι πλειοτέρη κακίη. 899 Τοὔνεκα τοῖσιν ἐγὼ σημήϊον ἐσθλὸν ὀπάσσω, Ὄφρ' εὖ γινώσκῃς, ὃς κακὸς, ὅς τ' ἀγαθός. Ὣς εἰπὼν ἐρύθηνε παρήϊα τοῖς ἀγαθοῖσιν, Αἷμ' ὑπὸ δέρμα χέας, αἴσχεος ὀρνυμένου· Θηλυτέραις δὲ μάλιστα, ἐπεὶ καὶ εἶδος ἀραιαὶ Καὶ κραδίην ἁπαλαὶ, πλεῖον ὑπεσκέδασε· Τοῖς δὲ κακοῖσιν ἔπηξε, καὶ ἄτροπον ἔνδον ἔθηκε Τοὔνεκεν οὐδ' ὀλίγον αἴσχεσι συμφέρεται. Τῶν σύ μοι ἴη ἐοῦσα, πολύχροε· οὐ γὰρ ἔρευθος Αἰδέομ', εἰ καί μοι τόσσον ὕπερθε φέρεις. Τοῦτο γάρ ἐστιν ἔρευθος ἀναιδείης ἀνερεύθου Ἔκγονον, ὃ κλύζει ὄμβρος ὁ πρὶν Σοδόμων. Μὴ γράψῃς τὸ πρόσωπον, ἀτάσθαλε, μηδὲ δολώσῃς Σὸν χρόα. Κάλλος ἐμοὶ μοῦνον, ὃ δῶκε φύσις.