Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
900.1.1
Καὶ γὰρ πλοῦτος ἐμοὶ πατρώϊός ἐστιν ἀρείων Τοῦ δ' ὃν ἐμὴ παλάμη οὐχ ὁσίως συνάγει, Καὶ τυτθός περ ἐὼν, πολὺ πλείονος. Ὣς δὲ γυναῖκα Στέργω κουριδίην, οὐχὶ δὲ μοιχιδίην· Καὶ γραπτῶν παίδων πολὺ φέρτεροι, οὓς ἐφύτευσα, Καί περ ἀρειοτέρων, οἵ γε χερειότεροι. Τῶν σὺ μνωομένη τήρει δέμας, οἷον ἐτύχθη, Μηδ' ἐθέλειν δοκέειν ἀνθ' ἑτέρης ἑτέρη. Κελτοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις, Καὶ χρυσοῦ καθαροῦ ἄνθρακές εἰσι κρίσις. Σὸν δὲ σαόφρονα θυμὸν ἀκαλλέϊ κάλλεϊ μορφῆς Σταθμῶμ'. Ἀσβολόεις μή σε γράφοι Βελίας· Ἢ γὰρ τέφραν ἔθηκαν ὅλην, ἢ καπνὸν ἔχευε, Τόσσον ἀεικίσσας τέρψιος ἀντὶ τόσης. 901 Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἠερίαις, τίμιος εὐγενέταις· Δειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων Ἄχθεϊ μαργαρέῳ ἀμφιπερικραδάων· Οὐδ' ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα, Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ 902 Χρυσῷ σφιγγομένην, δούλιον εὖχος ἔχειν, Οὐδὲ μύροις μαλακοῖσι τεὸν δέμας, ἠὲ κάρηνον Χρίεσθαι (νεκροὺς ἀμφιέπουσι γύπες) Μηδὲ μὲν ἐν στομάτεσσι τεοῖς ἄβρωτον ἐδωδὴν Μαλθάσσειν, δονέουσ' ἔνθα καὶ ἔνθα γένυν, Οἷα περιφρονέουσα σαόφρονας· ἐκ δ' ἄρ' ὀδόντων Πέμπειν καὶ διερῶν ἀφρὸν ἀπὸ στομάτων. Μηδὲ δίφρων στεροπῇσιν ἀγάλλεο, μὴ παραφαίνειν Εἶδος ἀπὸ σχιστῶν δαιδαλέων διθύρων, Δερκομένη λεύσσοντας· ἀείρεο μὴ θεραπόντων Πληθύϊ, μὴ δμωαῖς εἰκόσι σῆς κραδίης. Εἴαρος ἄγγελοί εἰσι χελιδόνες, ἄνθος ὀπώρης, Δεσποίνης δμωαί· καὶ τόδε φράζεό μοι. 903 Τῶνδε γὰρ εἰ καὶ ἕκαστον ἀκοσμίη τις ἐλαφρὴ, Πάντα γ' ἄμ' ἀλλήλοις ἔμπεδός ἐστι μόρος. Ἄνθος ἕν ἐστι γυναιξὶν ἐράσμιον, ἐσθλὸν ἔρευθος, Αἰδώς. Τοῦτο γράφει ζωγράφος ἡμέτερος. Δώσομεν, εἰ ποθέεις, καὶ δεύτερον· ὦχρον ἐφέλκοις Κάλλεϊ σῷ, Χριστοῦ τηκομένη καμάτοις, Εὐχαῖς τε στοναχαῖς τε καὶ ἤμασι νυξί τ' ἀΰπνοις· Ταῦτα καὶ ἀζυγέων φάρμακα, καὶ ζυγίων. Χρώματα μὲν τοίχοισι παρήσομεν, ἠδὲ γυναιξὶ Ταῖς, ὁπόσαις λύσση βόρβορός ἐστι νέων. Κεῖναι καὶ σκιρτῷεν ἀναιδέα καὶ γελόῳεν, Ἡμῖν δ' οὐδ' ὁράαν μαχλάδας ἐστὶ θέμις. Ὁ τρόπος ἐστὶ γυναιξὶ τὸ τίμιον, οἴκαδε μίμνειν 904 Πλείονα, καὶ θείοις προσλαλέειν λογίοις, Ἱστῷ τ' ἠλακάτῃ τε· τὸ γὰρ γέρας ἐστὶ γυναικῶν Δμωαῖς ἔργα νέμειν, δμῶας ἀλευέμεναι, Χείλεσι δεσμὰ φέρειν, καὶ ὄμμασιν ἠδὲ παρειαῖς, Μηδὲ πόδα προθύρων πολλάκις ἐκτὸς ἔχειν· Χαίρειν θηλυτέρῃσι σαόφροσιν, ἀνδρὶ δὲ μούνῳ, Τῷ μίτρην θεόθεν λύσαο παρθενικήν. Καὶ τῷ μέτρα φέρειν σύ γε θάρσεος, ὥς κεν ὀπάζοις Πίστιν, ὅτι ξείνων τῆλε μένεις φαέων. Τίς πρῶτος χροίησε Θεοῦ πλάσιν; ὣς ἀπόλοιτο Πρῶτος ἀναιδέην χρώμασιν ἐγκεράσας. Ὡς δ' ὁπότ' ἀρνευτῆρες ἀναιδέες, ἄνδρες ἄνανδροι, Εἴδωλον μορφῆς ἔνδοθι κευθομένης Ἔκτοθεν ἐστήσαντο, τὰ δ' ἕσπεται, ὅσσ' ἐπέοικεν Ἅλματα, καὶ λιγυρῶν αἰσχρὰ λύσις μελέων, 905 Ἀνδράσιν ἀφραδέεσσιν ἑαδότα, ὡς ἄρα ταί γε, Ἑσσάμεναι μορφὴν ἔκτοθεν ἀλλοτρίην, Κωμικὸν, οὐχ ἱερὸν αἰδοῦς σκέπας, ἔνθεν ἔπειτα Κίνυνται μορφῆς ἄξια δαιδαλέης. Τῇ περιμοχθίζουσι θύραι, κληῗδες, ἔσοπτρα, Φάρμακα, φαρμακίδες, ἄτρομον οὐδὲ τέγος. Ταῦτ' εἰδογραφίης κενεαυχέος· ἀκομίης δὲ Οὐδὲν ἀμοχθότερον σώφρονος ἀγλαΐης. Εἰ δὲ σὺ κάλλεϊ τόσσον ἐπιπλάστῳ βλεμεαίνεις, Οὔ ποτ' ἂν ἀπλάστῳ σώφρονα θυμὸν ἔχῃς. Ἑσθὴρ εἶδος ἔτευξεν ἐράσμιον· ἀλλὰ τί κείνης Ἔργον ἀριπρεπίης; ἔθνος ἔμεινεν ὅλον. Γράψε ποτ' ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, πόρναις Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ. 906 Σοὶ δ' οὔτ' ἔργον ἄνακτος ἑλεῖν χόλον, οὔτ' ἐνὶ Μοῖραν ἔχεις· τῷ μοι φείδεο σωφροσύνης. Οὐ τρομέεις ἱερῆας ὑποκλίνουσα κάρηνον, Σκηνὴν ἀμφιθέτοις εἴδεσι λαμπομένην; Οὐδὲ χέρες φρίσσουσιν, ἐπὴν ἐς μύστιν ἐδωδὴν Τείνεις, αἷς σὺ γράφεις πένθιμον ἀγλαΐην; Πῶς δὲ σύ γ' ἀθλοφόροισιν, ὅσοις ἵστησι χορείην Λαὸς πασσυδίῃ, τίμιον αἷμα σέβων, Εἶδος ἄγεις πολλῶν θελκτήριον, ὡς ἀγορή τις Πληθὺν ἐφελκομένη ἐν μεσάτῳ πτολίων, Ἢ θηρῶν δείκτῃσιν ὁμοίϊα, τοὶ προφέρουσιν Ἑρπυστὰς σκοτίων δειμαλέοι λαγόνων; Ἀλλὰ, γύναι, μύθοις ἐπιπείθεο ἡμετέροισι, Μή σε νόος τρώσῃ χεῖρας ἐπ' εἶδος ἄγων. 907 Μὴ σύ γε, μὴ κείνῃσιν ὁμόπλοος, ὦ τέκος, εἴης, Μὴ σύ γε συμφράδμων, μηδὲ συνωροφίη· Ἄλλῃσιν τὰ περισσά· σὺ δ' ἅζεο χείλεσιν ἀνδρῶν Καὶ κληϊζομένη. Τοῦτο γυναιξὶ κλέος. Εἰ μέν σοί γε βίος πανελεύθερος ἔπλετο δεσμῶν, Χριστῷ ζῶε μόνῳ, πάντ' ἀποσεισαμένη, Παρθένος αἰγλήεσσα, περίφρων, ἀγλαόμητις, Νυμφίον ἧς κραδίης ἀγνὸν ἔχουσα Λόγον. Εἰ δέ σέ γε πλευρῆς εἷλεν πόθος, ἧς ἐκεάσθης, Μούνην γε πλευρὴν ἀμφιέπειν φιλίην, Ἐσθλὸν φίλτρον ἔχουσα, ἐλεύθερον ἀντὶ κακοῖο· Τοῖς δ' ἄλλοις πάθεσιν, μηδ' ὄναρ ἀντιάᾳν. Καὶ σὺ Θεοῦ μεγάλοιο παραστάτι, οὐδὲ σὺ λήθεις, Ἤν ποτε τῷ χθαμαλῷ θῆλύ τι συγκεράσῃς. Ἔστι καὶ ἐν ῥυπόωσί ποθ' εἵμασι θρύψις ἄσεμνος, 908 Καὶ σεμνότης μαλακοῖς. Ἵστορες οὐκ ὀλίγοι. Ῥυτίς σοι πλέον ἐστὶν, ἐπίστασο, ἢ τὰ μέγιστα Τραύματα κοσμοβίων. Ἅζεο μαρτυρίην. Οὐδὲ γὰρ ἐν ῥυπόωσι ῥανὶς τόσον, ὁσσάτιόν περ Φαίνεται ἐν καθαροῖς εἵμασιν ἰσοχρόοις. Ταῦτ' εἰ μὲν πεπίθοιμεν, ὀνήσομεν· εἰ δὲ πρόσωπον Στήσειας, λάμποις δὶς τόσον, εἰ ποθέεις, Χρυσῷ τ' ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ' ἐλέφαντι· Τοῖα χαρίζομ' ἐγὼ ταῖς νεοκαλλιγράφοις. Ἡ στήλη μὲν ἕτοιμος, ἐγὼ δ' ἐπίγραμμα χαράξω· Δεῦρ' ἴθ' ὅσοισι φίλον, κάλλεϊ τερψόμενοι.
900.2.1
Στίχων ἡ ἀκροστιχὶς τῶν πάντων στοιχείων, ἑκάστου ἰάμβου τέλος παραινέσεως ἔχοντος. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν. 909 Βίου τὸ κέρδος, ἐκβιοῦν καθ' ἡμέραν. Γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα. Δεινὸν πένεσθαι, χεῖρον δ' εὐπορεῖν κακῶς. Εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν. Ζήτει Θεοῦ σοι χρηστότητα χρηστὸς ὤν. Ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς. Θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς. Ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι. Κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως. Λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος. Μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑποῤῥέοι. Νόει τὰ πάντα, πρᾶσσε δ' ἃ πράσσειν θέμις. Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους. 910 Ὅτ' εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης. Πάντ' εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ. Ῥάβδος δικαίου πλεῖον, ἢ τιμὴ κακοῦ. Σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή. Τὸ μικρὸν οὐ μικρὸν, ὅταν ἐκφέρῃ μέγα. Ὕβριν χαλίνου, καὶ μέγας ἔσῃ σοφός. Φύλασσε σαυτὸν, πτῶμα δ' ἄλλου μὴ γέλα. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ' αἶσχος μέγα. Ψυχὴ θύοιτο μᾶλλον ἢ τὸ πᾶν Θεῷ. Ὢ τίς φυλάξει ταῦτα, καὶ σωθήσεται;
900.3.1
Γνῶμαι δίστιχοι. Γυμνὸς ὅλος βιότοιο τάμοις ἅλα, μηδὲ βαρεῖα Ναῦς ἐπὶ πόντον ἴοι, αὐτίκα δυσομένη. 911 Ὡς αἰεὶ κρυεροῖο παρεσταότος θανάτοιο Μνώεο, καὶ θανάτου ἥσσονος ἀντιάσεις. Αἰεὶ νηὸν ἔγειρε Θεῷ νόον, ὥς κεν ἄνακτα, Ἵδρυμ' ἄϋλον, ἔχῃς ἔνδοθι σῆς κραδίης. Γνῶθι σεαυτὸν, ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης, Ῥεῖά κεν ὧδε τύχῃς κάλλεος ἀρχετύπου. Ἦμαρ ἐπ' ἦμαρ ἄγει σε· κυλίνδεται ὅστις ἐλαφρός· Γνώμη δ' εὐπαγέος ἦμαρ ἄλυτον ἔχει. Ὅστις ἀπερχομένοισι καὶ ἐρχομένοισι πέποιθε, Ῥεύματι πιστεύει οὔ ποτε ἱσταμένῳ. Ἴσον ἐμοὶ κακόν ἐστι βίος καὶ μῦθος ἀλιτρός· Ὁππότερόν κεν ἔχοις, καὶ θατέροιο τύχοις. 912 Ὕβρις ἄναγνον ἐόντα παρεστάμεναι θυέεσσι· Δεινότερον νεκύων λείψανα πάντα σέβειν. Ἵστασο μή ποθ' ὁδοῖο καλῶν· κακὸν ἐς βυθὸν ἕρπειν Σοὶ στάσις, ὅστις ἔβης ἔκτοθι σῆς κακίης. Τυφλὸς ὁρῶν, ὃς ἑῆς κακίας οὐκ ὄσσετ' ὄλεθρον· Ἴχνια μαστεύειν θηρὸς, ἄκρων φαέων. Χρῄζων δὴ παθέεσσιν ἀκέστορος, ἢν κακὰ κεύθῃς, Οὔ ποτε σηπεδόνα φεύξεαι ἀργαλέην. Σὸς λόγος, ἔργον ἐμεῖο. Ὃς οὐ καλὸν ἔργον ἔρεξεν, Εὐεπίην ἐχέτω σύμμαχον ἀμφίθετον. Ὑβριστὴς κόρος ἐστίν. Ἐγὼ δέ σε βούλομ', ἄριστε, Ἔργον ἔχειν, ψυχῆς πῆξιν ἀειστρεφέος, 913 Πλουτεῖν δ' αὖ θεότητα μόνην, καὶ κόσμον ἅπαντα, Ἶσον ἀραχναίοις νήμασιν αἰὲν ἔχειν. Πάντα μὲν ἀνθρώπων, ἀλλότρια τοῦδε βίοι· Ἡ δ' ἀρετὴ βροτέη, τοῦτο μόνον βιοτή. Δεῦτε δὲ, πᾶσι Θεοῖο βοᾷ Λόγος ἀφθιτόμητις, Σπεύδετ' ἐπὶ Τριάδος γνῶσιν ἐπουρανίης. Θέσθε νόον, βιότῳ μὲν ὅσους γάμος ἁγνὸς ἔδησε, Ληνοῖς οὐρανίοις πλείονα καρπὸν ἄγειν. Ὅσσαι δ' ἂν μεγάλοιο Θεοῦ Λόγου ἀγκάζεσθε, Νύμφαι παρθενικαὶ, πάντα Θεῷ προσάγειν. Αἴγλη παμφανόωσα μονότροπος, ἀλλ' ἀπὸ κόσμου Θυμὸν ἔχειν, σαρκῶν τηλόθεν ἱστάμεναι. Ὕβρις πίστιν ἔχειν ἐν χρώμασι, μὴ κραδίῃσι· Ῥεῖά κεν ἔκπλυτ' ἔοι. Βένθος ἐμοί γε φίλον. 914 Μήτε δικαιοσύνην τίν' ἀκαμπέα, μήτε φρόνησιν Ἀγκυλόεσσαν ἔχειν. Μέτρον ἄριστον ἅπαν. Νωμᾶσθαι καὶ θάρσος, ἐπεὶ θράσος, οὐ κράτος ἔσται· Ἔστι σαοφροσύνης καί τι γαληνὸν ἔχειν Οἴγειν ἐν λογίοισι Θεοῦ νόον αἰὲν, ἄριστον· Ἴδρις ἐπουρανίων ὧδ' ἂν ἔοις νομίμων. Σπεῦδε μὲν εἶναι ἄριστος· ἀφάνδανε, οἷσιν ἄριστον· Καὶ κακίην τέρπειν, δυσκλεές ἐστι κλέος. Αἰσχρὸν, ἄριστον ἐόντα, συνήγορον ἔμμεν' ἀλιτρῶν Ἶσον, καὶ κακίης σὸν πόδα ἐντὸς ἔχειν. Χρυσὸς μὲν χοάνοισι δαμάζεται, ἄλγεσι δ' ἐσθλός· Ἄλγος ἀπημοσύνης πολλάκι κουφότερον. Ῥεῖά κεν ἀρνήσαιτο Θεὸν μέγαν, ὃς γενετῆρα· Ἴσθι δὲ καὶ γενέτην ὡς πατέρ' εὐσεβίης. 915 Σῆτες ἔδουσιν ἅπαντα· λίπῃς τὰ σὰ μηδὲ τάφοισιν· Ἐξοδίη τιμὴ, δεξιὸν οὔνομ' ἔχειν. Ξείνων ἡμεδαπῶν περιφείδεο, ἔξοχα δ' αὖτε Οἳ τάδε πάντα λίπον, ἀδρανέων νεκύων. Δεῦρ' ἄγε, κόσμον ἅπαντα καὶ ἄχθεα τῇδ' ἀπολείψας, Ἱστίον ἐς ζωὴν οὐρανίην πέτασον. Πάντα μὲν αἰὲν ἄριστα θεοπρεπὲς ἔργα τελείσθω, Ἡ δὲ Τριὰς πάντων ἔξοχά σοι μελέτω. 916
900.4.1
Γνωμικὰ δίστιχα. Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων. Ἀρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας, Βίου κάθαρσις ἐνθέως ἀσκουμένη. Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα. Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος· Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις. Κενή σε δόξα μηδόλως συναρπάσῃ· 917 Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις. Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος. Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας· Ἀργὸς δὲ παντάπασιν εἰργέσθω λόγος. Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε. Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ' ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις. Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾷν ἄλλῳ θέλε. Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη. 918 Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας. Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα. Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους. Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι. Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας· Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη. Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων. Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος· 919 Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχῃ. Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἁβρὸς, ὃν ἔπλασέ τις τ' ὄναρ. Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον, Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι. Κρείσσων ἄπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί. Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος· Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν. Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· Ἀλλ' ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει. Ἡ σῦς ἐποπτεύουσα δειπνοποιίαν, 920 Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν. Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην. Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις· Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν νόμων φύλαξ. Κύβερνος ἴδμων φεύξεται τρικυμίας, Καὶ δεινὰ πάντα νοῦς σοφὰς φέρων φρένας. Ζωῆς ἀρίστης μὴ φρόνει τἀναντία· Καὶ γὰρ πρόδηλος τοῖς κακίστοις ἡ δίκη. Μέγιστος ἄκμων οὐ φοβεῖται τοὺς κτύπους Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν. Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ ψόφοι, 921 Ἄνδρας δ' ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων. Μισῶ πένητα πλουσίῳ δωρούμενον, Ὡς τῷ λέγοντι τοῦ τρέφειν λελησμένῳ. Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται Ἁγνὸς δὲ ῥήτωρ, εὔκρατος ἁρμονία. Γελῶσιν οἱ πλουτοῦντες ὀρφανῶν ψόγους, Αὐτὴν γελῶσι τὴν Θεοῦ τιμωρίαν. Νόμοις περιδραμεῖται πρὸς ὀλεθρίαν, Ὁ μὴ νόμου φύλαξιν ἐννόμως φέρων. Πέφυκε τοῖς πένησι μὴ φρονεῖν μέγα· Τοῖς πλουσίοις γὰρ οὐδὲ φροντὶς τοῦ βίου. Παίδευε μωροὺς, ὡς ἐφικτὸν τῇ φύσει· Ἕξουσι γάρ που καὶ φρένας παρ' ἐλπίδα. 922 Πλήττων σίδηρος ἐκπυροῖ καὶ τοὺς λίθους· Σκληρὰ δὲ μάστιξ παιδαγωγεῖ καρδίαν. Ἃ δυσμενεῖς φοβοῦσι τῶν ἄλλων πλέον, Ὁ σταυρὸς καὶ βαπτισμοῦ ἡ κοινωνία. Ὅρκους κάκιστον διδόναι καὶ λαμβάνειν, Ἴσως γὰρ ἄμφω προσκέκρουκας τῇ δίκῃ. Αἰῶνα θησαύριζε τὸν ἔξω τέλους· Οὗτος γὰρ ἐκλέλοιπε καὶ πρὸ τοῦ τέλους. Μὴ δὴ φίλει τὸν ὄλβον, ὃν λύει χρόνος· Ἃ γὰρ χρόνος δόμησε, καὶ λύσει χρόνος. Αἰσχρὸν γυναίοις ἄρσεν ἦθος ἐκφέρειν· Ταῖς κοσμίαις γὰρ τάξις ἡ αἰδὼς ξυνή. Κάταντές ἐστιν ἡδονὴ τοῖς χρωμένοις, 923 Καὶ ὡς πρόσεισιν, οἴχεται λίθου δίκην. Οὐδεὶς ὑγείας πλοῦτος ἀλγοῦσι πλέον· Σοφῶς δὲ ταύτην ἡ φύσις βροτῶν θέλει. Ἦχοι θαλάσσης, ἀνδρὸς ἄφρονος λόγοι· Βρίθοντες ἀκτὰς, οὐ πιαίνουσι χλόας Πείθουσι δῶρα καὶ σοφοὺς παραβλέπειν Βροτοῖς δὲ θήρα χρυσὸς, ὡς πτηνοῖς πάγη. Γῆρας λύπαι τίκτουσι καὶ πρὸ τῶν χρόνων· Ἃ γὰρ τρόπος καθεῖλεν, οὐ στήσει χρόνος. Πλοῦτος τάχιστος τῶν κακῶν ὑπηρέτης· Καὶ γὰρ πρόχειρον εἰς κακουργίαν κράτος. Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου· Πονηρὸν ἄνδρα μηδέπου κτήσῃ φίλον. Τάξις τιμάσθω, καὶ προηγείσθω κράτους· 924 Κράτος γὰρ αὕτη καὶ κράτους ἀεὶ φύλαξ Νοῦς ἐμμέριμνος σὴς βιβρώσκων ὀστέα· Θάλλει δὲ σῶμα φροντίδας παρατρέχον. Οὐδεὶς κόρος πέφυκε σωφρόνως ἔχειν· Καὶ γὰρ τὸ πῦρ εἴωθε ταῖς ὕλαις θέειν. Οἶνος πάθους ἔγερσις ἐκλελοιπότος· Ὕλη γὰρ εἰσρέουσα ῥώννυσι φλόγα. Φεύγουσιν ὀργὰς οἱ δίκας δεδοικότες· Θυμὸν γὰρ ἐξάπτουσι πολλάκις δίκαι. Δεινὸν πόνοις κάμνοντι προσθεῖναι πόνους· Ἀλλ' οὖν πόνους ἔπαυσε πολλάκις πόνος. Ἄλλοι μὲν ἄλλων τοὺς πόνους δεδοικότες, Ἄλλοις ὁρῶνται κινδυνεύοντες πόνοις. Δόξης ἀεὶ φρόντιζε τῆς αἰωνίου· 925 Ἡ γὰρ παροῦσα ψεύδεται καθημέραν. Οὐδεὶς μετ' ὀργῆς ἀσφαλῶς βουλεύεται· Τὰ γὰρ μετ' ὀργῆς οὐδέπω βουλὴν ἔχει. Δεινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες· Διπλῆ γυναικὸς δεινότης ἐν θηρίοις. Πείθουσι γυμνὰ τοὺς ὁρῶντας ὀστέα, Ὡς οὐδὲν ἡμῖν προσφυὲς τῶν ἐνθάδε. Εἰ λοξὰ μὴ βαίνουσι καρκίνων γόνοι, Πεῖραν λάβωσι μητρικῶν βαδισμάτων. Δώσεις προδήλως ἐκβιάζων τὴν φύσιν, Καλοὺς μαθητὰς ἐκ κακῶν διδασκάλων. Κόσμει σεαυτὸν τοῖς καλοῖς τεκμηρίοις, Καὶ μὴ πένητος ὀρφανοῦ καταφρόνει. 926 Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος, Καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος. Τίκτεις, ἔχιδνα· μὴ φοβοῦ τὰς ὠδῖνας· Ἔχεις λαβοῦσα μητρικοῦ πεῖραν τόκου. Οὐδεὶς ἀριστεὺς ἐκ προδήλου δειλίας· Νίκαι γὰρ εἰσπράττουσι τὰς εὐφημίας. Ἀνὴρ ὑπνώδης, εὑρέτης ὀνειράτων· Μύστης γὰρ ὕπνος φασμάτων, οὐ πραγμάτων. Εἴωθε πείθειν μὴ θέλοντας ἡ βία, Ἄγχει γὰρ αὕτη καὶ γίγαντας πολλάκις. Δήμου σφαλέντος, πᾶς ἀγύρτης ἄρχεται· Δῆμος δὲ πάντη τῶν καλῶν ἀταξία. Ἔργον πάρεργον οὐδαμῶς ἔργον λέγω· 927 Τὸ γὰρ πάρεργον καὶ καταφρονητέον. Ἡ πρὸς τὰ νεκρὰ τῶν χαμαιριφῶν μέλη Τάξις τιμᾶται τῶν κυνῶν ἠθροισμένων. Χρυσοῦ λαλοῦντος, πᾶς ἀπρακτείτω λόγος, Πείθειν γὰρ οἶδε, κἂν πέφυκεν μὴ λέγειν. Ἕξουσι καὶ νῦν τὰ πρὸς εἰρήνην φέρειν, Οἱ πρὸς τὰ ῥευστὰ τοῦ βίου μεμηνότες.
900.5.1
Γνωμολογία τετράστιχος. Ἐπίγραμμα τῶν στίχων. 928 Γρηγορίου πόνος εἰμὶ, τετραστιχίην δὲ φυλάττω, Γνώμαις πνευματικαῖς μνημόσυνον σοφίης. Πρᾶξιν προτιμήσειας, ἢ θεωρίαν; Ὄψις τελείων ἔργον, ἡ δὲ πλειόνων. Ἄμφω μέν εἰσι δεξιαί τε καὶ φίλαι· Σὺ δὲ πρὸς ἣν πέφυκας, ἐκτείνου πλέον. Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος Ἢν ἐκρυπωθῇς, εἶπον. Ἀλλὰ σωφρονῶ. Ἢν ἐκρυπωθῇς. Νῦν δὲ δεῖ καθαρσίων. Μύρον δοχεῖον σαπρὸν οὐ πιστεύεται. Μήτ' ἀντίτεινε πᾶσι, μήθ' ἕπου λόγοις, Ἀλλ' οἷς ἐπίστῃ, καὶ ὅσον, καὶ πηνίκα. 929 Θεοῦ δὲ μᾶλλον ἐξέχου, ἢ προστάτει. Λόγῳ παλαίει πᾶς λόγος, βίῳ δὲ τίς; Ἢ μὴ διδάσκειν, ἢ διδάσκειν τῷ τρόπῳ. Μὴ τῇ μὲν ἕλκειν, τῇ δ' ἀπωθεῖσθαι χεροῖν. Ἧττον δεήσῃ τοῦ λέγειν, πράττων ἃ δεῖ Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις. Ὑμῖν λέγω μάλιστα τοῖς τοῦ βήματος, Ὀφθαλμὸν εἶναι μὴ σκότους πεπλησμένον, Μὴ καὶ πρόεδροι τοῦ κακοῦ φαινώμεθα. Εἰ γὰρ τὸ φῶς τοιοῦτον, τὸ σκότος πόσον; Ἄφωνον ἔργον κρεῖσσον ἀπράκτου λόγου. Βίου μὲν οὐδεὶς πώποθ' ὑψώθη δίχα· Λόγου δὲ πολλοὶ τοῦ καλῶς ψοφουμένου. 930 Οὐ γὰρ λαλούντων, εὖ βιούντων δ' ἡ χάρις. Δῶρον Θεῷ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντ' ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. Μηδέν ποτ' εὔξῃ, μηδὲ τῶν μικρῶν, Θεῷ. Θεοῦ γάρ ἐστι, πρὶν λαβεῖν. Τί οὖν λέγω; Κλέπτεις τὰ σαυτοῦ μὴ διδούς. Καινοῦ χρέους! Ἀνανίας σε πειθέτω, Σάπφειρά τε. Πανήγυριν νόμιζε τόνδε τὸν βίον. Ἢν πραγματεύσῃ, κέρδος. Ἀντάλλαγμα γὰρ Μικρῶν τὰ μείζω, καὶ ῥέοντ' ἀϊδίων. Ἢν δ' αὖ παρέλθῃ, καιρὸν ἄλλον οὐκ ἔχεις. 931 Πολὺς μὲν ἔστιν ὁ προκείμενος δρόμος· Πλείων δ' ὁ μισθός. Μὴ βλέπων τὸ πᾶν ἅμα, Τοῦ παντὸς ἐκστῇς. Καὶ πλέεις οὐ πᾶν ἅμα· Καὶ τοῦτο πεῖρα πολλάκις τοῦ δυσμενοῦς. Μὴ σφόδρα θαῤῥεῖν, μηδ' ἀπελπίζειν ἄγαν. Τὸ μὲν γὰρ ἐκλύει σε, τῷ δ' ἀνατρέπῃ. Τὸ μὲν κατόρθου, τοῦ δ' ἔχου· τοῦδ' οὐ φθόνος. Οὐχ ὡς ὁδοῦ τὸ λεῖπον ἀχρειοῖ πόνον. Μὴ θερμὸν ἅπτειν, ἐμμένειν δ' οἷς ἂν κρίνῃς· Κρεῖσσον προκόπτειν, ἤ τι κόπτειν τοῦ καλοῦ. Καὶ γὰρ κακοὺς καλοῦμεν, οὐχὶ τοὺς κάτω, Τοὺς δ', ἡνίχ' ὑψωθῶσι, πίπτοντας μέγα. Σπινθὴρ ἀνάπτει καὶ βραχὺς πολλὴν φλόγα, 932 Καὶ σπέρμ' ἐχίδνης πολλάκις διώλεσε. Τοῦτ' οὖν ὁρῶν, ἔκκλινε καὶ μικρὸν βλάβος· Μικρὸν μὲν ἔστιν, εἰς δὲ μεῖζον ἔρχεται. Ἐρεύνα σαυτὸν πλεῖον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων· Τὰ μὲν γάρ ἐστι φθορᾶς, τὰ δὲ ἵσταται. Ὁ νοῦς ἀεί σοι καμνέτω τυπούμενος Θείοις νοήμασί τε καὶ βίου λόγοις. Γλώσσης δὲ φείδου· καὶ γὰρ εὐκολωτέρα Βλάπτειν· τὸ κέρδος δ' ἧσσον εὖ κινουμένης Ὄψις συνήρπασέ με, πλὴν ἀλλ' ἐσχέθην· Εἴδωλον οὐκ ἔστησα τῆς ἁμαρτίας. 933 Εἴδωλον ἔστη; πρᾶξιν ἐκπεφεύγαμεν. Βαθμοὶ τάδ' εἰσὶ τῆς πάλης τοῦ δυσμενοῦς. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα· Τοῖς δ' αὖ καλοῖς τε κἀγαθοῖς ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δρᾶσαι, μικρὸν μέσον. Μὴ λίαν ὀσμῶν ἐκλύου θηλύσμασιν, Ἁφῆς τε λειότησι, μηδὲ γεύσεσι. Τί ἄν ποτ' ἀνδρίσαιο τῶνδ' ἡττώμενος, Χωρὶς γυναικῶν καῤῥένων ἡδύσματα. Δὸς, εἶπε γαστήρ. Ἢν λαβοῦσα σωφρονῇς, Δώσω προθύμως. Ἢν δὲ τοῖς κάτω δίδῳς, Κόπρον λάβοις μὲν, ἀλλ' ὅμως μὴ πλουσίαν. Εἰ δ' οὖν κατάσχοις, δώσομεν καὶ πλουσίαν. Γέλως γέλωτος εὖ φρονοῦσιν ἄξιος, 934 Μάλιστα μὲν πᾶς, τὸν πλέον δ' ὁ πορνικός. Γέλως ἄτακτος ἐκφέρει καὶ δάκρυον. Κρεῖσσον κατηφὲς ἦθος, ἢ τεθρυμμένον. Κάλλος νόμιζε τὴν φρενῶν εὐκοσμίαν, Οὐχ ὃ γράφουσι χεῖρες, ἢ λύει χρόνος, Ὄψει δ' ὅπερ νοῦ σώφρονος γνωρίζεται· Αἶσχος δ' ὁμοίως τὴν φρενῶν ἀκοσμίαν. Λύπαι προσῆλθον, ἡδοναὶ, θάῤῥη, φόβοι, Πλοῦτος, πενία, δόξα, δύσκλεια, θρόνοι· Ῥείτωσαν, ὡς θέλουσιν. Οὐδὲν ἅπτεται Τῶν οὐ μενόντων ἀνδρὸς εὖ βεβηκότος. Ὑψοῦ βίῳ τὸ πλεῖον, ἢ φρονήματι· Ὁ μὲν θεοῖ σε, τῷ δὲ καὶ πίπτεις μέγα. Τεύξῃ δὲ τούτου, μὴ μικροῖς μετρούμενος. Κἂν πλεῖστον ἀρθῇς, εἶ κάτω τῆς ἐντολῆς. 935 Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν· Κρεῖσσον γὰρ εἶναι τοῦ δοκεῖν. Εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μήτε τὴν νέαν. Τί γὰρ πιθήκῳ κέρδος, ἢν δοκῇ λέων; Αἴνει μὲν ἄλλον, μὴ φρόνει δ' αἰνούμενος· Καὶ γὰρ δέος σε τῶν ἐπαίνων ὑστερεῖν. Μηδ' ἄλλον εὐθὺς, πρίν γε τῇ πείρᾳ μάθῃς, Μή πως κακοῦ φανέντος, αἰσχύνην ὄφλῃς. Κακῶς ἀκούειν κρεῖσσον, ἢ λέγειν κακῶς. Ὅταν προθῇ τις ἄλλον εἰς κωμῳδίαν Ὡς εὐφρανῶν σε, σαυτὸν ἐγκεῖσθαι δόκει. Ὧδ' ἂν μάλιστα δυσχεραίνοις τῷ λόγῳ. Μηδὲν μέγ' εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος· 936 Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μί' ἀσφάλεια μὴ ὀνειδίζειν τύχας. Κρεῖσσον καλῶς βιοῦντα, καὶ πονούμενον, Παῤῥησιάζεσθαί τι πρὸς τὸν Δεσπότην, Ἢ μὴ καλοῖς θάλλοντ' ἀπαιτεῖσθαι δίκην· Εἰ καὶ τὰ πάντα σὺν λόγῳ πορεύεται. Προοῦ τὰ πάντα, καὶ Θεὸν κτῆσαι μόνον Εἶ γὰρ μεριστὴς χρημάτων ἀλλοτρίων. Εἰ δ' οὐ θέλεις τὰ πάντα, δὸς τὰ πλείονα. Εἰ δ' οὐδὲ τοῦτο, τοῖς περιττοῖς εὐσέβει. Καλόν τι σητῶν ἁρπάσαι καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ πάντ' ἔχειν, Ὃς καὶ βασιλείαν κλάσματος χαρίζεται· Χριστὸν σκέπεις τρέφεις τε, τὸν πτωχὸν τρέφων.

Intertext edge

Open linked passage

Note