Carmina moralia
Gregory of Nazianzus (gregory-of-nazianzus)Mora 937 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
937.1.1
Πένης προσῆλθεν, εἶτ' ἀπῆλθε μὴ τυχών· Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς Χρῄζων, ἀπέλθοιμ' ἐνδεὴς, ἐμοῖς νόμοις. Ὃ γάρ τις οὐ δέδωκε, μηδ' ἐλπιζέτω. Πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. Πρὸς τὸν Θεὸν νένευκε, καὶ μόνον βλέπει. Σὺ δ' ἀγκαλίζου· καὶ γὰρ ἀετὸς, ὡς λόγος, Πολὺς καλιᾷ λεπτὸν ὄρνιν ἀμφέπει. Κρεῖσσον πενία μὴ δικαίας κτήσεως· Καὶ γὰρ νόσος γε τῆς κακῆς εὐεξίας. Λιμῷ μὲν οὔ τις ῥᾳδίως διεφθάρη· Τοῖς δ' αὖ κακίστοις πότμος ἡ μοχθηρία. Τί δεσπότης, ἢ δοῦλος, ἢ φαύλη τομή; 938 Εἷς πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετούμενος δὲ σύνδουλον βλέπε. Ὅταν δὲ λυθῇς, τιμιώτερος φανεῖς. Οἱ δ' οἰκέται τί, καὶ μάλισθ' ὅσοι Θεοῦ; Μὴ φευγέτωσαν εὐνοεῖν τοῖς δεσπόταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει. Καὶ Χριστὸς ὤφθη δοῦλος, ἀλλ' ἠλευθέρου. Κακὸς δ' ἀκούων αἰσχύνου, μὴ δυσγενής. Γένος γάρ εἰσιν οἱ πάλαι σεσηπότες. Γένους προάρχειν κρεῖσσον, ἢ λύειν γένος, Ὡς καλὸν εἶναι, ἢ καλῶν πεφυκέναι. Θεοῦ μόνου, θείων τε ἀπλήστως ἔχειν, Ὃς τοῖς λαβοῦσι καὶ πλέον χαρίζεται, 939 Διψῶν τὸ διψᾶσθ', ἀφθόνως ἀεὶ ῥέων· Ἐν τοῖς δὲ λοιποῖς καὶ φέρειν ἡσσώμενος. Μὴ πάντα νικᾷν, μηδ' ἀεὶ, σπουδὴν ἔχε· Καλῶς κρατεῖσθαι κρεῖσσον, ἢ νικᾷν κακῶς. Καὶ γὰρ παλαιστὴς οὐχ ὁ κείμενος κάτω, Πάντως κρατεῖται, πολλάκις δ' ὑπέρτερος. Καὶ ζημιοῦ τι· τοῦτο κέρδος πολλάκις, Ὥσπερ καθαίρειν φυτὸν εἰς εὐκαρπίαν. Εἰ δ' οὐ καλῶς τι προστίθης οἷς νῦν ἔχεις, Ὕλῃ φέρεις πῦρ, ἢ νόσον τῷ σώματι. Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ' αὐτὸς ἴσθι τοῖς ὄφλουσι συμπαθής. Εἰ δ' οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ σταθμίζεται. 940 Ὅταν ποθ' ὕβρις ἐκκάῃ τὴν σὴν φρένα, Μνήσθητι Χριστοῦ, τῶν τ' ἐκείνου τραυμάτων, Πόση τε μοῖρα ταῦτα τῶν τοῦ Δεσπότου. Ὣς δ' ἂν τὸ λυποῦν, ὥσπερ ὕδατι, σβέσαις. Ἔρως, μέθη, ζῆλός τε καὶ δαίμων, ἴσα· Οἷς ἂν προσέλθῃ, τὸ φρονεῖν ἐπέκλυσε. Τῆξις, προσευχὴ, δάκρυον, τὰ φάρμακα. Ἥδ' ἰατρεία τῶν ἐμῶν νοσημάτων. Ὅρκον δὲ φεῦγε πάντα. Πῶς οὖν πείσομεν; Λόγῳ, τρόπῳ τε τὸν λόγον πιστουμένῳ. Ἄρνησίς ἐστι τοῦ Θεοῦ ψευδορκία. Τί δεῖ Θεοῦ σοι; τὸν τρόπον μέσον τίθει. Τί χρηστότητος δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις καὶ τοῖς πέλας, 941 Οἵους σεαυτῷ τούσδε τυγχάνειν θέλεις· Καὶ συντομώτερόν τι, τὰ Χριστοῦ πάθη. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, Ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη· Ὃς οὐ χαρίζετ' ἢ μόνον τὸ συμφέρον. Ἔχθρας ὅρους γίνωσκε, φιλίας δὲ μή. Τἄλλα βλέπων ὀφθαλμὸς, αὑτὸν οὐ βλέπει, Ἀλλ' οὐδὲ τἄλλα, ἢν ἄγαν λημῶν τύχῃ. Τούτου χάριν σύμβουλον εἰς ἅπαντ' ἔχειν· Καὶ γὰρ χερὸς χεὶρ, καὶ ποδὸς ποῦς ἐνδεής. Εἰ τοῖς καλοῖς ἕποιο νουθετούμενος, Οὐκ ἐντραπήσῃ τοῖς κακοῖς γελώμενος. Ὅταν ποτ' αἰσχρὸν ἐννοῇς, νόμιζέ σοι Πολλοὺς παρεῖναι, καὶ σεαυτὸν ἐντρέπου. 942 Ἀεὶ προτίμα τοὺς καλοὺς τῶν μὴ καλῶν. Κακοῖς ὁμιλῶν, καὶ κακὸς πάντως ἔσῃ. Κακοῦ παρ' ἀνδρὸς μή ποτε χρηστὸν πάθῃς. Ζητεῖ γὰρ ὧν βεβίωκε συγγνώμην ἔχειν. Ἐγώ τι κέρδος ἐκλέγω καὶ δυσμενοῦς. Τὰς γὰρ λαβὰς φεύγοντας, ἀσφαλεστέρους Εἶναι παραινῶ, καὶ τὸ πικρὸν φάρμακον Ὅμως δέδοικα, καὶ τὸ ἡδὺ μέμφομαι. Καλοὺς ἀμείβου, τοὺς κακοὺς περιφρόνει· Κἂν τοῖσδε κείσθω, τοῦ παθεῖν μηδὲν, χάρις· Ὣς ἂν καλοὺς καὶ τούσδε ποιήσῃς χρόνῳ. Τῷ μακροθύμῳ χρηστότης καλὴ δόσις. Πᾶσιν μὲν ἴσθι χρηστὸς, εἰ τοῦτο σθένος, Πλέον δὲ τοῖς ἔγγιστα. Τοῦ χάριν λέγω; 943 Τίς ἄν σε πιστεύσειε τοῖς ξένοις καλὸν Εἶναι τὸν οὐ δίκαιον οἷς ὀφείλεται; Τί πάντα τὸν δύστηνον αἰτιώμεθα Ἐχθρὸν, διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον. Τὸ πῦρ παρ' ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. Μὴ σφόδρ' ἕπεσθαι παιγνίοις ἐνυπνίων· Μηδ' εὐπτόητον εἰς ἅπαντ' ἔχειν φρένα· Μηδὲ πτεροῦ μοι δεξιοῖς φαντάσμασι. Λόχος τάδ' ἐστὶ πολλάκις τοῦ δυσμενοῦς. Ἐλπὶς προκείσθω δεξιοῦ παντὸς τέλους· Εἰ γὰρ συνεργός ἐστί τις τοῦ χείρονος, 944 Πῶς οὐ καλοῦ δίκαιον εἶναι καὶ πλέον; Οὐ γὰρ φέρω γε τῷ κακῷ νικώμενος. Ἡγοῦ τύχης φρόνησιν ἀσφαλεστέραν· Ἡ μὲν γάρ ἐστι πραγμάτων κούφη φορὰ, Ἡ δ' οἰακισμός. Μηδὲ ἒν παιδεύσεως Νόμιζε κρεῖσσον, ἣ μόνη κεκτημένων. Τὸ δραστικὸν δείκνυε μὴ τῷ δρᾷν κακῶς, Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός. Τόδ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα καὶ τρυγὼν καὶ σκορπίος. Αἰσχρὸν νέον γέροντος ἀσθενέστερον Εἶναι, γέροντα δ' ἀφρονέστερον νέου. 945 Ὁμῶς ὁ μὲν καθ' ὥραν ἔστω πάνσοφος· Τὸν δὲ κράτιστον καὶ πρὸ ὥρας σωφρονεῖν. Ἀεὶ μὲν ἐργάζοιο τὴν σωτηρίαν· Καιρὸς δὲ δὴ μάλιστα, ἡ βίου λύσις. Τὸ γῆρας ἦλθεν· ἔξοδον κήρυξ βοᾷ. Πᾶς εὐτρεπίζου· πλησίον γὰρ ἡ κρίσις. Πέρας λόγου, δισσή τις ἄρνησις Θεοῦ, Ἔργῳ, λόγῳ τε. Μὴ κλαπῇς, περισκόπει (Ἀεὶ διώκῃ λαθρίοις παλαίσμασι), Μή πως δεηθῇς ἐσχάτων καθαρσίων.
937.2.1
Ὅροι παχυμερεῖς. Θεὸς μέν ἐστιν οὐσία, πρῶτον καλόν. 946 Κόσμος δὲ, ῥευστῶν καὶ νοουμένων δέσις. Τὸ δ' εἶν' ἕκαστον τοῖον ἢ τοῖον, φύσις. Φύσις δ' ἄϋλος, ἄγγελος, πρώτη κτίσις. Οἱ δ' ἐκτραπέντες τοῦ καλοῦ τί; δαίμονες· Ὧν πρῶτός ἐστιν, ὅς ποτ' ἦν Ἑωσφόρος, Σκότους δυσειδοῦς εὑρέτης καὶ προστάτης. Ὕλη δὲ μορφῶν ἕδρα, δευτέρα κτίσις. Ὕλης δὲ κάλλος, εἶδος ἐκμορφουμένης. Ὅρος δὲ ῥευστῶν καὶ νοουμένων, πόλος. Ἄστρων δὲ φύσις, πῦρ κύκλῳ περίδρομον. Φῶς δ' ἔστι λάμψις ἐκ πυρὸς, ψυχῇ λόγος. Σκότος δὲ δισσὸν, λάμψεως δισσῆς λύσις. Αἰὼν, διάστημ' ἀχρόνως ἀεὶ ῥέον, 947 Χρόνος δὲ, μέτρον ἡλίου κινήσεως. Γῆ, πῆξις ὕλης τῷ πόλῳ κυκλουμένης. Πῦρ δὲ, φλέγουσα καὶ ῥέουσ' ἄνω φύσις. Ὕδωρ δὲ, ῥευστὴ καὶ κατάῤῥοπος φύσις. Κενοῦ δ' ἀὴρ πλήρωμα καὶ πνευστὴ ῥύσις. Ἄνθρωπός εἰμι, πλάσμα καὶ εἰκὼν Θεοῦ. Τὸ σῶμα δ' ὕλη, καὶ διαστατὸν πάχος. Στοιχεῖόν ἐστι σώματος πρῶτον μέρος. Ψυχὴ δὲ, φύσις ζωτικὴ, φέρουσά τε· Λόγος δὲ καὶ νοῦς τῇ γ' ἐμῇ συνεκράθη. Ζωὴ δὲ, σώματός τε καὶ ψυχῆς δέσις, Ὡς θάνατον εἶναι, τῶν δὲ τὴν διάστασιν. Νοῦς δ' ἔστιν ὄψις ἔνδον, οὐ περίγραφος. Νοῦ δ' ἔργον, ἡ νόησις, ἐκτύπωμά τε. Λόγος δ' ἔρευνα τῶν νοὸς τυπωμάτων, 948 Ὃν ἐκλαλήσεις ὀργάνοις φωνητικοῖς. Αἴσθησίς ἐστιν εἰσδοχή τις ἔκτοθεν. Μνήμη, κάθεξις τῶν νοὸς τυπωμάτων. Λήθη δὲ, μνήμης ἐκβολή. Λήθης δέ γε Μνήμη τις αὖθις, ἣν ἀνάμνησιν λέγω. Βούλησιν οἶδα, νοῦ ῥοπὴν καὶ συνδρομὴν Τῶν ὅσσ' ἐφ' ἡμῖν· τἄλλα δ' οὐ θελητέα. Ἡ δ' οἷ θέλω κίνησις, ἐξουσιότης. Τὴν σύντονον δὲ καὶ προσθυμίαν λέγω· Τὸ δὲ ἀκούσιον, βουλήσεως τυραννίδα. Λογισμὸν οἶδα πραγμάτων διαίρεσιν. Πόθος δ' ὄρεξις ἢ καλῶν ἢ μὴ καλῶν. Ἔρως δὲ θερμὸς δυσκάθεκτός τε πόθος. Θυμὸς μέν ἐστιν ἀθρόος ζέσις φρενός· Ὀργὴ δὲ θυμὸς ἐμμένων. Ὁ δ' εἰς κακὸν 949 Μνήμων, λοχῶν τε, μνησικακία τυγχάνει. Πέψιν δὲ λύπης οἶδα μακροθυμίαν· Τὸ δὲ πρὸς ὕβριν ἤρεμον, ἀοργησίαν, Ἣν δὴ πραότητα τοῖς πάλαι καλεῖν ἔθος. Ἕξιν δὲ καλῶν, τὴν ἀρετὴν νόμιζέ μοι, Τῶν δ' αὖ κακίστων, τὴν ἐναντίαν νόσον· Τὴν μὲν Θεοῦ δώρημα, τὴν δ' ἐφεύρεσιν. Κάλλος δὲ παντός ἐστιν εὐαρμοστία, Αἶσχος δὲ, κάλλους ὕβρις, ὡς ἐμὸς λόγος. Ἀνδρεία δ' ἔστι πρὸς τὰ δεινὰ στεῤῥότης Θράσος δὲ, θάρσος πρὸς τὰ μὴ τολμητέα. Δειλία δὲ, συστολή τις εἰς τολμητέα. Ἡ σωφροσύνη δ' ἐπικράτησις ἡδονῶν· Ἧτταν δὲ τούτων, τὴν ἀσέλγειαν λέγω. 950 Δικαιοσύνη δὲ, μὴ πλέον ζητεῖν ἔχειν· Τῆς δ' ἰσότητος ἔκβασις, τοῦτ' ἀδικία. Φρόνησίς ἐστι πραγμάτων ἐμπειρία. Σοφία νομιζέσθω δὲ τῶν ὄντων θέα. Ἡ δ' ἁπλότης ἕξις τις ἀργὴ πρὸς κακόν. Ἡ διπλόη δὲ, τοῦ τρόπου κακουργία. Ἡ δ' ἡδονὴ, ψυχῆς τίς ἐστι λειότης· Λύπη δὲ, δηγμὸς καρδίας καὶ σύγχυσις. Φροντὶς δ' ἑλιγμὸς, ἡ μέριμνα τὸ πλέον. Σκέψις, λογισμῶν ἀντίθεσις εἰς πρακτέα. Κρίσις δὲ πῆξις τῶν νοὸς βουλευμάτων· Ῥίψιν δὲ τούτων οἶδα τὴν ἀκηδίαν. Φθόνος δὲ τῆξις εὐροούντων τῶν πέλας. Ἡ βασκανία δὲ καὶ βλάβη διὰ φθόνον. 951 Τῶν δ' αὖ κακίστων μέμψις, αἰνετὸν πάθος Αἰδὼς δὲ συστολή τίς ἐστ' αἴσχους φόβῳ. Αἰδοῦς δὲ περιφρόνησις, ἡ ἰταμότης. Σπουδὴ δὲ, σύστασίς τις εἰς προκείμενα· Λύσιν δὲ ταύτης οἶδα τὴν ῥαθυμίαν. Ὁ δ' ὄκνος ἐστὶ πρός τι δυσκινησία. Ζῆλος δ' ὁ μὲν μίμησις, ὁ δ' ἀνία τις. Φίλτρου κλαπέντος εἰς ξένον ποθούμενον, Καλοῦσι δ' αὐτὴν ζηλοτυπίαν οἱ πάλαι. Ἀλαζονείαν, ὄγκον οἶδα καρδίας· Τύφον δ', ἄναψιν, ἣν ἐγείρει κουφότης. Ὑπερήφανος δ' ἔμοιγε καὶ φανητίας. Τὴν δ' αὐθάδειαν, αὐταρέσκειαν λέγω. Ταπεινοφροσύνη, μὴ φρονεῖν ἐπάξιον. 952 Ταύτης δόκησίς ἐστιν ἡ εἰρωνεία. Ἐλευθερία δὲ χρημάτων ἀπλῆ δόσις. Τούτων λάφυξιν οἶδα τὴν ἀσωτίαν. Ἀνελευθερίαν δέ φημι τὴν φειδωλίαν. Μεγαλοπρέπεια δ' ἔστιν ἔργων λαμπρότης· Μικροπρέπεια, τὸ φρονεῖν μικροῖς μέγα. Μεγαλόφρονος, τὸ πάντα εὐπετῶς φέρειν· Τὸ δ' οὐδὲ μικρὰ, τοῦτο μικροψυχίας. Φιλοτιμί' ἐστὶ μέτριος τιμῆς πόθος. Ἡ χαυνότης δὲ, καὶ πέρα τοῦ μετρίου. Κενῶν δ' ὄρεξιν ἴσθι κενοδοξίαν· Δόξαν, τὸ τοῖον ἡμῖν, ἢ τοῖον δοκεῖν. Ἄλλη δὲ δόξα, πραγμάτων φαντάσματα. Ὕβρις μέν ἐστι δυσμενοῦς οὐκ εὐμενὴς 953 Πρᾶξις, λόγος τε. Λοίδορος δ' αἴσχη φέρει. Μέμψις δ' ἀτιμώρητος ἐκ φίλου ψόγος. Κατηγορία δ' ἔγκλημα τῶν κολαστέων· Ἡ δ' οὐκ ἀληθὴς γίνεται, συκοφαντία· Ἡ λάθριος δὲ, διαβολή σοι κλητέα. Μέμψις ἀνεύθυνός τις, ἡ βλασφημία. Κακήγορος δ', ὃς πᾶσιν ὁπλίζει στόμα. Ἀστειότης μὲν, φαιδρότης ἐν συλλόγῳ. Ἡ δ' εὐτραπελία, φαιδρότης ἔξω λόγου. Λόγου δὲ μωρί' ἐστὶν ἡ ἀχρηστία. Γέλως, παρειᾶς βράσμα, παλμὸς καρδίας. Οἴνου δ' ἄμετρον χρῆσιν εἰπὲ τὴν μέθην, Τὰ δ' ἐκ μέθης ὑβρίσμαθ', ἡ παροινία. Ἡ κραιπάλη δ' ἕωλος ὕβρις ἐκ μέθης. 954 Φόνος δ' ὁ μέν τις σωμάτων, ὁ δ' εἰκόνος· Ἄμφω δὲ λύσις τῆς φίλης ἁρμονίας. Πορνεία καὶ μοιχεία, ἡ μὲν σωμάτων Ξένων κλοπή τις, ἡ δέ τις καὶ δαιμόνων· Ὅταν Θεοῦ τὸ φίλτρον εἰς ἐχθροὺς πέσῃ. Εἰδωλολάτρης δ' ὃς σέβει καὶ χρυσίον. Εἰ δ' ὠφέλεια, κέρδος εἰς ψυχὴν λαβεῖν, Βλάβη, τὸ ταύτην ζημιῶσαι, γίνεται. Ἔλεος μέν ἐστι συμπάθεια συμφορᾶς. Οἶκτος δέ κ' εὖ τι τὸν πεπονθότα δράσαι. Ἕξις δὲ ποιὰ πρὸς τὰ πράγμαθ', ὁ τρόπος· Ἦθος δὲ πλάσμα τοῦ τρόπου κατήγορον. Διδασκαλία, τύπωσις ἔργῳ καὶ λόγῳ. Λόγος δ' ἄριστός ἐστι φαρμακεὺς κακῶν· 955 Ὁ δ' οὐκ ἄριστος, καὶ καλῶν ἀναιρέτης. Σκέψιν νοητῶν, τὴν θεωρίαν νόει. Πρᾶξις δ' ἐνέργειά τις εἰς τὰ πρακτέα. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος. Τόκον δὲ ταύτης, τὴν ἐνέργειαν λέγω. Τέχνη μέν ἐστι σύνταγμ' ἐξ ἐμπειρίας· Ἕξις δ' ἄλυτος, ἣν ἐπιστήμην λέγω. Ὃ μὴ χάριν τοῦ, τἄλλα δι' αὐτοῦ, τέλος. Σκοπὸς δὲ δή τις, ᾧ τέλει σπουδάζεται. Δέησιν οἴου, τὴν αἴτησιν ἐνδεῶν· Τὴν δὲ προσευχὴν ἴσθι τῶν ἀμεινόνων· Εὐχὴν δ' ὑπόσχεσίν τιν' ἐξιλάσματος· Τὸ δ' ἐξίλασμα, δῶρον εἰς τιμὴν φέρον, Ἔπαινός ἐστιν εὖ τι τῶν ἐμῶν φράσαι. Αἶνος δ' ἔπαινος εἰς Θεὸν σεβάσμιος. 956 Ὁ δ' ὕμνος, αἶνος ἐμμελὴς, ὡς οἴομαι. Ψαλμὸς σὺν ᾠδῇ γίγνεται ψαλμῳδία. Τὰ ὄντα φάσκειν, ὡς ἔχει, ἀψευδία· Ὡς δ' οὐκ ἔχει, ψεῦδος. Καὶ τοῦ λόγου μάχη Λόγον προσάντη, οὗ τί χεῖρον τῷ βίῳ; Ὅρκος δὲ δὴ πίστωσις ἐμμέσῳ Θεῷ. Τούτου δὲ τήρησίς τις ἡ εὐορκία. Θρησκείαν οἶδα καὶ τὸ δαιμόνων σέβας. Ἡ δ' εὐσέβεια, προσκύνησις τῆς Τριάδος. Ἄρνησίς ἐστιν, ἕν τι τῶν τριῶν κάτω Βαλεῖν, Θεοῦ τε μὴ σέβειν συμφυΐαν. Πίστις δὲ διττή· ἡ μὲν ἐκ λόγου βίας, Ἣ καὶ δικαία· ἡ δ' ἕτοιμος συνδρομή. Λόγος γάρ ἐστιν ὁ πρόεδρος τοῦ λόγου. Ἐλπὶς δ' ἀπόντος πράγματος συνουσία. 957 Λύσιν δὲ ταύτης, τὴν ἀπόγνωσιν λέγω. Συμψυχίαν δὲ τὴν ἀγάπην ὁρίζομαι, Τὴν πρὸς Θεὸν δὲ, καὶ ὁδὸν θεώσεως. Μῖσος δ' ἀποστροφή τις, ἔχθρας ἐργάτις. Ὑπόκρισις δὲ, λανθάνουσα πικρία. Τιμὴ δὲ τοῦ Πλάσαντος, ἄνθρωπον φιλεῖν· Τοῦ πτωχίσαντος δ' αὑτὸν, ἡ πτωχῶν σχέσις. Φιλόξενος δ' ὃς οἶδεν αὐτὸς ὢν ξένος. Βίου γαλήνη δ' ἔστιν, εἰρήνη φίλη· Ψυχῆς δὲ καὶ μάλιστα, λώφησις παθῶν. Ἡ δ' ἔχθρα μοι δύσνοια καὶ διάστασις· Ἔχθρα δὲ καὶ πόλεμος, εὑρέτης κακῶν. Ἁγνισμός ἐστιν ἡ Θεοῦ συνουσία. 958 Βέβηλον οἴου καὶ βδέλυγμ' ἁμαρτίαν. Κάθαρσίς ἐστιν ἔκπλυσις μολυσμάτων. Μολυσμὸν οἶδα καὶ τύπωσιν τῶν κακῶν. Γάμος μέν ἐστιν ἔννομος σαρκῶν δέσις· Ἡ παρθενεία δ' ἔκβασις τοῦ σώματος. Οὗτος μοναστὴς, ὃς Θεῷ ζῇ καὶ μόνῳ. Μονὴ δέ μοι, σύνταγμα πρὸς σωτηρίαν. Ἁμαρτί' ἐστὶ τοῦ καλοῦ παρεκτροπὴ, Ὃ μὴ φύσις τε καὶ νόμος χαρίζεται. Νόμος μέν ἐστιν ἔνδικος πρακτῶν ὅρος. Ἡ δ' ἐντολή μοι δεσπότου παρεγγυή. Παρανομί' ἐστὶν ἐν νόμῳ πονηρία· Ἀνομίαν οἶδα τὴν νόμων ἐλευθέραν. 959 Ἰουδαϊσμός ἐστιν, ὁ πρῶτος νόμος· Ὁ δεύτερος δὲ, τοῦ πάθους μυστήριον. Ὁ μὲν σκιώδης, δαιμόνων ἀναιρέτης· Ὁ δὲ τρανός τε καὶ λύτης αἰνιγμάτων. Χριστοῦ δ' ἐνανθρώπησις, ἄλλη μου πλάσις, Θεοῦ παθόντος σαρκικῶς ἐμῷ πάθει, Ὃς πάντα πᾶσιν ἀντέδωκε τοῖς ἐμοῖς. Ἐκ μὲν γυναικὸς ἦλθεν, εἰς Εὔας χάριν· Ἐκ Παρθένου δέ· καὶ γὰρ ἐκ Πατρὸς μόνου Τὸ πρῶτον, ἄζυξ ἀζύγων. Ἡ δ' ἀπογραφὴ Τῆς θείας αὖθις ἐγγραφῆς εἶχε τύπον. Ἡ σπαργάνωσις, ἀντὶ τῆς γυμνώσεως. Φόνος δὲ παίδων, νηπίων ἄρσις τύπων. Ἀστὴρ τρέχων δὲ, προσκύνησις κτίσεως. Μάγοι δὲ προστρέχοντες, ἐθνῶν εἴσοδος. 960 Τὸ λοῦτρον ἦν κάθαρσις ὑδάτων ἐμῶν. Τὸ Πνεῦμα συγγένεια μαρτυρουμένη. Ἄλειψις ἡ νηστεία πρὸς ἐχθροῦ πάλην. Ἡ πεῖρα δ' ἦν ἔρευνα τῆς Θεοῦ πλοκῆς. Στέφος δ' ἀκανθῶν, ἔνδυσις τε πορφύρας, Ἐχθροῦ κράτους σύλησις ἐκ παλαισμάτων. Τρόπαιον ὁ σταυρὸς δὲ τοῦ ξύλου ξύλον. Ἧλοι δὲ πῆξις τῆς ἐμῆς ἁμαρτίας. Εἴσω δὲ πάντα ταῖν χεροῖν ἁπλουμέναιν. Γεύσει δὲ γεῦσις ἡ χολῆς ἀντίστατος. Λῃστῶν δ' ὁ μὲν σέσωστο πιστεύσας, Ἀδάμ· Ὁ δ' ἦν πονηρὸς, καίπερ ἐσταυρωμένος. Πένθος δὲ τοῦ παθόντος ἑκταῖον σκότος· Πετρῶν δὲ ῥῆξις, τῶν πετρῶν ὑπέρμαχος· Νεκρῶν δ' ἔγερσις, εἴσοδός τε εἰς πόλιν, 961 Ἡ τῶν θανόντων εἰς ἄνω μετάστασις. Πλευρᾶς δὲ ῥεῦσαν αἷμα καὶ ὕδωρ ἅμα, Τὸ δισσὸν ἦν βάπτισμα, λούτρου καὶ πάθους, Ὅταν διώκτης κίνδυνον καιρὸς φέρῃ. Ἡ νεκρότης δὲ, τῆς ἐμῆς ἀναίρεσις. Ἡ δ' ἐκ νεκρῶν ἔγερσις, ἐξ ᾅδου λύσις. Ἡ δ' εἰς ἄνω πορεία καί μ' ἄνω φέρει. Καὶ τἀπὶ τούτοις, δεῦρό μοι, σκεψώμεθα. Λαὸς μέν ἐστι σύνταγμ' εἰς Θεοῦ σέβας. Ναὸς δὲ λαοῦ σεπτὸν ἁγνευτήριον. Θεῷ δὲ δῶρον, θυσίαι καθάρσιοι. Δώρων δοχεῖον ἁγνὸν, ἡ θεηδόχος 962 Τράπεζ'. Ἱερωσύνη δὲ ἁγνισμὸς φρενῶν, Θεῷ φέρων ἄνθρωπον, ἀνθρώπῳ Θεόν· Μυστήριον μέν ἐστιν ἄῤῥητον σέβας. Χάρισμα δ' οἶδα Πνεύματος θείαν δόσιν. Κήρυγμ' ἀδήλων, τὴν προφητείαν λέγω· Εὐαγγέλιον δὲ, τῆς νέας σωτηρίας· Ἀποστολὴν δὲ, συμμαχίαν κηρύγματος· Λόγου δὲ γνῶσιν, τὴν κατήχησιν, νέοις· Τὴν δὲ μετάνοιαν, πρὸς τὰ κρείσσονα στροφήν· Ἐξόρκισιν δὲ, δαιμόνων ἐξαίρεσιν. Τὸ λοῦτρόν ἐστι δευτέρου βίου σφραγίς. Αἱ προσφοραὶ δὲ, τῆς Θεοῦ σαρκώσεως, 963 Παθημάτων τε τῶν Θεοῦ κοινωνία. Σημεῖόν ἐστι θαῦμά γ' οὐκ εἰθισμένον. Πυρὸς δὲ γλῶσσαι, Πνεύματος ἐνδημία. Ὁ ψυχικὸς δ' ἄνθρωπος, οὐδέπω καλός· Ὁ σαρκικὸς δὲ, καὶ λίαν πάθους φίλος· Ὁ πνευματικὸς δ', οὐ μακρὰν τοῦ πνεύματος. Τίς δ' Ἀντίχριστος; πλῆρες ἰοῦ θηρίον, Ἀνὴρ δυνάστης. Ἡ ἀπόστασις δὲ τίς; Ὁ παγκάκιστος ἀρτίως ἀποστάτης, Ἥ τε κρατοῦσα νῦν Θεοῦ διαίρεσις· Μεθ' ἣν ὁ Χριστὸς αὖθις ἐν δόξῃ Πατρὸς, Ὅσον φανῆναι σῶμα τοῖς θεοκτόνοις. Μεθ' ἣν ἀνάστασις, ἡ δέσις τοῦ συνθέτου· Μεθ' ἣν τὸ συμπέρασμα, τῶν ὄντων λύσις· Ἔστι δὲ δή τις πρὸς τὸ κρεῖσσον ἀλλαγή· 964 Μεθ' ἣν κρίσις τε καὶ φόβος. Τίς δ' ἡ κρίσις; Οἰκεῖον ἔνδον τοῦ συνειδότος βάρος, Ἢ κουφότης, νόμου τε πρὸς βίον σταθμή. Μακαριότης δ' ἔμοιγε ἡ εὐζωΐα. Τίς δ' ἡ βασιλεία; τοῦ Θεοῦ θεωρία. Σὺν ἀγγέλοις τε δόξα καὶ ὑμνῳδία. Σκότος δὲ τοῖς κακίστοις, ἐκ Θεοῦ πεσεῖν· Σκώληξ δὲ, πῦρ τε, τῆξις ὑλικοῦ πάθους. Εἰ δ' ἄλλο τοῦδε κρεῖσσον, οὐκ ἔξω Θεοῦ. Τύχη δὲ, καὶ πρόνοια, καὶ εἱμαρμένη· Ἡ μὲν, τὸ συμβὰν αὐτομάτως, λόγου δίχα Ἡ δ', οἰακισμὸς, ᾧ φέρει τὸ πᾶν Θεός· Ἡ δ', εἱρμὸς, οἶμαι, τῶν Θεῷ τυπουμένων. Ταῦτ' ἔστιν ἡμῖν ἐκτύπως ὁρίσματα. 965
937.3.1
Εἰς πενίαν φιλόσοφον Χαίρεις, τρυφῶν, σὺ τῇ νόσῳ, εἶτ' εὐπορεῖς; Ἔχεις κακὸν μὲν, φάρμακον δὲ τῆς νόσου. Ἄλλος πένης μὲν, ἐγκρατὴς δέ· τρισμάκαρ Ὃς οὔτε δεινὸν, οὔτε φάρμακον ἔχει. Τὸν πλούσιον μὲν, τῶν παθῶν δὲ ἥσσονα, Τότε προτιμῶ τοῦ πένητος καὶ σοφοῦ, Ὅταν τὸν ἰσχύοντα παραπληξίᾳ Τοῦ μὴ νοσοῦντος, ἀσθενεστέρου δέ γε. Λς Περὶ τῆς αὐτῆς. Ἔστω τις νοσερὸς χαλεπῶς, καὶ πολλὰ πορίζων Φάρμακα τοῖς πάθεσιν· ἄλλος ὑγεινότατος, Φάρμακον οὐδὲν ἔχων· πότερον τούτων μακαρίζεις; 966 Τόν ῥ' εὐεκτοῦντα (οἶδ' ὅτι καὶ γὰρ ἅπας). Οὕτω τὸν χρῄζοντ' ὀλίγων, κἂν σφόδρα πένηται, Πρὸς τοῦ πλουτοῦντος χρήμασι καὶ πάθεσι.
937.4.1
Εἰς τὴν ὑπομονήν. Ὅταν τιν' εὕρῃς εὐπαθοῦντα τῶν κακῶν, Γίνωσκε τοῦτον τῷ τέλει τηρούμενον. Ὅταν καλόν τιν' ἐν κακοῖς, καθάρσιον Τὴν θλίψιν ἴσθι· δεῖ γὰρ, εἴ τι καὶ μικρὸν Ἰλύος ἐφέλκει, τοῦτο ῥυφθῆναι πόνοις, Ὡς μηδὲν εἰς πύρωσιν ἔλθῃ τῶν κακῶν· Ἢ πεῖραν εἶναι καὶ πάλην τοῦ δυσμενοῦς, Θεοῦ διδόντος, ὡς ἀναῤῥηθῇς μέγας. Ἰώβ τε ταῦτα πειθέτω νικηφόρος. 967
937.5.1
Εἰς τὴν αὐτήν. Εἴ τις ἐὼν κακίης στυγερὸν τέκος ἔνθα τέθηλας, Ταῖς πυμάταις βασάνοις ἴσθι φυλασσόμενος. Εἴ τις ἄριστος ἐὼν κύρσας τραχέος βιότοιο, Ὡς χρυσὸς χοάνοις ἴσθι καθαιρόμενος· Ἢ φθονεροῖο πάλῃ κάμνων δέμας, ἄλλος Ἰώβ τις, Ὥς κεν ἀεθλήσας στέμμα νίκης φορέοις. Τῷ μήτ' εὐθαλέων τέρπου φρένα, μήτε μόγοισι Κάμπτεο χριστοφόρῳ πάντα φέρων κραδίῃ.
937.6.1
Εἰς τύχην καὶ φρόνησιν. Ἔφησέ τίς που τῶν φιλοχρύσων τάδε· 968 «Θέλω τύχης σταλαγμὸν, ἢ φρενῶν πίθον.» Πρὸς ὅν τις ἀντέφησε τῶν φιλοφρόνων· «Ῥανὶς φρενῶν μοι μᾶλλον, ἢ βυθὸς τύχης.»
937.7.1
Εἰς τῶν ἀνθρωπίνων ματαιότητα. Οἱ τοὺς ἀραχνῶν ἐκμιμούμενοι μίτους, Καὶ τοῖς ἀφαυροῖς ἐντρυφῶντες τοῦ βίου, Ἴστωσαν ὡς εὔληπτα καὶ αὔραις πέλει Τὰ τερπνὰ πάντα τοῦ ἀραχνώδους βίου. Οἱ τοὺς θρόνους ἔχοντες ὡραϊσμένους, Καὶ ταῖς ῥεούσαις ἐξοχαῖς ἐπηρμένοι, Σκοπεῖτε τὴν ἄφευκτον ἐσχάτως δίκην, Ὡς οὐδὲν αὐτὴν οὐδαμῶς παραδράμοι.