Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Carmina quae spectant ad alios
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1471.1
Carmina quae spectant ad alios ΤΟΜΗ Βʹ. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ. Αʹ. Πρὸς Ἑλλήνιον περὶ τῶν μοναχῶν προτρεπτικόν. Δίζηαι μὲν ἐμῶν μύθων σθένος οὐκέτ' ἐόντων Ἐξ οὗπερ κόσμῳ τῷδ' ὀλιγοδρανέω, Σταυρὸν ἀειράμενος, φόρτον γλυκὺν, ὅς μ' ἐσάωσε, Καὶ πάντων βροτέων Χριστὸν ἀμειψάμενος. 1452 Οἱ δέ τοι οὔτι λίην μαλακοὶ καὶ θῶπες ἔασιν· Οὐδὲ γὰρ οὐδὲ Λόγῳ κρείσσονι τοῦτο φίλον. Οὐ γενεὴν, οὐκ ὄλβον, ὃς ἄφροσιν ὀφρὺν ἀνέλκει, Οὐ ῥήτρης πυρόεν ἐξερέουσι μένος, Σεῖο, κασιγνήτου τε μέγα κλέος, ὧν ῥα πόληες Νωμῶνται μεγάλης οἰάκεσι παλάμης. 1453 Ἀλλὰ τὰ μὲν κενεοῖσι λόγοις μελεδήματα κείσθω· Οἱ δ' ἐμοὶ, οὔτι φίλοις ἦρα φέρουσ' ὀλίγην, Ἀλλά σε παρφασίῃσι θεουδέσι πολλὸν ἀρείω Θήσουσιν. Σὺ δέ μοι ἤπιον οὖας ἔχοις. Ἦ τάχα κρείσσονα μισθὸν ἐμοῖς ἐπέεσσιν ὀπάσσοις, Πλείοσιν εὐμενέειν, οὐ δέκα δευομένοις, Οὕς μοι χθιζὸν, ἄριστε, ὑπέσχεο, καὶ κατένευσας, Οὐκ ὀλίγος ὀλίγῳ μακρὰ χαριζόμενος. Ἀλλ' ἄγ' ἐμῶν ἐπέων ἐμπάζεο, οὓς ἀπὸ Βίβλων Φθέγξομαι οὐρανίων, νειόθεν ἐκ κραδίης. Ἄλλοι μὲν χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ τὰ σηρῶν Δῶρα φέρουσι Θεῷ νήματα λεπταλέα. Καὶ Χριστῷ θυσίην τις ἁγνὴν ἀνέθηκεν ἑαυτόν· Καὶ σπένδει δακρύων ἄλλος ἁγνὰς λιβάδας. Σεῖο δὲ Χριστὸς ἔχοι δῶρον τόδε. Εἰσὶ Θεοῖο 1454 Λάτριες, οἷσι πόροις πᾶσαν ἐλευθερίην, Οἵ κε γαληνιόωντι νόῳ, ψυχαῖς τε τελείαις, Πληθὺν ἄγουσιν ἄνω μύστιν ἐπουρανίων, Πᾶσί τε Χριστοφόροισιν, ὅσοι χθονός εἰσιν ὕπερθεν Ἀζυγέες, κόσμου βαιὸν ἐφαπτόμενοι, Ὕμνοις παννυχίοισι καὶ ἠματίοισιν Ἄνακτα Μέλποντες, χθαμαλῶν ἀλλότριοι κτεάνων, Οἷς κόσμου μεδέων δειλὸν γένος ἔνθα καὶ ἔνθα Παίζει ἐπιχθονίων, ἄλλοτ' ἐπ' ἄλλον ἄγων· Οἶον πλοῦτον ἔχοντες ὑπέρτατον, ἐλπίδα κούφην Τῶν οὐκ ὀλλυμένων, οὐδὲ μεθισταμένων· Πλευρᾶς οὐ χατέοντες, ἑὸν δέμας ἀμφαγαπώσης, Οὐδὲ νέῃ παλάμῃ παισὶν ἐρειδόμενοι· Οὐδὲ κασιγνήτοισι πεποιθότες, οὐδ' ἑτάροισιν, Αἵματι καὶ τέφρῃ αὔριον ὀλλυμένῃ· 1455 Οὐδὲ μέγα πνείοντες ἐν ἄστεσι καὶ πολιήταις, Ἀδρανέων ἀνέμων κάρτεϊ θαρσαλέοι· Οὐδὲ μὲν ἰσχανόωντες ἀφιπταμένοιο τάχιστα Κύδεος ἀνδρομέου, τέρψιος ἐννυχίης, Ἀλλὰ Θεῷ πέμποντες ὅλον νόον, ἔκ τε Θεοῖο Εὐπαγέος πέτρης πείσματ' ἀναπτόμενοι· Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὅς κε φαεινομένης παμφανόωσι μέγα, Δερκόμενοι Τριάδος καθαρὸν σέλας εἰς ἓν ἰούσης, Καὖθις ἀνοιγομένης ὄμμασιν ἁγνοτάτοις, Οὐρανίης στρατιῆς τε μέγα κλέος, οὐκέτ' ἀμυδροῖς Φάσμασιν, οὐδ' ὀλίγοις ἴχνεσιν ἀτρεκίης. Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ' ἐνθάδε, καπνὸς ἄτιμος, Ἢ κόνις, οἳ ζωὴν τῖσαν ἐπουρανίην. Ὧν οἱ μὲν σπήλυγξιν ἐρημαίαις τε χαμεύναις 1456 Τέρπονται σχεδίοις, καὶ στυγέουσι δόμους, Καὶ πτολίων φεύγουσιν ὁμήγυριν, οὐρανίης δὲ Στέργουσιν σοφίης σύγγονον ἀτρεμίην. Οἱ δὲ σιδηρείῃσιν ἀλυκτοπέδαις μογέουσι, Τήκοντες κακίην σὺν χοῒ τηκομένῳ. Ἄλλοι δ' αὖ θήρεσσιν ὁμοίϊα δώμασι τυτθοῖς Εἱρχθέντες, βροτέης οὐδ' ὀπὸς ἠντίασαν. Εἴκοσι δ' αὖ νύκτας τε καὶ ἤματα μίμνον ἄπαστοι Πολλάκι, τῆς Χριστοῦ ἥμισυ καρτερίης. Αὐχήσω· ποίμνης τις ἐμῆς ὄϊς ἦεν ἐκείνων, Ἔνθεν ἀφορμηθεὶς ἄστεος ἐξ ὀλίγου. Καὶ γλῶσσάν τις ἔδησε λάλον, καὶ χείλεα σιγῇ, Ἐκ δὲ νόου, μεγάλῳ αἶνον ἔθυσε νόῳ. Καί πού τις λυκάβαντας ὅλους ἱερῷ ἐνὶ χώρῳ Ἑστηὼς, καθαρὰς ἐξεπέτασσε χέρας· 1457 Οὐδ' ὅγ' ἐπὶ βλεφάροισιν ὕπνον βάλε, θάμβος ἄπιστον! Ἀλλ' ἐπάγη Χριστῷ, ἔμπνοος ὥστε λίθος. Τῷ δὲ κόραξ γείτων τυτθῆς ἐμερίζετο δαιτὸς Λείψανον· εἷς δ' ἄρ' ἔην ἀμφοτέροις ἄκολος. Καί τις ἀνὴρ θείοιο κατ' οὔρεος, ἔνθεν ἀέρθη Χριστὸς, ὅτ' ἀνθρώπους λεῖψε πάθος τελέσας, Ἔνθα λόγῳ τε νόῳ τε καὶ ἅψεσιν ἀστυφέλικτος, Ἑστηὼς νιφετῷ βάλλετο καὶ ἀνέμοις· Οὐδ' ὑπόεικε λιτῇσι περισταδὸν ἄλλοθεν ἄλλων Ἀνδρῶν εὐσεβέων ἀμφὶς ἑλισσομένων, Ἀλλ' ἔχετο κρατερῶς Χριστοῦ μεγάλοιο ἄνακτος, Ἔνθεν ἀναστήσας ὃν νόον ἐκ μερόπων, Μέσφ' ὅτ' ἀποψύχοντι δόμον νέον ἀμφὶς ἔθηκαν, Οὐδ' ἐμπαζομένῳ κηδεμόνος παλάμης. 1458 Ἆ, φρίκος ἦλθεν ἔμοιγε· λόγοις πιστοῖσι τετύχθαι Τόνδε νόμον μοναχοῖς οὔνομα καὶ βίοτον, Οὓς πλεῖστοι μὲν ἴσασιν, ἀτιμάζουσι δὲ παῦροι Πλεῖον θερμοτέρους ἔμφρονος εὐσεβίης, Εὖτέ τις εὐαγέων ἀνδρῶν κείνοισι πελάσσῃ· Ἡμεδαποῖο νόμου μηδὲν ἐπιστάμενος, Πρῶτά μιν εὐμενέως μὲν ἑοῖς τίουσι δόμοισιν, Ἀμφαγαπαζόμενοι πᾶσι τύποις φιλίοις, Καὶ ψυχὰς θείοισι λόγοις, οὓς Πνεῦμ' ἐχάραξεν, Ὑψοῦσιν, φαενὴν δαῖτα χαριζόμενοι· Αὐτὰρ ἔπειτα, νόμου τις ἀπηνέος ἐν μεσάτοισι Μνήσατο, καὶ τοῖον ἐξερέεινεν ἔπος, Εἰ καλὸν εὐσεβέεσσι Θεοῦ πέρι πότμον ἐπισπεῖν, Ἕλκων κρυπταδίοις ῥήμασι πικρὸν ἔπος. 1459 Εἰ δ' ὅγ' ἀϊδρείῃσιν ἐπαινήσειε τελευτήν· Θνήσκουσιν πολλοῖς προφρονέως θανάτοις· Αὐτοὶ ὑπὸ σφετέρης παλάμης, καὶ γαστρὸς ἀνάγκῃ· Οἱ δὲ κατὰ σκοπέλων, βένθεσί τ' ἠὲ βρόχοις, Μάρτυρες ἀτρεκίης, πολέμου δ' ἄπο καὶ στονόεντος Χαίρουσιν βιότου τοῦδ' ἀπανιστάμενοι Ἵλαθι, Χριστὲ ἄναξ, πισταῖς φρεσὶν ἀφραδέουσιν, Οἷά τ' ἀπὸ νύσσης πῶλος ἀεθλοφόρος Τῆλε φέρων ἑὰ γοῦνα, ποδωκείῃσι πεποιθὼς, Οὐδὲ χαλινοῖσιν ἐντὸς ἐεργόμενος. Ἄλλος δ' αὖτ' ἄλλης ἀρετῆς ἐπιτέρπετ' ἐρωῇ· Σταθμῶν πλειοτέρων, πλείονες ἐργατίναι. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; Στεινὴν γὰρ ἀταρπὸν Παύροισιν μερόπων ἐνθάδ' ὁδευομένην 1460 Οἵδε διεξελάουσι, καὶ ἀργαλέον πυλεῶνα, Τῶν ἀγαθῶν πολλοῖς στειβόμενον καμάτοις. Τοῖον μὲν Χριστοῖο λάχος, τοῖον δ' ἀπὸ γαίης Πατρὶ Χριστὸς ἄγει καρπὸν ἑῶν παθέων, Ἕρμα λόγου, λαοῦ δὲ κλέος, κόσμου δὲ θέμεθλον, Κάλλεσιν οὐρανίοις ἀντεπιδεικνύμενον. Τῶν καὶ ἐμοὶ γένος ἐστὶ φαεσφόρον. Ὄμματα τήκοι Ὁ φθόνος. Ἀλλὰ σύ μοι τοῖσδε φίλα φρονέειν, Κληδονίῳ πρώτιστον ἐνηέϊ, ὅς γε πενιχροῖς Ζώει, καὶ Χριστῷ πάντ' ἀνέθηκε φέρων, Αὐτὸν μὲν πρώτιστον, ἔπειτα δὲ ὅσσ' ἐπέπαστο· Οὐδὲν ἑῇ ζωῇ λειπόμενος χθονίῃ, Μάργαρος ἐν λάεσσιν, ἐν ἀστράσι φωσφόρος ἄλλος, Εἴαρ ἐν ὥρῃσιν, ἐν δὲ φυτοῖσι ῥόδον. 1461 Καὶ χθονίου ποτ' ἄνακτος ἐν αὐλαῖς κύδεϊ γαίων, Μεῖζον ἐν ἡμετέρῳ ἕρκεϊ κῦδος ἔχει· Χριστῷ γὰρ βασιλῆϊ παρίσταται. Αὐτὰρ ἔπειτα, Πολλὸν ὁμηλικίης κρείσσονι Εὐλαλίῳ, Τόν ῥα κασιγνήτοιο μέγα σθένος Ἑλλαδίοιο Ἥμισυν ἄρτι λιπὼν, ᾤχετ' ἀποπτάμενος Ἐς χορὸν, ὃν ποθέεσκεν· ὁ δ' ἐνθάδε μοῦνος ἐλείφθη, Οὐδὲν ἔχων ὁράαν φέρτερον Ἑλλαδίου. Μητέρα δ' ἀμφιβέβηκεν ἑὴν στυγερῆς ὑπὸ νούσου Τειρομένην, ὀλίγαις ἐν ψεκάσι βιότου· Οἵαν πουλὺς ὁ μῦθος ἐλεγχέμεν, ἄρκιον εἰπεῖν Τοιούτων τεκέων μητέρα βαιὸν ἔπος. Καρτέριον δ' ἑτέρῳ δῶκεν Θεός· ἀλλ' ἄρα καὶ τὸν Θήσεις σὸν, φιλότης, εὐμενέων ἑτάροις· Καρτέριον, τοῦ κῦδος ἐν οὐρανίοισι μέγιστον 1462 Αἰὲν ἀειρομένου πνεύματι σαρκὸς ἄπο. Φείδεο καὶ μεγάλου Νικομήδεος, εἴ τιν' ἀκούεις, Ὃς ζωὴν βροτέην δῶκεν ἐπουρανίῃ, Καὶ θυσίην μεγάλοιο πατρὸς ζήλωσε παλαιὴν Ἀβραὰμ, ἁγνίσσας ὧν τεκέων δυάδα, Σπεύδοντ' ἐς θυσίην ἱερήϊα· καὶ γάμον ἐσθλὸν Θήκατ', ἐπεί ῥα γάμου κἀγαμίης στέφανος. Οὐδ' ἔλιπεν γαίῃ πτόρθους χοὸς, ὡς ὅλος ἔλθῃ Γαῖαν ἐς αἰπεινὴν, τῆσδε λυθεὶς βιοτῆς, Καρπὸν ἀριστεύοντα μετ' ἀνδράσιν, ἠδὲ γυναιξὶν, Ἀνδράσιν υἷα φίλον, θηλυτέραις θύγατρα, Ἡμετέροισι χοροῖσιν ἑὸν στάχυν ἐγκαταλέξας, Ἔλπομαι, ὡς ληνῶν ἄξιον οὐρανίων, Εὐθαλέας ὅρπηκας ἀπ' εὐόδμοιο φυτοῖο· Εἰ δὲ καὶ ὧν τοκέων κρείσσονας, ἐκ τοκέων. 1463 Ἀλλὰ τὰ μὲν κρατεροῖο Θεοῦ ἐν χείρεσι κείσθω, Ὃς μέγα ταῖς μεγάλαις ἐλπίσι τέρμα φέρει. Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ, πτερὸν οἷα νεοσσοῖς Αἰετὸς ὠκυπέτης, πλησίον ἱπτάμενος, Ἰθύνει νεόπηκτον, ὅτ' ἠέρος ἐν λαγόνεσσι Δινεύοντ' οὔπω θαρσαλέῃ πτέρυγι, Πολλὰ μὲν εὐσεβίης παιδεύματα τοῖσιν ὀπάζων, Οὔπω δ' ἧς ἀρετῆς φέρτερον οὐδὲν ἔχων· Ὃς θείοισι λόγοισι, καὶ ἤθεσι τούσδ' ἀνέθηκεν, Ἐξ ἁπαλῶν ὀνύχων ἐσθλὸν ἐρειδόμενος, Καὶ πενίην ἱερὴν κλῆρον πόρσυνε μέγιστον, Μηδὲν ὥς κε λίποι ὄργανον εὐοδίης. Οὗτος μὲν δή σοι τοῖος δόμος, εὖχος ἐμοῖο, 1464 Εὖχος ἐμῆς μάνδρης, αἵματος ἐξ ἐμέθεν. Οὐδὲ μὲν ἐν πυμάτοισι Θεόγνιος, ἀλλ' ἐπὶ γαίης Ἱστάμενος, θώκων ἅπτεται οὐρανίων, Μείλιχος, ἡδυεπὴς, αἰεὶ χλοάοντι προσώπῳ Φαίνων εὐμενέος πνεύματος ἀγλαΐην, Οὐδ' ἐπίπλαστον ὕπερθεν, ὁμοίϊα θηλυτέρῃσι, Βάλλων χρῶμ' ἀρετῆς, κάλλος ἐλεγχόμενον, Ἀλλὰ φόβον πραπίδεσσι Θεῷ φίλον ἐντὸς ἐέργων, Μούνῳ τῷ κρυφέων ἴδμονι φαινόμενον. Θαῦμα μέγ', ὑστάτιόν περ ἐπαΐξας σταδίοισι Τῆς ἀρετῆς, ὅσσον ἔφθασε τοὺς προτέρους Καρπαλίμοισι πόδεσσι· φίλοις δέ τε παισὶν ἀρείω Γευσαμένοις σοφίης μοῖραν ἔδειξε βίου. 1465 Ἢν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ Κλίμακα, τήνδ' ἀνιὼν, ὥς κεν Θεὸν αὐτὸν ἴδηται, Πηγὴν ἀκροτάτην οὐρανίων φαέων· Βαθμῶν τὸν μὲν ἔλειπεν, ὁ δ' ἴχνια νῦν ὑπέδεκτο, Τοῦ δ' ἔχεται παλάμῃ, ὄμματα δ' ἄλλον ἔχει. Τοίη γὰρ μερόπεσσιν ὁδὸς, καὶ τοῖον ἐμοῖο Αἷμ' ἀνάγει Χριστῷ εὐγενέτης γενέτης. Πολλὰ δ' ἄρ' Εὐάνδρου κειμήλια ἔνδοθι κεύθει Ψυχὴ, καὶ πολιῆς λευκότεραι πραπίδες. Τίς δέ κεν Ἀστερίοιο σαοφρονέων λελάθοιτο, Ἠδὲ κασιγνήτων τῆς ἱερῆς τριάδος, Οἷς ξυνὴ σοφίη, ξυνὸς βίος, εἰς ἓν ἄγερθεν Ἐλπωρῇ· μούνῃ σαρκὶ μεριζόμενοι, (Σιγήσω Φιλάδελφον, ἐμὸν κέαρ, εὐγενὲς αἷμα·) 1466 Μακροβίου δ', ἐπὶ τοῖς, θρέμματος ἡμετέρου, Θρέμματος ἡμετέροιο, φίλον δ' ἐμὸν, ὃν πτερύγεσσιν Εὐμενέων Χριστὸς ἀμφὶς ἔχει μεγάλαις,............... Ὃν πάντων κρατέων οὐκ ἐφύσησε τύφος; Ῥήγινον ὕψι βιβάντα, Λεόντιον, Ἡλιόδωρον, Οἳ Χριστοῦ σοφίης ἄκρον ἔχουσι γέρας, Ἄλλους τ' ἀγροτέροισι μετ' ἀνδράσιν ἄστρα φαεινὰ, Πολλοῖς ἡμερίων οὐδὲ φαεινόμενα, Ἐν Χριστοῦ μελέεσσι τὰ τίμια, τίς κεν ἐνίσποι Σφρηγίδας ἀθανάτου, κάλλεα σαρκοφόρα; Πάντες δ' οἵ γε Θεοῖο μεγασθενέος θεράποντες, Ἄλλος ἐν ἀλλοίῃ ἄρτιος εὐσεβίῃ, Ἴχνεσι κουφοτάτοισιν ἐπιστείβοντες ἄρουραν, Δεξιτερῆς παλάμης θρέμματ' ἀριπρεπέα, 1467 Καὶ νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ· Οἳ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν Ἱστᾶσιν Βελίου οἶδμ' ἐπανιστάμενον, Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι, Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι, Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες, Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι, Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες, Ψυχῶν τ' εὐσεβέων κεῖθι χοροστασίην. Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις, Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν, 1468 Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι, Τίσας, ἐπεὶ δεδάηκας ἐμὸν γέρας, εἴ τιν' ἔτισας, Αὐλῆς ἡμετέρης ὄμμα φαεινότατον. Ξυνὴ γὰρ πάντεσσι πέλει χάρις, εὖτέ τις ἐσθλῶν Ἐσθλὰ πάθῃ, θεσμῷ κιρναμένης φιλίης. Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος, ἄῤῥενι θυμῷ Ῥιπτούσαις δολερὴν Εὖαν ἀπὸ κραδίης, Ναὶ μὴν καὶ τῇσίν γε περὶ χροῒ σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ, φάρμακα σωφροσύνης· Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι, Καὶ πηγαὶ δακρύων ἔνδοθι λειβομένων. Γούνατα δ' ἐῤῥώσαντο, καὶ ἀδρανίης λελάθοντο, Εὐσθενέων Χριστοῦ δραξάμεναι θυσάνων. Αἱ δ' ἁπαλαὶ σάρκες τε καὶ εἵματα σιγαλόεντα, Κάλλος τ' εἰαρινὸν ὦκα μαραινόμενον, 1469 Ἀμφότερον φύσιός τε καὶ ὁππόσον ἔκτοθι χερσὶν Ἄνδρες ἐτρίψαντο εἴδεσι μαχλοτέρων, Εἶξαν ὑπὸ πραπίδεσσι, νόου σθένος ἀνδράσιν ἴσας Θεῖναι θηλυτέρας, καὶ δέμας, ὡς σοφίην. Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ' οὐρανοῦ ἀστερόεντος Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον, Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ, Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις Πρῶται ἐθηήσαντο, φίλοις τε ἤγγειλαν ἑταίροις, Γευόμεναι Χριστοῦ γεῦσιν, ἄκος προτέρης. Πολλαὶ μὲν δὴ γαῖαν ἐπιπνείουσιν ἅπασαν, Ὁσσατίην σωτὴρ μῦθος ἐπιστρέφεται. 1470 Αἱ μὲν ὁμηγερέες, ξυνὸν πόθον ἀμφιέπουσαι Οὐρανίου ζωῆς, ἶσά τε μέτρα βίου, Αἱ δ' ἄρ' ἑοῖς τοκέεσσι παρήμεναι ἀδρανέουσιν, Ἠὲ κασιγνήτοις μάρτυσι σωφροσύνης. Αὐτὰρ ἐμοὶ παῦραι μὲν, ἀτὰρ πλεόνεσσιν ἐρίζω, Γηθόσυνος Χριστοῦ κάλλεσιν οὐρανίοις. Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον. Χρυσοφόροι δ' Ἰνδοῖσι μελαγχρώτεσσιν ἄφυσσον Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου. Νεῖλος δ' εὐκάρποισιν ἐπαΐσσων πεδίοισιν Ὥριος, Αἴγυπτον θῆκεν ἐρισθενέα. Ἄλλος δ' ὀρνίθεσσιν ἀγάλλεται, ὃς δὲ φυτοῖσιν, Ὃς δὲ λίθοις τερπνοῖς ἔνδοθι λαμπομένοις. Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον. Ἦ ῥ' ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει, Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ, Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ' ἄρ' ἐμοῖσι φίλοις. Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης, Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης, Ἀρμενίης, ἣ πολλὸν ἀριστεύουσ' ἐπὶ γαίης, Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος. Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε, Σοὶ δ' αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων, Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης. 1472 Εἰ δέ τέ που καὶ ἐμῆς, ἑτάρων ἀγανώτατε πάντων, Τῆς ἀρχαιοτέρης μνῆστιν ἔχεις φιλίης (Οὐ γὰρ ἐν εὐσεβέεσσιν ἐμόν ποτε οὔνομα θήσω), Μηδέ μ' ἀτιμάζειν, οὐ γὰρ ἔοικε, φίλος· Ἀλλ' ἐπ' ἐμοῖς ἑτάροισι χάριν καὶ κῦδος ὀπάζειν· Ἔστι δὲ καὶ ἐμέο πὰρ πλεόνεσσι λόγος· Εἴ τοι μὴ πλεόνεσσι, σὲ δ' ἄξιον ἀντί νυ πάντων Ἅζεσθαι φιλίην, ὦ μάκαρ, ἡμετέρην. Ὧδ' ἂν καὶ πάντεσσι φίλοις κεχαρισμένα ῥέζοις, Οἷσιν ὁμῶς τιμὴ εὔαδε τῶν ὁσίων, Βασιλίῳ δὲ μάλιστα, τὸν ἔξοχα Χριστὸς ἔτισεν, Ὃς μέσος ἀμφοτέρων ἵσταται, εἰς ἓν ἄγων Ἄκρα φίλων, ξυνῷ δὲ πόθῳ συνέδησεν ἄμεινον· Τῷ σὺ χαρίζεσθαι πάντα δικαιότατος, 1473 Αἰδόμενος πάτρην τε φίλην, καὶ ἥλικα μῦθον, Καὶ καθαρὰς θυσίας, καὶ πτερόεντα βίον, Οἷσιν ἔσω σκηνῆς πάντων ἀβάτοιο πόδεσσι Δεύτερος ἐξ Ἀαρὼν ἱστάμενος μεγάλου, Καὶ Θεὸν ὑψιμέδοντα καταντίον ὄμματι λεύσσων, Θνητοὺς ἀθανάτῳ μίγνυσι λισσόμενος. Κείνῳ μὲν τὰ ἔμοιγε χαρίζεαι, ὅσσα δ' ἐκείνῳ, Χριστῷ, τοῦδε χάρις ἐς Πατέρ' ἐστὶ χάρις. Λίσσομ' ὑπὲρ ψυχῶν, καὶ οὐρανίου βιότοιο, Λίσσομ' ὑπὲρ μελέων πνεύματι δαπτομένων. Δὸς χάριν ἠματίοισι πόνοις, νυχίῃσί τ' ἀοιδαῖς· Δὸς δὲ χαμευνίῃ, λεπταλέοις τε γόοις, Καὶ τρυχίνοις ῥακέεσσι, καὶ ὄμμασι τηκομένοισι· Δὸς δὲ νόῳ καθαρῷ, δὸς δ' ἱεροῖσι λόγοις, Ὄφρ' ἀρετὴν τίων, ἀρετῆς ὁδὸν ἀμπετάσειας 1474 Πλείοσι, καὶ πλεόνων μισθὸν ἔχοις Θεόθεν. Σπείραις δ' ἔνθα μένοντα, καὶ ἄφθιτον ἀμήσαιο Καρπὸν ἐπουράνιον, πλούσιον ἀντ' ὀλίγων. Αἴδεο καὶ πολιὴν θεοειδέα πατρὸς ἐμοῖο, Ἔμπλεον ἀνθρώποις θαύματος ἱστορίην Ἀμφότερον, ἐτέων τε κύκλοισι, καὶ ἤθεσι κεδνοῖς· «Ὑστάτιόν τοι ἔπος φθέγξομαι ἀδρανέων. Ποίμνης ἡμετέρης περιφείδεο, φείδεο ποίμνης, Ὦ τέκος, ἡμετέρης, ἧς ῥα περιτρομέω. Καὶ γὰρ πόλλ' ἐμόγησα, Θεὸς δέ μοι ἐγγυάλιξε Ποιμαίνειν πολλὰς εἰς ἐτέων δεκάδας. Σοὶ δὲ Θεὸς ὀπάσειεν, ὅσ' εὐσεβέεσσιν ὀπάζει, Ἄλλα τε καὶ λιπαροῦ γήραος ἀντιάσαι.» Τοῖα πατρὸς ἐμοῖο θεόφρονος, αὐτὰρ ἔγωγε Φθέγξομ' ἀφ' ἡμετέρου Γράμματος ἐσθλὸν ἔπος· 1475 «Μέτρα Θεοῦ μέτροισιν ἰσάζεται ἡμετέροισιν· Οἷά περ ἀλλήλοις ἐνθάδε μετρέομεν, Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας.» Ἀλλὰ μετροίη Κρείσσοσι τὰ κρείσσω νῦν τε καὶ ὑστάτιον· Νῦν πᾶσιν ἀνθρώποισι θεμείλιον, ἠὲ κάκιστον, Ἠὲ καλὸν βιότου βάλλετ' ἐφημερίου. Καὶ τυτθῇ πλάστιγγι μέγα κτέαρ οὐρανίοιο Σείεται· ἡ δὲ ῥοπὴ ἔνθα καὶ ἔνθα φέρει. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη, Ἠνίκα Καῖσαρ ὅλην γαῖαν ἀπεγράφετο· Καὶ τέλος αὐτὸς ἔδωκε βροτῷ Θεὸς, ὥς κεν ὀπάσσῃ Θνητοῖς δουλοσύνης τήνδε παρηγορίην. Ἅζεο τὴν Χριστοῖο χάριν, καὶ φείδεο λαῶν· Ἅζεο, καὶ σὺ γράφῃ βίβλον ἐς οὐρανίην Ἐσθλὴν, ἐσθλὰ γράφων· εἰ δ' ἔμπαλιν, ἄλλος ἐνίσποι· 1476 Ἔμπα γε μὴν ὁσίως λώϊόν ἐστι γράφειν. Οὐχ ἅλις, ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον, Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς, Γεῦσίς τ' οὐλομένη γνώσιος ἀντιπάλου, Ἥ με θνητὸν ἔθηκε, καὶ ἐς χθόνα, ἔνθεν ἐτύχθην, Αὖθις ἀπωσαμένη, λυπρὸν ἔθηκε βίον, Ὠδῖνάς τε μόθους τε καὶ ἐς πλατὺ νῶτον ἀρούρης Κύπτοντα ζώειν, τειρόμενον καμάτοις; Ἀλλά με καὶ πλεόνεσσιν ἀδελφεὸς ἄλγεσι δώσει, Χοῦς εἷς, ἔν τε ἰῇ κείμενος ἀμπλακίῃ; Οὐ θέμις, οὐδ' ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστι Φάρμακον, ἠὲ πόνον, τοῖς νοσέουσι φέρειν. Τοῦτό σοι ἡμετέρη ξεινήϊον, ὦ πανάριστε, Πέμπει ὁμηλικίη, ὃ χρόνος οὐ δαμάσει, 1477 Εὖχος Ἀρμενίης, Ἑλλήνιε, ὃς λάχες αἴῃ Στῆσαι ἡμετέρῃ μέτρα δίκαια φόρων. Καὶ στήσαις μεγάλοιο Θεοῦ σὺν ἀμύμονι χειρὶ, Ὥς κεν ἁγνῶς στήσαις, μηδ' ἑτεροκλινέα, Κέρδεσιν οὐχ ὁσίοισι δαμεὶς φρένας. Εἰ γὰρ ἅπασιν Ἶσα ταλαντεύσαις, ὄμμα μέγα τρομέων, Τυτθὴ μὲν πόλις ἐσμὲν, ἀτὰρ πολὺ σεῖο, φέριστε, Δώσομεν ἀνθρώποις, ἡ Διοκαισαρέων, Οὕνομα, καὶ πινάκεσσι χαράξομεν· «Οὗτος ἄριστος, Οὗτος ὁ καὶ Μώμου κρείσσονα μέτρα φέρων.» Βʹ. Πρὸς Ἰουλιανόν. Ὄμβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν· Ἄλλος τ' ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον· 1478 Καὶ νούσοις τις ἄρηξεν, ὁ δ' ἐκ πολέμων ἐσάωσεν, Ἄλλος δ' οὐρανόθεν λαὸν ἔθρεψε μέγαν. Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον, Κύδιμ' Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης, Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε, Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι, Οὓς νόσος ἠΐστωσε φαγοῦσ' ἀπὸ σάρκα τάλαιναν· Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι. Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα, Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν. Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι· Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη. Ἅζεο τὴν Χριστοῦ ἥλικ' ἰσογραφίην. 1479 Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα, Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη. Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι Πάντ' ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις. Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ' ἀρωγὴ Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων. Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω. Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν, Ὁσσατίοις ὀλίγους τῶν χθόν' ἐπερχομένων. Αἷμ' ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν· Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις· Ἀλλ' ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι, 1480 Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι. Γʹ. Πρὸς Βιταλιανὸν παρὰ τῶν υἱῶν. Ὦ πάτερ, ὅν περ ἔμοιγε Θεὸς θεὸν ἐνθάδ' ἔδωκεν, Οὐ γεγαὼς γεγαῶτα, καὶ οὐ φθινύθων φθινύθοντα, Ὥς κεν ἐπιχθονίοισι γέρας καὶ κῦδος ὀπάσσῃ Ὡς γὰρ ὁμοῦ πάντων γενέτης, νωμεύς τε φέριστος, Χριστὸς ἄναξ μεγάλοισι νοήμασι κόσμον ἑλίσσων, Ὥς ῥα καὶ οἷς τεκέεσσι πατὴρ θεός. Ἀλλ' ἐπάκουσον Μῦθον ἐμὸν θείοισιν ἐνὶ σπλάχνοισιν ἄριστον· Καὶ τὸ Θεοῦ μεγάλοιο. Θεὸς βροτὸν οὐκ ἀθερίζει, Ὧ θάνεν, ὃν συνέγειρε, καὶ ᾧ Θεὸς ἵξεται αὖτις, Ἵξεται ὑστατίοισιν ἐν ἤμασι πάντας ἐλέγχων.

Intertext edge

Open linked passage

Note