Carmina quae spectant ad alios
Gregory of Nazianzus (gregory-of-nazianzus)Alio 1481 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
1481.1
Τίπτε τόσον τεκέεσσι τεοῖς ἐπέβρισας ὀδόντα; Πῶς ποινὴ κακόχαρτος ἐνήλατο σοῖσι δόμοισι; Τίς δ' Ἐρινὺς τόσον ὄλβον ἀτάσθαλος ἐξετίναξεν; Ἤτοι μὲν πατέρων ἀγαθῶν ἔφυς, οὐκ ὀλίγος δὲ Αὐτὸς ἐν ἡμερίοισι, Θεῷ δέ γε πάγχυ μέμηλας, Ὃς φιλέει φιλέοντας, ἀπεχθαίρει δὲ κακίστους. Οὗτος μὲν τοπάροιθε Θεοῦ νόμος. Ἀλλὰ τέθηπα, Πῶς σὺ θεοστυγέεσσιν ὁμοίϊα κύδε' ἀνέτλης, Δαμνάμενος πληγῇσιν, ὃ δὴ φάτις, αὐτὸς ἑῇσιν. Ἄλλοις ἀπροτίοπτα βίου φύσις ἄλγε' ἀνεῦρε, Τῇ καὶ τῇ δονέουσα βροτῶν γένος. Οὐδέ τις οἶδε, Ποῖ λήξει μέγα κῦμα πολυπλανέος βιότοιο, Ἢ τίς νῆα μέλαιναν ἑὴν ὑποδέξεται ὅρμος. Ἄλλον πόντος ὄλεσσεν ἀπείριτος, ἢ κλύσε χέρσῳ