Carmina quae spectant ad alios
Gregory of Nazianzus (gregory-of-nazianzus)Alio 1523 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
1523.1
Ἦλθεν ἀφ' ἡμετέρων στομάτων ἔπος, οὐδ' ὑπ' ὀδόντι. Οὐδὲ γὰρ οὐδὲ Θεῷ κεχαρισμένος ἐστὶν ὁ μῦθος «Ὦ πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· οὐ γὰρ ἔμοιγε, Σῷ δὲ πόθῳ, σῇ σαρκὶ χαριζόμενός μ' ἐφύτευσας. Ἀλλ' ἔθρεψας ἔπειτα· τί γὰρ τέκες;» Ὡς ἀχάριστος Φωνή! καὶ κόσμοιο λύσις, μεγάλης τε γενέθλης Φίλτρῳ μὲν συνέδησε φύσις τοκέας τε γόνους τε, Μὴ μόγος ἀμφὶ τέκεσσιν ἀποῤῥήξειε τοκῆας, Καὶ θανάτῳ τίκτωμεν, ἀκηδέες ὧν τεκόμεσθα. Τοὔνεκα καὶ μόθον αἰνὸν ἑοῖς περὶ παισὶ τοκῆες Ἵσταντ', ἦ γὰρ ἔλεξας ἐτήτυμον, ἄχρι μόροιο, Σφῆκες, παρδάλιες τε, βόες, σύες, ἰχθύες, ὄρνεις, Πάντων δ' αὖ περίαλλα βροτῶν γένος. Εἰ δὲ νόμοισι Τόσσοις εἰ καθέοιμεν, ὅλος βίος οἴχετ' ἄϊστος. 1524 Τίς γὰρ ἔθ' υἱῆα προσπτύξεται, ἢ τὰ φέριστα Εὔξεται, ἢ ποθέοντι λόγους, ἢ ἄλλο τι νεύσει, Τίς μοῖραν κτεάνων ἀποδάσσεται, ὡς ἐπέοικεν, Εἰ χρέος, οὐ χάρις ἐστὶν, ὅ κεν πατρὸς υἱὸς ἕλῃσι, Καὶ μηδὲν μὲν ἔχων, αἰδοῦς νόμον ἔκτοθι βάλλοι, Εὖ δὲ παθὼν, ἀχάριστον ἔχοι γλῶσσάν τε νόον τε; Σκέπτεο δ' εἴ κέν σοί τις ἀπαντήσειεν ἐχέφρων· Οὐκ οἶον μερόπων ἡμεῖς γένος, ἀλλὰ Θεοῖο, Τῶν δὲ πάρος. Πατέρες δὲ τὰ δεύτερά εἰσι τέκεσσιν Ὄργανα τῆς Χριστοῖο Θεοῦ μεγάλοιο γενέθλης. Γαῖαν ἕλεν, δῶκεν δὲ νόον, μικτὸν δ' ἀνέδειξεν Ἓν γένος ἀμφοτέρωθεν, ἐπιχθόνιον βασιλῆα, Σῶμα κακοφρονέοντα, θεὸν θετὸν εὐσεβέοντα· Πολλοῖσίν τε κακοῖσι κυκώμενον ἔνθα καὶ ἔνθα, 1525 Ὥς κεν ἐνὶ πλεόνεσσιν ἀκαμπέα θυμὸν ἔχωμεν. Ἀλλ' οὔπω τις τόσσον ἀπὸ φρενὸς ἤλυθεν ἐσθλῆς, Οὐδὲ τόσον νεότητος ἀπηνέος αἵματι βράσθη, Ὡς τόδ' ἀπὸ στόματος ῥῆξαι κακὸν ἀντὶ Θεοῖο· Οὐκ ἐθέλοντά μ' ἔοργας, ἐπεὶ δέ μ' ἔοργας, ἔτισας· Ἢν δὲ πλάσας μεθέῃς με, βοτὸν πλάσας ἀντὶ βροτοῖο. Δὸς σοφίην, δὸς πλοῦτον, ἐπεὶ πλεόνεσσιν ἔδωκας· Δὸς μέγεθος, καὶ κάλλος, ἐν ἄστεσι πρῶτα φέρεσθαι, Θούριον ἔγχος ἔχειν, νούσοις δέμας οὐχ ὑποεικτὸν, Ἀλλά τε, οἷς μέγας ὄλβος ἐν ἀνθρώποισι μετρεῖται, Ἢ σχήσω θυσίαις τε καὶ εὐχωλῇσι γεραίρειν· Οὐ γὰρ ἐμοί τι νέμων, δήσας ψυχήν τε δέμας τε, Κύδεος ἱμείρων δὲ παρήγαγες, ὥσπερ ἅπαντα, Ὡς καὶ ἐπιχθονίοισιν ἀοίδιμος, ὦ Μάκαρ, εἴης.