Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Carmina quae spectant ad alios
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1526.1
Ταῦτα θεοστυγέεσσι καὶ ἀφραδέεσσι δεδόσθως Οἷς πλοῦτος θεός ἐστι, κακοῦ πλαστῆρος ὀπηδοῖς. Ἡμεῖς δ' ἐν πάντεσσι Θεὸν μέγαν ὑμνείωμεν, Ἐσθλοῖς τε στυγεροῖς τε· τὸ γὰρ τεκέων ἐρατεινῶν· Καὶ μετὰ πρῶτον Ἄνακτα ἐπιχθονίους γενετῆρας, Οἵ με φάους ἔπλησαν, ἀφ' ὧν Τριὰς εἰς ἓν ἰοῦσα, Καὶ λάμψε πραπίδεσσιν ἐμαῖς, καὶ πᾶσι φαάνθη. Σιγήσω κόσμοιο κύκλον μέγαν, οὐρανὸν εὐρὺν, Ὄμμασι παμφανόωντα διαυγέσι, νῶτα θαλάσσης Ῥευστῆς ἱσταμένης τε, τὸ δὴ καὶ θάμβος ἔμοιγε· Γαῖαν ἐς ὕστερον, ποταμῶν ῥόον, ἠέρα πνευστὸν, Ὥρας, ἄνθεα τερπνὰ βροτῶν φύσιν, ἠερίων τε, Ὅσσα Θεὸς προύθηκεν ἐμοῖς φαέεσσι τράπεζαν· Ταῦτα πατὴρ μεγάλοιο Πατρὸς πάρ' ἔδωκεν ἔμοιγε. 1527 Τῷ, μή μοι τοίοισιν ἀμείβεσθαι γενετῆρα Θαρσαλέως· καὶ θάρσος ἔφυ θράσος, ἔκτοθι μέτρου· Μή σοί τις καὶ τοῖος ἀπ' οὔατος ἡμετέροιο, Τέκνον, θερμοτέροιο πατρὸς πάρα μῦθος ἵκηται· Εἴ γε φύσις τεκέεσσι πόθον πόρσυνε τοκήων, Καὶ τὸ φύσις φιλέειν τοὺς οὐ φιλέοντας ἔρυξε. Κρεῖσσον ἀτασθαλέοντα φέρειν πατέρ', ἠὲ παρ' ἄλλων Εὖ πάσχειν, θνητοῖς δὲ πατρὸς μόνον ἐς χέρα λεύσσειν. Εἰ δὲ πένης, φρενοπλήξ τε καὶ οὐ μελέεσσι πεπηγὼς, Τί πρήξεις; οὐ χεῖρα τεὴν σκήπωνα παρέξεις; Οὐκ ὤμοισι τεοῖσιν ἀειρόμενός μ' ἑκὰς οἴσεις, Ὡς Ἀγχισιάδης γενέτην ἑὸν ἐκ πολέμοιο; Ἢ φήσεις· Τί μ' ἔτευξας, καὶ τί με δούλιον αἰτεῖς; 1528 Δὸς φωνὴν νεπόδεσσι, καὶ ἠερίοις πετεηνοῖς, Καὶ τοῖς ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· Οὐκ ἐρέει, «Τί μ' ἔτευξας ἁλὸς τέκος, ὦ Ἄνα;» δελφίς· Ἁλμυρὸν οὐκ ἔθελον τέμνειν βίον, αἰὲν ἀλήτης, Ὑγρὸν φυσιόων, καὶ ἀνάστερον ἠέρα λεύσσων. Ἔργα βοὸς ποθέω, καὶ οὔρεα, καὶ πλατὺν ὦμον, Καὶ ζώειν μερόπεσσιν ὁμὸν βίον, ὡς ταχὺς ἵππος, Ἢ πᾶσιν νεπόδεσσιν ὀλισθηροῖσιν ἀνάσσειν. Οὐδὲ βόες ποθέοντες ἁλὸς πόρον ἀσχαλόωσιν· Οὐκ ἐρέει σκολιοῖς κάμνων μηρύμασι γαστρὸς Πικρὸς ὄφις· «Τί μ' ἔριψας ἐπὶ χθόνα, γαῖαν ἔδοντα; Ἤθελον ὄρθιος ἔμμεν, ἀτὰρ σύ με γαστρὶ κυλίνδεις.» 1529 Οὐδὲ κόραξ ἀετοῖσιν ὁμοίϊα δινεύεσθαι Χρηΐζει, πάντων βασιλεύτατον εἶδος ἀμείψας· Στέργει δ', ἥν περ ἕκαστον ἔχει, βιότοιο κέλευθον. Οὐδέ γ' ἑῷ πλάστῃ ποτ' ἐρεῖ κεραμήϊον ἔργον· «Τίπτ' ἐπ' ἐμοὶ ῥοίζησας ἀεικέα κύκλον, ἀλιτρέ;» Ταῦτα μὲν ὥστε τεὴν κάμψαι φρένα, φίλτατε παίδων, Ὥς κε μάθῃς πλάστιγγα λόγου καὶ σπάρτον ἐφέλκειν, Ἢ ῥίψειν τὸ περισσὸν, ὃ δ' ἄρκιόν ἐστι, καθέξειν, Μηδὲ ῥόῳ νεότητος ἐφιέμεν', ἀλλὰ κατίσχειν. Τὸ πλεῖστον φραστῶν τι μένειν πολὺ λώϊόν ἐστιν Ἔνδοθεν, ἤ τιν' ἄφραστον ἐς ἠέρα μῦθον ὁδεύειν. Οὐδεὶς γὰρ πόνος ἐστὶ μένειν ὑπὸ χείλεσι μῦθον· Οὐ γὰρ ἐχιδναῖός τε γόνος διὰ γαστέρα ῥήξει 1530 Μητρὸς ἀναβρώσκων, ποινὴν πατρὸς οὐλομένοιο. Ἤδη δ' αὖ μύθοισι τεὸν δειδίξομ' ἔρωτα Πατρὸς ἐνηείῃ, παιδὸς θράσος ἠέρι πάσσων. Οὔτι μίη βιότοιο πέλει τρίβος, ὦ τέκος, οὔτι· Οὐδὲ γὰρ οὐδεμίη πᾶσιν φύσις· ἀλλ' ἡ μὲν ἐσθλὴ, Ἡ δὲ χερειοτέρη, θηρσὶν ἀλόγοισιν ὁμοίη· Ἄλλη δ' αὖ πλεκτή τε καὶ ἀμφοτέραις ἐπίμικτος. Ὣς ἄρα καὶ τρισσὸν γαίης σθένος οἶδε γεωργός· Εὔσταχυς, ἠδὲ ἄκαρπος, ἀκανθοφόρος θ' ἅμα σίτῳ. Τρισσαὶ δὴ τελέθουσιν ὁδοὶ, καὶ τέρματα τρισσά. Ἡ μὲν γὰρ χθαμαλὴ, καὶ ἐπίτροχος ἴχνεσι πολλῶν, Εὐρείη, μαλακή τε καὶ ἐς τέλος οἰκτρὸν ἄγουσα, Κρημνούς τε, ζοφερούς τε μυχοὺς, καὶ τάρταρον αἰνὸν 1531 Ἧχι πυρὸς ποταμοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ψυχῶν τ' οὐλομένων ποινὴ, καὶ τῖσις ἄπαυστος. Ἡ δὲ τρηχαλέη, καὶ ὄρθιος, αὐαλέη τε, Στεινή τε, σκολιή τε καὶ ἀμφίκρημνος ἁπάντη, Ἄμβατος οὐ πολλοῖσι, καὶ ἐς τέλος ἐσθλὸν ἄγουσα, Οὐρανὸν ἀστερόεντα, κλέος μέγα, κάλλε' ἄσαρκα, Αὐτὴν ἀτρεκίην καθαρὴν, καὶ ἄσκιον ἐσθλὸν, Ἄχρι καὶ ἀκροτάτοιο φάους ὅρον οὔτιν' ἔχοντος. Ἡ δὲ τρίτη, μεσάτη μὲν ὁδὸς, μεσάτη δέ γ' ἀμοιβῆς, Οὔτι λίην μογερὴ, καὶ κύδεος οὐ μάλα πολλοῦ. Οἷον κιρναμένου φωτὸς πρὸς νύκτα μέλαιναν· Ἀμφιλύκην δ' ἄρα τήν γε σοφοὶ μίξιν καλέουσι. Λείῃ μὲν περόωσιν, ὅσοις νόος ἐστὶ κάκιστος, Ψεύσταις, ἀνδροφόνοις, μοιχοῖς, ἐπίορκον ὁμοῦσιν, 1532 Ἀνδρογύνοις, τοκέων δηλήμοσιν, ἁρπαγέεσσι, Γαστροφίλοις, λίμνῃσιν ἀπληρώτοισιν ὁμοίοις, Οἳ θανάτῳ ζώοντες, ἑὸν μόρον ἀμφαγαπῶσι· Δυσμενέων κεφαλαῖς οὗτος βίος ἀντήσειε. Τὴν δ' ἀγαθὴν τέμνουσιν, ὅσοις βίος οὐκ ἐπὶ γαίης, Τρισμάκαρες, ζώοντες ἐπὶ χθονὶ σαρκὸς ὕπερθεν, Ἀζυγέες, κόσμοιο περίφρονες, οὐρανοφοῖται, Ἀκτέανοι, κινυροὶ χαμαιευνάδες, οἰοχίτωνες, Βαιὸν ἀναπνείοντες, ἀγάστορες, ἀσκεκέες τε, Κῦδος ἓν οἶον ἔχοντες, ἅπαν κλέος ἐνθάδ' ἀτίζειν, Καὶ πλοῦτον πενίην τε καὶ εἰς Θεὸν οἶον ὁρᾶσθαι. Τοὺς μὲν ἐγὼ τρομέω, καὶ δείδια νέρθε δεδορκὼς, Ὡς Θεὸν ὑψιμέδοντα, ὅτ' ἀνθρώποισι πελάζει· Καὶ γὰρ πολλὸν ὕπερθε βροτῶν βεβάασιν ἁπάντων. 1533 Ἡμεῖς δ' αὖ μεσάτην ὁδὸν ἴομεν, οὔτε κακοῖσι Τερπόμενοι, καὶ βαιὸν ἐφαπτόμενοί γε Θεοῖο, Οἷς ἀλόχων τε μέμηλε, καὶ εὐκλείης ἐρατεινῆς, Καὶ τεκέων, κτεάνων τε, φίλον δ' ὅ τι χεῖρας ἵκηται. Τούτου δὴ πρώτιστον ἐμοὶ λόγος ἐστὶ βίοιο, Πλοῦτον ἀλήϊστον, κτέαρ ἄκλοπον, ἐσθλὸν ἔχοντος. Εἴ τοι μὴ πάντεσσιν ἐπέδραμον, ὡς ποθέεσκον, Μηδ' ὅλον ἐξεπέρησα λόγων πόρον, ἱστία τείνας (Οὐ γὰρ σοῖς ἐπέεσσ' ἐπιπείθομαι, οὐδέ με κλέψε Αἶνος ἐμός· αἶνος γὰρ ἀφ' αἵματός ἐστιν ἄπιστος)· Ἀλλ' ἔμπης τίω γε λόγων κλέος ἔξοχον ἄλλων. Μῦθοι γὰρ βιότοιο θεμείλιον, οἵ μ' ἀπὸ θηρῶν Ἔσχισαν, οἷσιν ἔγειρα πόλεις, καὶ τέθμι' ἀνεῦρον, Καὶ Θεὸν ὑμνείω μεγακυδέα, οἷσιν ἀείρω 1534 Τῆς φαενῆς ἀρετῆς ὑψοῦ κλέος, οἷσι δαμάζω Τῆς στυγερῆς κακίης πικρὸν σθένος, οἷσι κεάζω Κόσμους, οὐράνιόν τε καὶ ὃς ἐπὶ λῦσιν ὁδεύει Ἐνθάδε, καὶ ψυχὴν ἀπὸ σώματος. Ὡς δ' ἀπὸ μορφῶν Εἰκόνας, ὣς δὲ βίων τε φύσεις, καὶ τέρματα δισσὰ Ζώντων τ' ὀλλυμένων τε. Τὰ γὰρ Θεὸς ἐξεδίδαξε, Καὶ λόγος ἐστήριξε σοφῶν, καὶ πίστις ἔρεισε, Πῶς δ' ἀγαθῶν ἀρετὴν ἕλκει χρόνος ὑστατίοισιν Ἤμασι, δεῖγμα φέρων γραπτὸν κλέος, ὣς δὲ κακίστων Δυσκλείην, στήλῃσιν ἐν ἀθανάτῃσι χαράσσων. Μῦθοι, καὶ ζώοντι μόνῳ βίος οὐκ ἐπιδευὴς, Καὶ λαμπρὸν πνείοντι μέγα στέφος, οὐδὲν ὅμοιον Ἄνθεσιν εἰαρινοῖσιν ἅμ' ἠοῖ κειρομένοισι, Θνήσκουσιν δ' ἄρ' ἔπειτα πρὸ ἤματος ὀλλυμένοιο. 1535 Μῦθοι καὶ παθέεσσιν ἄκος μέγα· τοῖσι δαμάζω Θυμὸν ὑπερζείοντα, νόου νέφος· οἷσιν ἀνίας Εὐνάζω, καὶ μέτρον ἐϋφροσύνῃσι τίθημι, Οὔτε λίην μογεροῖσιν ἀτώμενος, οὔτ' ἀγαθοῖσιν Αἰρόμενος, ἕτερον δ' ἑτέρῳ σταθμώμενος ἄλκαρ, Ἐλπίδ' ἐν ἀργαλέοισιν, ἐν εὐδιόωσι δὲ τάρβος. Μῦθος καὶ βασιλῆας ἄγει, καὶ δῆμον ἐφέλκει· Ἔν τ' ἀγορῇσι τέθηλε, καὶ ἐν θαλίῃσιν ἀνάσσει· Καὶ μόθον αἰχμάζει, πρηῢν δέ τε φῶτα τίθησι, Μαλθάσσων ἁπαλοῖσι καὶ αἱμυλίοισι λόγοισι, Καὶ κρατερόν περ ἐόντα, πυρὸς μένος οἷα σίδηρον. Ὀρφείη κιθάρη μῦθος πέλεν, ὥσπερ ἐΐσκω, Πάντας ἄγων μελέεσσιν, ὁμῶς ἀγαθούς τε κακούς τε· Ὡς δ' Ἀμφιονίη λύρη καὶ λᾶας ἔπειθε, Ψυχὰς ἀντιτύπους πετρώδεας. Οἶδα δὲ Πομποῦ 1536 Φάρμακον, ὡς λόγος ἦεν, ὃν ἐρχομένῳ μετὰ Κίρκην Λαρτιάδῃ πόρε δῶρον, ὅπως κε σύεσσιν ἀρήζει Οἷς ἑτάροις, μηδ' αὐτὸς ἔδοι συοθρέμμονα φορβήν. Μῦθον καὶ Πολύδαμνα κεράσσατο, Θῶνος ἄκοιτις, Αἰγυπτίη, δῶκεν δ' Ἑλένῃ ξεινήϊον ἐσθλὸν, Νηπενθές τ', ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. Καὶ μῶλον στονόεντα, καὶ ἄγριον οἶδμα θαλάσσης Πολλάκις ἐκπροφυγών τις, ἐπὴν Θεὸς ἵλαος εἴη, Τόνδε συνεξεσάωσε, φίλον κτέαρ, οἶον ἀπ' ἄλλων, Ὧ πλέον, ἢ πλεόνεσσιν ἀγάλλεται ἄλλος ἐπ' ἐσθλοῖς, Μῦθος γάρ τε βροτοῖς αἰδοίϊον ἄνδρα τίθησι. Τεκμαίρου δ' Ὀδυσῆϊ, τὸν ἐκ πόντοιο φυγόντα, Γυμνὸν, καὶ μελέεσσι τετρυμμένον, αἰπὺν ἀλήτην, Μύθοισιν πυκινοῖσιν ἱκέσσιον ἀντιάσαντα, Παρθενική περ ἐοῦσ', ᾐδέσσατο, καὶ βασίλεια, 1537 Φαιήκεσσί τ' ἔδειξε, καὶ Ἀλκινόῳ βασιλῆϊ, Ξεῖνον, ναυηγὸν, πάντων γεραρώτερον ἄλλων. Μῦθοι, καὶ πλεόνεσσιν ἐπ' ὄμματα πικρὰ φερούσης Βασκανίης, τελέθουσιν ὑπέρτεροι· οὐ γὰρ ἀρίστοις Ὁ φθόνος, οἷς δ' ἀδόκητος ἔβη τύφος, οἶδε παλαίειν. Ὦ μῦθοι, μύθων ἐπιδευέες, ὡς ποθέεσκον Σοῖς ἀγαθοῖς ἐπέεσσιν ἐμὸν λόγον ἰσοφαρίζειν! Ἀλλὰ τὰ μὲν κατέμαρψα, τὰ δ' οὐ σθένος, ἀλλὰ δὲ παιδὸς Γλῶσσα φίλη κατέλεξεν ἐπειγομένοισι πόθοισιν Ἐκ πολιῆς νεότητος, ὅ μοι πλέον ἦτορ ἐγείρει. Ἀλλ' ἴθι μοι, τοκέων τε λιταῖς καὶ σῇσι πιθήσας, Πρόφρων, ἀρτεμέων τε, σὺν ἐλπωρῇσιν ἀρίσταις, Οἷ ποθέεις, πομπὸς δέ σ' ἄγοι πατρώϊος ἐσθλός. 1538 Καὶ γὰρ ἐς ἡμετέρην βιοτὴν Θεὸς ὄμματα βάλλει. Εἴτε σέ γ' Ἀτθὶς ἔτερψεν ἀηδονὶς, εἴτε σε τερπνῆς Φοινίκης κλυτὸν ἄστυ, νόμων ἕδος Αὐσονιήων, Εἴτε σ' Ἀλεξάνδροιο πέδον μέγα, ἔνθα τε πολλῶν Φορτίδα πλησάμενός τις, ἑὰ πρὸς δώματ' ἐλαύνει· Πᾶσα μὲν ὑμετέροισιν ἐπίτροχος αἶα πέλοιτο Ποσσὶν ἐπειγομένοισι, καὶ ἄνθεα καλὰ φύοιτο, Καὶ ποταμοὶ κελαδοῖεν ἐνηέα, πᾶς δέ τε πόντος Νῆα φέροι πνοιῇσιν ἐλαφροτάτῃσιν ἐς ὅρμον· Δελφὶς δ' εὐδιόωσαν ὑπεὶρ ἅλα, νῶτα φαεινοῖς Γυροῖς εὐγνάμπτοισιν ἑλισσόμενος πυμάτοισι, Σκιρτῴη κατὰ κῦμα τεὸν βίον ἡγεμονεύων, Ὥς ποτε καὶ νώτοισιν ἀοίδιμον ἤγαγ' ἀοιδόν. Μύθων δ' ἡγητῆρσι πέλοις φάος, ἐν προνόμοις δὲ

Intertext edge

Open linked passage

Note