Carmina quae spectant ad alios
Gregory of Nazianzus (gregory-of-nazianzus)Alio 1549 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
1549.1
Εἰκόνα τὴν μεγάλοιο Θεοῦ θεσμοῖς ὑποείκειν, Εἰ καὶ θεσμὸν ἔδωκε γαμήλιον Υἱὸς ἄσαρκος, Ἡμετέρῃ γενεῇ, καὶ πλάσματι χειρὸς ἀρήγων· Ὥς κεν ἀπερχομένοισι καὶ ἐρχομένοισι γενέθλη Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ὧδ' ἀγορεύειν; Οἶδα δ' ἔγωγε παραιφασίην, καὶ τῆς μέγ' ἀμείνω. Ἔστι τοι, ὦ χαρίεσσα, Θεουδόσις. Ἥδε προκείσθω Παντός σοι μύθοιο καὶ ἔργματος ἔμπνοος εἰκὼν, Θηλυτέρη Χειρωνὶς, ὑπὸ προπόδεσσι γάμοιο, Ἥ σ' ἐκ πατρὸς ἔδεκτο καὶ ἔπλασεν ἤθεσι κεδνοῖς·