Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Carmina quae spectant ad alios
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1550.1
Αὐτοκασιγνήτη μέγ' ἀμύμονος ἀρχιερῆος Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ, Θέκλῃ γε σὺν ἁγνῇ, Ἄγγελον ἀτρεκίης ἐριηχέα, κῦδος ἐμεῖο. Κ' εἴ τιν' ἐμῆς πολιῆς ὑψίφρονα μῦθον ἐδέξω, Τὸν κέλομαι πραπίδων σε φίλοις κευθμῶσι φυλάσσειν, Ὧ δ' ἂν καὶ πόσιν ἐσθλὸν ἐρίπτολιν ἐξακέσαιο, Εἴ τοι καὶ μεγάλαυχον, ὑπέρτερον εὖχος ἔχουσα. Νῦν μέν σοι τόδ' ἔδωκα κεμήλιον. Εἰ δὲ τὸ λῷστον, Καὶ τεκέων τεκέεσσι πέλοις πολύκαρπος ἀλωὴ, Ὡς καὶ πλειοτέροισι Θεὸς μέγας ὑμνείοιτο, Τῷπερ δὴ γενόμεσθα, καὶ ᾧ θέμις ἔνθεν ὁδεύειν. 1551 Ζʹ. Πρὸς Νεμέσιον. Ὄμμα δίκης μύθων τε, Νεμέσσιε, ὃς τοπάροιθεν Βήμασι ἰθυδίκοισι, φέρων κλέος ἐκ βασιλῆος, Πρώτοις Αὐσονίοις τε νόμοις μέγα κάρτος ὀπάζων, Ἐξ ὀπὸς ἀντιπάλοιο καὶ ἥσσονα μῦθον ἐλέγχων, Ὕστατον ἀντέλλεις θώκων ὕπερ ἠγαθέοισι Καππαδόκοισι, θέμιστος ἀπάργματα σῆς ἀναφαίνων·̣ Αλλοι μὲν μολπῇσιν, ἐριγδούποισί τ' ἀοιδαῖς, Καὶ ῥήτρην πυρόεσσαν ἀπὸ στομάτων προχέοντες Τὴν σὴν, ᾗ ῥα σὺ πάντας ἀπόπροθε πολλὸν ἔθηκας, Σὸν κλέος ὑμνείοιεν, ἐπεὶ πλεόνεσσι λόγοισιν Ἄρκιος, ἢν ἐθέλωσι διακριδὸν ἐξαγορεύειν, 1552 Ὥστε ῥόος μεγάλοιο μεριζόμενος ποταμοῖο. Ἄλλοι δ' αὖ γραφίδεσσι μετήορον ὕψι φέροντες, Ἢ χαλκῷ χοάνοις τε Νεμέσσιον ἐν μεσάτῃσι Στήσαντες πτολίεσσιν ἀναυδέα, τὸν πολύμυθον, Ἄστεα κυδαίνοιεν, ἐπεὶ κλέος ἄστεσιν ἐσθλῶν Ἡγεμόνων καὶ εἶδος ὁρώμενον ἐσσομένοισιν. Αὐτὰρ ἐγὼ (δὴ γάρ με Θεὸς μέγας ἴδριν ἔθηκεν Οὐρανίων, χθονίων τε, νόος δ' ἐπὶ πάντα φορεῖται, Βένθε' ἀνιχνεύων μεγάλου σὺν Πνεύματος αἴγλῃ) Φθέγξομαι, ἅσσ' ἐπέοικε θυηπόλον ἄνδρ' ἀγορεύειν. Ἄγγελον ἀτρεκίης ἐριηχέα, τῶν δὲ μαθητὴν, Οἳ κόσμον γλυκερῇσι Θεοῦ δήσαντο σαγήναις, Οὔτε λόγοις κρατεροῖσι πεποιθότες, οὔτ' ἀφένοιο 1553 Κάρτεϊ φυσιόωντες, ἀγακλέες, οὔτι πάροιθεν, Ὄφρα τις ὧδ' εἴπῃσι· Θεοὺ κράτος ἐστὶ Λόγοιο. Ἀλλ' ἄγε, τοῖσδ' ἐπέεσσι δίδου φρένα, καὶ γλυκεροῖσι, Μαψιδίοις ἐπέεσσι τόσον χρόνον οὖας ὑποσχὼν, Ὧν χάρις ἔστ' ἐπίπλαστος, ὁμοίϊος εἴδεσι μάχλοις, Βαιὸν ἐμοῖσι λόγοισιν ὑποκλίνειας ἀκουὴν, Ὧν κάλλος νόος ἐστὶν, ἀνέκπλυτον, ἀστυφέλικτον, Ὄμμασιν ἁγνοτάτοισι διαυγέα φῶτ' ἀμαρύσσων. Εἰ γὰρ ὀϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύων ἑκάτερθεν, Γνοίης κέντρον Ἄνακτος, ὅσον γλυκερώτερόν ἐστιν. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ 1554 Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος. Πολλοῖς μὲν λυπροῖσιν ἐμὸν κέαρ ἀντεβόλησε, Πολλοῖς δ' αὖ τερπνοῖσιν ἀμοιβαδὶς ὠκυμόροισιν. Ἀλλ' οὔπω τοιόνδε, τοσόνδε τε κῦδος ὄπωπα, Ὅσσον ἐπουρανίοιο Θεοῦ θεότητι πελάσσαι. Οἶον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειρεν Ἀντολίη τε Δύσις τε καὶ Ἑλλάδος εὖχος, Ἀθῆναι. Τοῖς ἔπι πόλλ' ἐμόγησα πολὺν χρόνον· ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα, Εἴξαντας μεγάλοιο Θεοῦ Λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης τρεπτὸν πολυειδέα μῦθον, Τόσσον, ὅσον Φαέθων ὑψίδρομος ἀστέρας ἄλλους. Τοὔνεκ' ἐμῶν ἐπέων ἐμπάζεο. Καὶ γὰρ ἄμεινον 1555 Οὐ θέμις, οὐδ' ἐπέοικε Θεοῦ βροτὸν ἐκγεγαῶτα, Οὐρανίοιο Λόγοιο καλὴν καὶ ἄφθιτον εἰκὼ, Τὴν νοερὴν, νοερῶν τε δαήμονα, ὑψικέλευθον, Εἰδώλοις κενεοῖσιν ὑποκλίνεσθαι ἀθέσμως Εἰναλίων, χθονίων τε καὶ ἠερίων πετεηνῶν, Ὕλης σκιδναμένης ἰνδάλμασιν οὐτιδανοῖσι, Παίγμασι σῆς παλάμης, ἰῷ καὶ σητὶ καμούσης, Ὧν τὸ μὲν ἔστι σέβασμα, τὸ δ' ἥμισυ κεῖτ' ἀγέραστον· Οὐδὲ μὲν οὐρανίοισι (τὰ μὴ θεοὶ, ἐκ δὲ Θεοῖο Κτίστορος ἐξεγένοντο, καὶ εἰ μέγα κῦδος ἔχουσι), Μήνῃ τ' ἠελίῳ τε, καὶ ἄστρασιν οἵ ῥα πόλοιο Κόσμος. Ὅδ' οὐρανίοιο φορεύμενον ἄσπετον εἶδος Κυκληδὸν, πολλοῖσι κεκασμένον ἔνδοθι κόσμοις, 1556 Κήρυξ ἀγλαόφωνος ἀναυδέσι ῥήμασι τέχνης, Ἣ τόδε πᾶν συνέπηξε, καὶ ἁρμονίῃ συνέδησεν, Ὄφρα κε δερκομένοισιν ἀδερκέα φῶτες ἕλωσι. Καὶ γάρ τις δόμον αἰπὺν ὁρῶν, δωμήτορα λεύσσει, Καὶ ναῦς ναυπηγοῖο διάγγελος οὐ λαλέουσα. Τύνη δ', ὦ θεοποιὲ, νέων πάτερ οὐρανιώνων, Ἤδη καὶ στυγεροῖσι σεβάσμασι γούνατ' ἔκαμψας, Δαίμοσιν ἀψύχοισι, κακούς τ' ἀγαθούς τ' ἐκάλεσσας, Οἳ πάντες τελέθουσι κακοὶ, καὶ πλάσματος ἐσθλοῦ Δυσμενέες, φθονεροὶ, φιλοδαίμονες, ἀγριόθυμοι, Σαρκοχαρεῖς, κνίσσῃσι γεγηθότες, ἰλυόεντες, Οὓς Χριστὸς, μεγάλοιο Θεοῦ Λόγος, εὖτε φαάνθη Ἀνδρομέοισι τύποισιν ἀδμὴς Θεὸς, ὦσεν ὀπίσσω, 1557 Δηρὸν δὴ κρατέοντας ἐπὶ χθόνα· αἵματι σεμνῷ Αἵματα λῦσεν ἀλιτρὰ, νόου δ' ἀνέδειξε θυηλὴν Τὴν κρυπτὴν τοπάροιθε, φαεινομένην ὀλίγοισιν. Οὐ μέγα· καὶ γὰρ ἐγὼ, Χριστοῦ λάχος, οὔνομα σεπτὸν Πολλάκι μοῦνον ἔειπον· ὁ δ' ᾤχετο τηλόθι δαίμων Τρύζων, ἀσχαλόων τε, βοῶν σθένος Ὑψιμέδοντος. Ἢ σταυροῦ μεγάλοιο χαράγματι μηδὲ μένοντι Ἠέρα μέσσον ἔγραψα, τύπος δ' ἔστησε τρόπαιον, Ὡς τοπάρος Μωσῆος ἀγακλέος ἐν παλάμῃσιν. Ἤθελον ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀῦσαι· Ἄνθρωποι θνητοὶ, καὶ τέκτονες οὐδὲν ἐόντων, Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις 1558 Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε; Λάτριες εἰδώλων κενεόφρονες, οἳ παθέεσσιν Ἄλκαρ ἑοῖς μήσασθε θεοὺς στήσασθαι ἀλιτροὺς, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας, ἀνδρογύνους, μοιχοὺς, ἐπιβήτορας ἀνδρῶν. Ἄθρει δὴ πρώτιστον ὅσ' ἔπλετο μαργοσύνῃσι, Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ἄρκτος, ἅπαντα Ὅσσα μιν ὠκὺς ἄνωγεν ἔρως, κοῦρός τ' ἀλαπαδνὸς, Ὡς αὐτοί γ' ἐνέπουσι θεῶν πλαστῆρες ἀκιδνῶν. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ σέβεσθε, Ἄλλους δ' αὖτ' ἄλλοισι κακοῖς ἔπι κάρτος ἔχοντας· Ὡς μὴ μοῦνον ἄτιτον ἅπαν κακὸν, ἀλλὰ καὶ ἐσθλὸν Ἔμμεναι, ὥς ῥα Θεῷ κεχαρισμένον, ὃς τόδ' ἔτισε. 1559 Σκέπτεό μοι στρατὸν ἄλλον ἀγακλειτῶν ἐπικούρων, Ἰθυφάλους, κερόεντας, ἀναύχενας, ἡμιδράκοντας, Θῆρας, θηρομιγεῖς τε, γελοίϊον εἶδος ἔχοντας. Τοίους παῖδας ἴδοιεν, ἐπεὶ καὶ τοῖα σέβουσι· Τοῖοι καὶ τελέθοιεν ἀρηγόνες οἷσι φίλοισι· Τοίων κἀντιτύχοιεν, ἐπήν κέ τις ἐχθρὸς ἵκηται, Ὡς κεῖνοι σφετέροισιν ἀρηγόνες εἰσὶ κακοῖσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ἐξαγορεύειν, Γλώσσης ἐξ ἱερῆς ἀμαρεύματα τοῖα χέοντι; Ἓν δ' ἐνὶ πᾶσι μέγιστον· ἀτὰρ λόγον ἧλος ἐρείδοι. Ἡμεῖς μὲν μεγάλῃσι βίβλοις, θείοις θ' ὑποφήταις, Καὶ πύματον Χριστοῖο διάκτορος ἠγαθέοισι, Πνεύματι αἰγλήεντι χαρασσομένοισι νόημα, 1560 Καὶ κραδίαις καθαρῇσι Θεὸν μέγαν εἰσορόωσιν (Ὧ μούνῳ θεότητος ἀειδέος ἔστι λαβέσθαι), Ἴδριες οὐρανίων, θεολαμπέες, ὕψι θέοντες, Ὄσσον ἐφημερίοισι Θεοῦ βατὸν ἐνθάδ' ἐοῦσιν. Οὐ γὰρ ῥηϊδίως νεφέλης διαδέρκεται ὄμμα Καὶ λίαν εὐγλήνοιο· τὸ δὲ πλέον, ὕστατον ἡμῖν. Μισθὸς γάρ τε πόθοιο, πόθου τέλος ἀντιβολῆσαι. Ὑμῖν δ' εἰ μὲν ἔασιν ἐπαισχέες, ὅσσον ἔασι, Μύθοις ὑμετέροισι, σεβάσμασί τ' οὐλομένοισι Τρισμάκαρες θνητοὶ καὶ τετράκις, οἵ ῥα κακοῖσιν Οὔτε τι σύμφρονές εἰσι, νόμον θ' ὑπὸ τίσιν ἔθηκαν. Οἵους γὰρ βωμοῖσιν, ἐϋπλεκέεσσί τ' ἐν ὕμνοις Τίετε πανδήμοισιν, ἀγακλειταῖς θ' ἑκατόμβαις, 1561 Πολλάκι δεῖπνον ἔθηκαν ἀμετροβίοις κοράκεσσιν. Εἰ δ', ὡς θειολόγοισιν ἐφεύαδεν ὑμετέροισιν (Εἰσὶ γὰρ, εἰσὶ καὶ ὑμῖν ὑποφραστῆρες ἀοιδῆς), Ταῦτα μὲν ἔστιν ἄεισμα κενὸν, καὶ θεσμὸς ἀοιδῆς Τερπνῆς, μιγνυμένου μέτρου σὺν παίστορι μύθῳ, Αὐτοῖς δ' αὖ νόος ἐστὶν ὑφειμένος εἴδεϊ μάχλῳ Σεμνότερος, πινυτοῖσιν ὁρώμενος, ἀμφιπρόσωπος, Ἑρμᾶς δίγλυφος, οἷα πρόσω τὸ μὲν, ἄλλο δ' ὄπισθεν, Ἄθρει κἀνθάδε μοι λόγον ἄτροπον, ὥσπερ ὀΐω· Ἔστι καὶ ἡμετέροισι διπλοῦς λόγος, ἔνδοθι σεπτοῦ Πνεύματος, ὃς δ' ἄρ' ὕπερθε, χαράγματος ἠγαθέοιο Ἄμφω, ὁ μὲν παύροισιν, ὁ δὲ πλεόνεσσι θεητός. 1562 Οἴομαι, ὥς κεν ἔχωσι σοφοὶ πλέον, ἠὲ λαβόντες Μόχθῳ κατίσχωσι. Τὸ δ' οὐ σχετὸν, ὅττι τάχιστον. Ἀλλ' ἔμπης μύθοισιν ἐμοῖς καὶ σῶμα φαεινὸν, Ψυχὴν ἀμφὶς ἔχον θεοειδέα διπλόον εἷμα, Πορφύρεον, μαλακοῖο διεκφανὲς ἀργυφέοιο, Αἶσχος δ' οὐδὲν ἔπεστιν, ὅ μοι Θεὸν ἀμφικαλύπτει. Αἰδέομαι θεότητος ἔχων ἰήτορα μῦθον. Τίς Σκύλλης σκοπέλους σε διεκπλώοντα κελεύει Σπεύδειν εἰς Ἰθάκην μή πως πάρος ἐνθάδ' ὄληαι; Τίς δ' ὀλοήν σε Χάρυβδιν ἀπηνέα; τίς δ' ἐπὶ πηγὴν Τῆς καθαρῆς θεότητος, ἐν ἰλύϊ δηθύνοντα; Ἰλὺς πρόσθ' ἐπέδησε, τὸ δ' ἔκφυγεν ἀγλαὸν ὕδωρ. 1563 Φράζεό μοι καὶ τοῦτον ἐπίφρονα μῦθον ἄριστον· Οἱ πλέονες κακίους, καὶ ἡγητῆρος ἄνευθεν Πρόφρονες εἰς κακίην. Τυτθὸν δ' ἐπὶ λῷον ὁδεύει. Σχεῖν ῥόον, ἔργον ἔμοιγε· τὸ δ' ἐς πρανὲς, ὡς μάλ' ἐλαφρόν. Εἰ δὲ θεοὺς στήσειας ἀτασθαλίης μεδέοντας, Πρὶν μύθου δνοφεροῖο λῦσαι ζόφον ἔμφρονι μύθῳ, Μυθόλατριν διέπερσας ἐπισπόμενον φαέεσσιν. Ἀλλὰ τί μοι πλεόνων; σὺ δέ μοι λόγον αὐτὸν ἄλυξον Ἀμφίδετον, πινυτός περ ἐὼν καὶ ἄλλον ἐλέγχειν. Εἰ μῦθοι τάδ' ἔασιν, ἱδρύματα ῥίψον ἔραζε. Τίς χάρις, αἶσχος ἄπιστον ἑοῖς κτεάτεσσι γεραίρειν, Ὃν δὲ Θεὸν γενετῆρα, βίου θ' ἡγήτορ' ἀτίζειν; 1564 Εἰ μὴ μῦθος, ἔφελκε τεοῖς φαέεσσι καλύπτρην, Ἁζόμενος πολιῇσιν ὁμοίϊα μυθολογεύειν, Τερπομέναις κύλιξι φίλαις, καὶ νυξὶν ἀΰπνοις. Ταῦτα μὲν ἐς πόντοιο πέσῃ βυθὸν, ὥσπερ ὄλωλε Μοίρη πλειοτέρη. Χριστὸς γὰρ ἅπαντα κατέσχεν Ἐκ περάτων ἐπὶ πείραθ' ἑαῖς παλάμῃσιν ἀγείρας, Ἅς ποτ' ἐπὶ σταυροῖο μεγακλέος ἐξεπέτασσεν. Εἰ δ' ὅτι καὶ διὰ μητρὸς ἐμοὶ Θεὸς ἤλυθεν ἁγνῆς, Παρθενικῆς, ἀδέτοιο, νόμοις καινοῖσι γενέθλης, Καὶ θάνε, καὶ νεκύεσσι μίγη, καὶ ἀνέδραμεν αὖθις, Ἦρα φέρων παθέεσσιν ἐμοῖς, ὃν ῥίψεν ἁμαρτὰς, Τοῦτό σοί ἐστιν ἄκοσμον, ἐπεὶ καθαροῖσι θεοῖσιν, Ἐκ καθαρῶν γεγαῶσι δίδως σέβας, ὦ φιλόκοσμε, 1565 Σήμερον, οὔτι πάροιθεν, ἐμῶν μύθων ἐπάκουσον, Οὕς μοι Χριστὸς ἔπνευσεν, ἐμὸς Θεὸς ἐμπεδόμυθος. Ἔστι μὲν οὐκ ὀλίγοισι καὶ ὃς λόγος, ὡς ἀπὸ κόλπων Παρθενικῶν βλάστησε Θεὸς βροτὸς, ὃν συνέπηξε Πνεῦμα Θεοῦ μεγάλοιο, ναῷ ναὸν ἁγνὸν ἐγείρων. Μήτηρ γὰρ Χριστοῖο ναὸς, Χριστὸς δὲ Λόγοιο. Ὡς γὰρ θέσμιον ἦεν, ἐπεὶ φύσιν οὐλόμενος θὴρ Ἡμετέρην ἐφέπεσκε παραιβασίης ὑπὸ πικρῆς, Θειοτέροιο βροτοῖο φυῇ κακίην ἀκέσασθαι, Καὶ στῆσαι κράτος αἰνὸν ἀθεσμοτάτοιο δράκοντος. Τοὔνεκα νηδὺν ἄμειψε, τὸ δ' ἥμισυ τίσε γενέθλης Ἡμετέρης, τὸ δ' ἔλειπεν, ὅ μιν τέκε παρθένος ἀδμής. 1566 Αὐτὰρ ἐπεί μιν ἔπηξε, καὶ ἐν σπλάγχνοισι θέωσεν, Ἐκ δ' ἄγαγε προφόωσδε τελειομένοιο χρόνοιο· Τῆμος σάρκα παχεῖαν ἐφέσσατο, πλῆσε δὲ νηὸν Ἐκ καθαρῆς θεότητος, ἄναξ Λόγος. Ἀμφότερον δὲ, Εἷς Θεὸς ἦεν ἔμοιγε. Τὸ γὰρ φθιτὸν ὦχ' ὑπόειξεν Ἀθανάτῳ πλήσαντι. Θάνεν δ' ἐθέλων, ὀλίγον τι Τύμβῳ παρθέμενος πλεκτὸν δέμας, ὥς κεν ἀναστὸς Ἐκ νεκύων παλίνορσος, ἀναστήσειε θανόντας, Ἕλκων οἷα μάγνησσα λίθος τονόεντα σίδηρον. Πᾶσι γὰρ ἀνδρομέοιτιν ὅλον μ' ἀνεδέξατο Χριστὸς, Σάρκα λαβὼν, τόκον, εἶδος, ὕβριν, τάφον, εὖχος, ἔγερσιν. Τὼς μέν ῥ' ὑμετέροιο λόγου σχέθον ἄσχετον ὁρμὴν, 1567 Οἳ τόσον αἶσχος ἔχοντες, ἐμοὶ μόθον αἰνὸν ἔθεσθε, Βόρβορον οὐχ ὁρόωντες, ἐμῶν ῥανίδων ἀλέγοντες. Εἰ δ' ἐθέλεις ἐτεὸν γνῶναι λόγον, οὔατ' ὑποσχὼν, Οἶδα μὲν, ὡς πλεόνεσσιν ἀφανδέα ταῦτ' ἀγορεύσω (Οὐ γὰρ ἐνὶ πλεόνεσσιν ὅλος λόγος, οἳ κενεῇσιν Ἑσπόμενοι δόξῃσιν, ἐτητυμίης ἀλόγησαν), Ἀλλ' ἔμπης ἐρέω λόγον ἔμπεδον, οὐδ' ἐπικεύσω, Καὶ μάλα περ ποθέων βίον ἄργυφον. Οὐδὲν ἄκοσμον, Πλὴν στυγερῆς κακίης· ἀρετὴ δέ τε μοῦνον ἄριστον. Τἆλλα δ' ἄρ' ἐν μεσάτῳ τε κακῶν ἀγαθῶν τε τέτυκται, Ἡμετέρης ἰότητος ἀπήορα, εὖ μὲν ἔχοντα Τοῖς ἀγαθοῖς, τοῖς δ' αὖτε κακοῖς, καὶ λίαν ἄκοσμα. 1568 Ὧν ἓν καὶ τόδ' ὄπωπα ἐμῆς μυστήριον ὕλης, Εἴδεος ἀθανάτοιο συνερχομένου μελέεσσιν. Οὐδὲ γὰρ ὡς στυγέων τεῦξε βροτὸν, ἧς θεότητος Μάρτυρα, καὶ μεδέοντα κάτω, καὶ εὖχος Ἄνακτος, Οὔτ' ἄν μιν φιλέων, στυγερὴν πόρσυνε γενέθλην. Ἦ λῆξον μύθοιο, Θεοῦ δ' ἀπόπεμπε νόημα. Εἴ τοι μὴ καθαρῆς διὰ νηδύος ἐς φάος ἦλθες, Οὐ καθαρός. Καθαρὸν γὰρ ἁλώσιμον οὔποτ' ἀνάγνῳ. Εἰ δ' ἐθέλεις, καὶ ἄναγνος ἔοι τόκος. Ἀλλὰ τόδ' ἔμπης, Πᾶσιν ἐϋφρονέουσιν ἀριφραδές· οἷς ἂν ἐπέλθῃ Ἀκτὶς ἠελίοιο, φέρει φάος· οἷς ἀνεμίχθη Εὐόδμοιο μύροιο χάρις, πνείουσι τάχιστα. Ἀλλ' οὐδ' ἠελίοιο μολύσματα, οὐδὲ μύροιο 1569 Ἅπτεται. Ὥς ῥα Θεὸς καθαρῆς διὰ μητρὸς ὁδεύσας, Οὔτ' αὐτὸς σπλάγχνοισι φορύξατο, καὶ τὰ κάθηρεν. Ὣς ἄρα καὶ θανάτοιο θανὼν κράτος ἐξαλάπαξεν· Οὔτ' αὐτὸς θανάτῳ τι παθὼν, Λόγε, καὶ τὸν ὀλέσσας. Οὗτος ἐμὸς λόγος ἐστί· τεὴ δὲ γλῶσσ' ἀδάμαστος Ἦν ὅτ' ἔην· νῦν αὖτε δαμάζεο. Ὧδ' ἀγορεύει Χριστὸς ἐμός· γλῶσσαν δὲ τεὴν εὔφημον ἐγείροις. Εἶαρ ἔβη, τὸ δὲ χεῖμα παρέδραμε, λαμπρὰ δ' ἄρ' αἴθρη. Δεῦρ' ἴτε, καί μοι φωτὸς ἀπειρεσίου κορέσασθε. Μέχρι τίνος σκοτίοισιν ἐνὶ κευθμῶσι δέδεσθε; Καιρὸς ὅδ', ὃν πάρος ὑμῖν ὑπέσχετο Πνεῦμα φαεινόν. Δεῦρ' ἴτε, καὶ ζώοιτε, νέον δ' ὑπόδεχθε καθαρμόν. Λήξατ', ἀοιδοπόλοι, ναὶ λήξατε, μαινόμενοί τε 1570 Δαίμονες, ἐμπνείοντες ἀθεσμοτάτοισιν ἀοιδαῖς. Ὀρφεὺς θῆρας ἄγοι, Πέρσῃ δ' Ἀσκραῖος ἀείδοι Ἡσίοδος, Τροίην δὲ καὶ ἄλγεα κλεινὸς Ὅμηρος. Μουσαῖός τε Λίνος τε θεῶν ἄπο μέτρα φέροιεν, Οἵ ῥα παλαιοτάτῃσιν ἐπικλέες εἰσὶν ἀοιδαῖς. Ἑρμῆς ὁ τρισάριστος ἐμοῖς ἐπέεσσιν ἀρήγοι, Οὐδ' ἐθέλων, σταυρὸν δὲ σέβοι μέτροισι Σίβυλλα, Τῆς μεγάλης θεότητος ἐλαυνόμενοι βελέεσσιν· Οὐδὲν ἐπιστρέφομαι, καὶ εἴ τινες ἆσσον ἵκοιντο, Οὐ Θεόθεν, Βίβλων δὲ παρακλέψαντες ἐμεῖο. Οἱ μὲν γὰρ καὶ πάμπαν ἀλαμπέες, οἱ δ' ὀλίγον τι Ἀστεροπὴν πάλλουσαν ἐσέδρακον, ὦκα δ' ἄμερθεν. Τοὔνεκεν εἴξατ' ἔμοιγε, καὶ ὀψέ περ εὖ φρονέοντες. 1571 Φοῖβος μαντεύοιτο θεῶν μόρον οὐκέτ' ἐόντων· Αὐτοπάτωρ, ἀλόχευτος, ἀμήτωρ ἐστὶν ἐκεῖνος, Ὅστις ἐμὸν διέπερσε κακὸν μένος, ὕστατ' ἀείδων· Κασταλίη τε Δάφνη τε, δρυὸς μαντεύματα κείσθω. Μηκέτ' ἀριστεύοντα μετ' ἀνδράσιν ἀφραδέεσσι· Δαίμων τ' Αἰγύπτοιο, θεὸς κενεηγόρος, Ἄμμων, Βραγχῖδαι δ' ἐπὶ τοῖσι, καὶ ὀφρυόεις Ἐπίδαυρος· Καὶ τελεταὶ κρυπταί τε καὶ ὄμμασιν ἀντιόωσαι, Κλεινῆς ἐν προτέροισιν Ἐλευσῖνος αἴσχεα νυκτὸς Αὐλῶν τε Φρυγίων μανιητόκος ἔκτομος ἠχὴ, Δικταῖοι Κορύβαντες, ἐνόπλια μαργαίνοντες, Βάκχοι τ' ἀμφὶ γόνον Σεμελήϊον οὐρεσιφοῖται· 1572 Καὶ νυχίης Ἑκάτης κακὰ φάσματα, ὡς δὲ ναοῖο Μιθραίου κακὰ ἔργα, καὶ ὄργια οὐκέτ' ἄπυστα· Γαλλαίης Κυβέλης ὀλολύγματα, ὅσσα τε Νεῖλον Καρποδότην τίουσιν ἐν αἴσχεσιν ἀνδρογύνοισιν, Ἴσιδος, Ὀσίριδός τε μυκήματα δακρυόεντα, Καὶ Σάραπις, ξύλον αὖον, ἔχων δηλήμονα μῦθον, Καὶ μόσχος πολύσαρκος Ἄπις, καὶ Μεμφὶς ἄνοια· Καὶ σὺ, Λάκαινα τάλαινα, διασταδὸν, ἔνθα καὶ ἔνθα Τεμνομένων μάστιξι νέων ἐπιβώμιος ἀλκὴ, Καὶ Γετικὸς Ζάλμοξις ὀϊστεύων δι' ὁμίλου· Πάντα θεῶν Ταύρων τε κακὴ ξείνοισι θυηλή· Καὶ Προσύμνοιο καλοῖο θεὸς φαλὸν ἀμφαγαπάζων 1573 Δουράτεον, μάχλη τε Κύπριν τίουσα ἑορτὴ Κερδαλέη, καὶ Λίνδος ἐφυβρίζουσ' ἱεροῖσι· Πάντ' ἔθανε Χριστοῖο μεγακλέος αἵματι σεπτῷ, Ἀρχεγόνου τε νέου τε, τὸ δὴ καὶ θαῦμα μέγιστον. Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐτώσια φυσιόωντα, Καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν, Σάνδαλ' ἀποβράσσαντες ἐλαφρονόοιο θεοῖο Χάλκεα, καί σε βροτοῖσιν ἐπαισχέα πᾶσιν ἔθηκαν, Κύδεος ἱμείροντα δι' ἅλματος αἰνομόροιο. Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, λήξατε μύθων, Καὶ σύ γ' Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε. Ὑμεῖς μὲν θνητοὶ, καὶ οὐ μάκαρες, παθέεσσι, Βαιὸν ἀποπλήξαντες ἐπιχρονίοισι δόλοισι, Μύθοις ὑμεδαποῖσι νόθον κλέος ἁρπάξαντες.

Intertext edge

Open linked passage

Note