Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Carmina quae spectant ad alios
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1574.1
Χριστὸς δ' οὔτ' ὀλίγῃσι περίγραφος ἔπλετο φωναῖς, Οὔτε μιν ἠμάλδυνε ῥέων χρόνος, οἷά τε καπνὸν Ἠέρος ἐν λαγόνεσσιν ἀϊστωθέντα τάχιστα. Τοῖος γὰρ ψαφαροῖο κλέους νόμος, αὐτίκα πίπτειν, Ἀλλ' αἰεὶ πάντεσσιν ἀοίδιμος εἰσέτι μᾶλλον, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασι. Πείθομαι, ὥς ποτε γαῖαν ὅλην δεσμοῖσι καθέξειν. Ὣς γὰρ θέσφατόν ἐστι· λόγος δ' ἐπὶ ἔργον ὁδεύει. Ἀλλὰ τὸ μὲν μεγάλοιο Θεοῦ ἐν γούνασι κείσθω. Αὐτὰρ ἐγὼ, τά με Χριστὸς, ἐμὸν φάος, ἐξεδίδαξεν, Ἐξερέω, μύθοιο θεμείλια πάντ' ἀναφαίνων Ἡμετέρου, θεότητα, Θεοῦ κτίσιν, οἴακα παντὸς, Ὧ κόσμον μεγάλοιο Θεοῦ Λόγος αἰὲν ἑλίσσει· 1575 Καὶ τάδ' ἐπιδρομάδην, ὀλιγόστιχον εὐρέα μῦθον, Ὡς νόμος ἐστὶν ἔμοιγε· τὰ δ' ἔκτοθι ῥίψα Γαδείρων. Ἀλλὰ, φίλων ὄχ' ἄριστε Νεμέσσιε, τοῦτο δέδεξο Δῶρον ἐμῆς φιλίης, πάντων γλυκερώτερον ἄλλων, Μοῦνον ἀφ' ἡμετέρων κτεάνων, καὶ μοῦνον ἔμοιγε, Οὐ κύκνου λιγυροῖο μόρον γοάοντος ἀοιδὴν, Γηραλέαις πτερύγεσσιν ὅτ' ἐμπίπτῃσιν ἀήτης· Οὐδ' ἄρ' ἀηδονίδος στυγνὸν μέλος, ἡνίκα χεῖμα Δεσμὰ φέρει πάντεσσι, καὶ ὀρνίθεσσιν ἀοιδοῖς, Ἀλλὰ Χριστοφόρων στομάτων θεοτευχέα μολπήν· Τῇ νῦν τοῦτο φέροις ἐμέθεν λάχος ἀντί νυ πάντων, Οἷσιν ἐμὴν πολιήν τε φίλην καὶ νοῦσον ἔτισας, Καὶ μῦθον πτερόεντα, τεὸν κλέος· ἦ μέγα θαῦμα, Καὶ πάντων καθύπερθε, πρὶν ὀφθαλμοῖσιν ἰδέσθαι. 1576 Αἰδὼς γὰρ μερόπεσσιν ἐν ὄμμασιν. Εἰ μὲν ἕποιο Τοῖσδε λόγοις πτερόεσσι διδοὺς πλόον ἡμετέροισι, Τρισμάκαρ, ἡγεσίης καὶ τέρματος. Εἰ δ' ἀπιθήσαις. Καί σε τόσον σφήλειεν ὁ βάσκανος ὄμματι πικρῷ, Οὐκ ἐθέλων πάντεσσιν ἕνα βροτὸν ὄλβιον εἶναι, Γρηγορίου τόδε σοι μνημήϊον ἐσθλὸν ἕποιτο. Ἦ τάχα κεν μετόπισθεν ἐμὸν λόγον αἰνήσειας, Ἐξ ὀλίγου σπινθῆρος ἐς ἠέρα πυρσὸν ἀείρας Ὄφρα τις ὧδ' εἴπῃσι· Νεμέσσιος ὀβριμόθυμος Καππαδόκοισι τάλαντα δίκης ἰθεῖα τανύσσας, Οὐ χρυσὸν δολόεντα, καὶ ἄργυρον, οὐδὲ μὲν ἵππους Εὐγενέτας, πτερόεντας, ἀοίδιμον εὖχος ἔχοντας, Ὤχετ' ἄγων· πλούτῳ γὰρ ἀνούτατος· ἀντὶ δὲ πάντων, 1577 Μάργαρον αἰγλήεντα, μέγαν ληΐσατο Χριστὸν, Ὧ πάντων κρατέουσιν, ἐμὸν γένος (εὔχομ' ἔγωγε), Καππαδόκαι. Σὺ δ' ἔμοιγε καὶ οὐρανίαις σελίδεσσιν, Ὡς νῦν ἡμετέρῃσι, σὺν ἡμετέροισι γραφείης.

Intertext edge

Open linked passage

Note