De filio orat 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἀλλ' εἰ ταὐτὸν τῷ πατρί, φασιν, ὁ υἱὸς κατ' οὐσίαν, ἀγέν νητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός. καλῶς, εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον, ἵν' ᾖ τις καινὴ μίξις, γεννητοαγέννητον. εἰ δὲ περὶ οὐσίαν ἡ διαφορά, τί τοῦτο ὡς ἰσχυρὸν λέγεις; ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδενὶ λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ' οὐσίαν; ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν οὐσίαν θεοῦ, ἥ τις ποτέ ἐστιν, εἴπερ ζητήσομεν; ὅτι δὲ οὐ ταὐτὸν ἀγέννητον καὶ θεός, ὧδε ἂν μάθοις. εἰ ταὐτὸν ἦν, ἔδει πάντως, ἐπειδὴ τινῶν θεὸς ὁ θεός, τινῶν εἶναι καὶ τὸ ἀγέννητον· ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. τὰ γὰρ πάντῃ ταὐτὰ καὶ ὁμοίως ἐκφέρεται. ἀλλὰ μὴν οὐ τινῶν τὸ ἀγέννητον, τίνων γάρ; καὶ τινῶν θεὸς ὁ θεός, πάντων γάρ. πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον; καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκειται ἀλλήλοις, ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλήλαις. ὅπερ οὐ δέδοται· ἢ ἐπειδὴ πάλιν αἱ ἕξεις τῶν στερήσεων πρότεραι, καὶ ἀναιρετικαὶ τῶν ἕξεων αἱ στερήσεις, μὴ μόνον πρεσβυτέραν εἶναι τῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ υἱοῦ, ἀλλὰ καὶ ἀναιρουμένην ὑπὸ τοῦ πατρός, ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι.