Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν Τὸ δὲ αἴτιον φύσει πρότασιν, ἔπειτα τὸ Μεῖζον τῇ φύσει συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογί ζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον τήν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸ Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ πατήρ, ἐντεῦθεν συναγαγεῖν τὸ Μεῖζον οὐ πάντως μεῖζον· ἤ, Ὁ πατὴρ οὐ πάντως πατήρ. εἰ βούλει δὲ οὕτως· ὁ θεός, οὐσία· ἡ οὐσία δέ, οὐ πάντως θεός· τὸ ἑξῆς αὐτὸς συνάγαγε· ὁ θεός, οὐ πάντως θεός. ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνο λογεῖν σύνηθες. ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον.

Intertext edge

Open linked passage

Note