Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν τοῦ υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. τίνων τούτων; τῆς θεός, τῆς λόγος, ὁ ἐν ἀρχῇ, ὁ μετὰ τῆς ἀρχῆς, ἡ ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· καί, Μετά σου ἡ ἀρχή· καί, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. ἐπειδὴ υἱὸς μονογενής· Ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. ὁδός, ἀλήθεια, ζωή, φῶς· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. σοφία, δύναμις· Χριστὸς θεοῦ δύναμις, καὶ θεοῦ σοφία. ἀπαύγασμα, χαρακτήρ, εἰκών, σφραγίς· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακ τὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. κύριος, βασιλεύς, ὁ ὤν, ὁ παντοκράτωρ· Ἔβρεξε κύριος πῦρ παρὰ κυρίου· καί, Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. σαφῶς περὶ τοῦ υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ υἱῷ προσγενόμενον, ἢ τῷ πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ πατρί. οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. οὐ γὰρ ἦν ὅτε ἄλογος ἦν, οὐδὲ ἦν ὅτε οὐ πατήρ, οὐδὲ ἦν ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος.

Intertext edge

Open linked passage

Note