De filio orat 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ὅτε ὁ πατήρ. πότε δὲ ὁ πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με, καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ υἱὸς γεγέννηται; ὅτε ὁ πατὴρ οὐ γεγέν νηται. πότε δὲ τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς οὐκ ἐκπεπόρευ ται, ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι, θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε, καὶ πρὸ τοῦδε, καὶ μετὰ ταῦτα, καὶ ἀπ' ἀρχῆς, οὐκ ἄχρονα, κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν, τὸ μὴ κινήσει τινὶ μηδὲ ἡλίου φορᾷ μεριζόμενον καὶ μετρούμενον, ὅπερ ὁ χρόνος. πῶς οὖν οὐ συνάναρχα, εἰ συναίδια; ὅτι ἐκεῖθεν, εἰ καὶ μὴ μετ' ἐκεῖνον. τὸ μὲν γὰρ ἄναρχον, καὶ ἀίδιον· τὸ ἀίδιον δέ, οὐ πάντως ἄναρχον, ἕως ἂν εἰς ἀρχὴν ἀναφέρηται τὸν πατέρα. οὐκ ἄναρχα οὖν τῷ αἰτίῳ· δῆλον δὲ τὸ αἴτιον ὡς οὐ πάντως πρεσβύτερον τῶν ὧν ἐστιν αἴτιον· οὐδὲ γὰρ τοῦ φωτὸς ἥλιος. καὶ ἄναρχά πως τῷ χρόνῳ, κἂν σὺ μορμολύττῃ τοὺς ἁπλουστέρους· οὐ γὰρ ὑπὸ χρόνον τὰ ἐξ ὧν ὁ χρόνος.