De filio orat 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Πῶς οὖν οὐκ ἐμπαθὴς ἡ γέννησις; ὅτι ἀσώματος. εἰ γὰρ ἡ ἐνσώματος ἐμπαθής, ἀπαθὴς ἡ ἀσώματος. ἐγὼ δέ σε ἀντερήσομαι· πῶς θεός, εἰ κτίσμα; οὐ γὰρ θεὸς τὸ κτιζόμενον· ἵνα μὴ λέγω, ὅτι κἀνταῦθα πάθος, ἂν σωματικῶς λαμβάνηται, οἷον χρόνος, ἔφεσις, ἀνατύπωσις, φροντίς, ἐλπίς, λύπη, κίνδυνος, ἀποτυχία, διόρθωσις· ἃ πάντα καὶ πλείω τούτων περὶ τὴν κτίσιν, ὡς πᾶσιν εὔδηλον. θαυμάζω δέ, ὅτι μὴ καὶ τοῦτο τολμᾷς, συνδυασμούς τινας ἐννοεῖν, καὶ χρόνους κυήσεως, καὶ κινδύνους ἀμβλώσεως, ὡς οὐδὲ γεννᾷν ἐγχωροῦν, εἰ μὴ οὕτω γεγέννηκεν· ἢ πάλιν πτηνῶν τινὰς καὶ χερσαίων καὶ ἐνύδρων γεννήσεις ἀπαριθμούμενος, τούτων τινὶ τῶν γεννήσεων ὑπάγειν τὴν θείαν καὶ ἀνεκλάλητον, ἢ καὶ τὸν υἱὸν ἀναιρεῖν ἐκ τῆς καινῆς ὑποθέσεως. καὶ οὐδ' ἐκεῖνο δύνασαι συνιδεῖν, ὅτι ᾧ διάφορος ἡ κατὰ σάρκα γέννησις,– ποῦ γὰρ ἐν τοῖς σοῖς ἔγνως θεοτόκον παρθένον;– τούτῳ καὶ ἡ πνευματικὴ γέννησις ἐξαλλάττουσα· μᾶλλον δέ, ᾧ τὸ εἶναι μὴ ταὐτόν, τούτῳ καὶ τὸ γεννᾷν διάφορον.