De filio orat 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Τίς οὖν ἐστὶ πατὴρ οὐκ ἠργμένος; ὅστις οὐδὲ τοῦ εἶναι ἤρξατο· ᾧ δὲ τὸ εἶναι ἤρξατο, τούτῳ καὶ τὸ εἶναι πατρί. οὔκουν πατὴρ ὕστερον, οὐ γὰρ ἤρξατο· καὶ πατὴρ κυρίως, ὅτι μὴ καὶ υἱός· ὥσπερ καὶ υἱὸς κυρίως, ὅτι μὴ καὶ πατήρ. τὰ γὰρ ἡμέτερα οὐ κυρίως, ὅτι καὶ ἄμφω· οὐ γὰρ τόδε μᾶλλον ἢ τόδε· καὶ ἐξ ἀμφοῖν ἡμεῖς, οὐχ ἑνός, ὥστε μερίζεσθαι, καὶ κατ' ὀλίγον ἄνθρωποι, καὶ ἴσως οὐδὲ ἄνθρωποι, καὶ οἷοι μὴ τεθελήμεθα, καὶ ἀφιέντες καὶ ἀφιέμενοι, ὡς μόνας τὰς σχέσεις λείπεσθαι ὀρφανὰς τῶν πραγμάτων. ἀλλὰ τὸ ἐγέννησε, φησίν, αὐτό, καὶ τὸ γεγέννηται, τί ἄλλο, ἢ ἀρχὴν εἰσάγει γεννήσεως; τί οὖν ἂν μηδὲ τοῦτο λέγωμεν, ἀλλ' ἦν ἀπ' ἀρχῆς γεγεννημένος, ἵνα σου ῥᾳδίως φύγωμεν τὰς περιέργους ἐνστάσεις καὶ φιλοχρόνους; ἆρα γραφὴν ἀποίσεις καθ' ἡμῶν, ὡς παραχαραττόντων τι τῆς γραφῆς καὶ τῆς ἀληθείας; ἢ πᾶσιν εὔδηλον, ὅτι πολλὰ τῶν χρονικῶς λεγομένων ἐνηλλαγμένως τοῖς χρόνοις προφέρεται, καὶ μάλιστα παρὰ τῇ συνηθείᾳ τῆς γραφῆς, οὐχ ὅσα τοῦ παρεληλυθότος χρόνου μόνον ἐστίν, ἢ τοῦ παρόντος, ἀλλὰ καὶ ὅσα τοῦ μέλλοντος; ὡς τό· Ἵνα τί ἐφρύαξαν ἔθνη; οὔπω γὰρ ἐφρυάξαντο· καί, Ἐν ποταμῷ διελεύσονται ποδί· ὅπερ ἐστί, διαβεβήκασι. καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τὰς τοιαύτας φωνάς, αἳ τοῖς φιλοπόνοις τετήρηνται.