De filio orat 29
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Πῶς οὖν γεγέννηται; οὐκ ἂν ἦν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατε λαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώ σεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεσμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξησιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ἃ παρ' ἀλλήλων λαμβάνουσιν· ὧν γὰρ ὕστερον ἡ τελείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. εἰπὲ τίνες· καὶ μηδὲ τότε φιλοσοφήσῃς θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ θεοῦ; ὅσῳ γὰρ θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέννησις. εἰ δὲ ὅτι μή σοι κατεί ληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ διαγράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε ἁπάντων τὸν θεὸν αὐτόν· οὐδὲ γὰρ ὅ τι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἶ, καὶ τὰ περιττὰ μεγαλόψυχος. κατάβαλέ σου τὰς ῥεύσεις, καὶ τὰς διαιρέ σεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσω μάτου φύσεως· καὶ τάχα ἂν ἄξιόν τι διανοηθείης θεοῦ γεννήσεως. πῶς γεγέννηται; πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων. θεοῦ γέννησις σιωπῇ τιμάσθω. μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. τὸ δὲ πῶς, οὐδὲ ἀγγέλοις ἐννοεῖν, μὴ ὅτι γέ σοι νοεῖν συγχωρήσομεν. βούλει παραστήσω τὸ πῶς; ὡς οἶδεν ὁ γεννήσας πατήρ, καὶ ὁ γεννηθεὶς υἱός. τὸ δὲ ὑπὲρ ταῦτα νέφει κρύπτεται, τὴν σὴν διαφεῦ γον ἀμβλυωπίαν.