Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα; τῶν ληρημάτων· περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύι τοῦ Ἀβραὰμ ὁ Λευί, τὸ δὲ γεγόναμεν· ὥστε ἐξ ὄντων τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑποστᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγένητον ἀναπλάττωσιν. ἐνταῦθα δὲ σύν δρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ' ἀρχῆς· ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; τί γὰρ τοῦ ἀπ' ἀρχῆς πρεσβύ τερον, ἵν' ἐκεῖ θῶμεν τὸ εἶναί ποτε τοῦ υἱοῦ, ἢ τὸ μὴ εἶναι; ἀμφο τέρως γὰρ τὸ ἀπ' ἀρχῆς λυθήσεται. εἰ μή σοι καὶ ὁ πατήρ, πάλιν ἐρωτώντων ἡμῶν, ἐξ ὄντων, ἢ ἐξ οὐκ ὄντων, κινδυνεύσειεν ἢ δὶς εἶναι, ὃ μὲν προών, ὃ δὲ ὤν, ἢ ταὐτὸν τῷ υἱῷ παθεῖν, ἐξ οὐκ ὄντων εἶναι, διὰ τὰ σὰ τῶν ἐρωτημάτων παίγνια, καὶ τὰς ἐκ ψάμμων οἰκοδομάς, αἳ μηδὲ αὔραις ἵστανται. ἐγὼ μὲν οὖν οὐδέτερον τούτων δέχομαι, καὶ τὴν ἐρώτησίν φημι τὸ ἄτοπον ἔχειν, οὐχὶ τὸ ἄπορον τὴν ἀπάντησιν. εἰ δέ σοι φαίνεται ἀναγκαῖον εἶναι τὸ ἕτερον ἀλη θεύειν ἐπὶ παντός, κατὰ τὰς σὰς διαλεκτικὰς ὑπολήψεις, δέξαι μού τι μικρὸν ἐρώτημα. ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ; εἰ μὲν οὖν ἐν χρόνῳ, τίνι τούτῳ; καὶ τί παρὰ τοῦτον ὄντι; καὶ πῶς περιέχοντι; εἰ δὲ οὐκ ἐν χρόνῳ, τίς ἡ περιττὴ σοφία χρόνον εἰσάγειν ἄχρονον; τοῦ δέ, Νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον, ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. ἀλλ' οὐκ ἐνδέχεται. ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη. τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε ἀμφότερα ψεύδεσθαι, καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανή σεται; ἓν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων· σεαυτῷ δὲ γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον; εἰ μὲν γὰρ καὶ παρῆς, καὶ πάρει, ὡς τίς, καὶ τίνι; καὶ πῶς ὁ εἷς ἄμφω γεγόνατε; εἰ δὲ μηδέτερον τῶν εἰρημένων, πῶς σεαυτοῦ χωρίζῃ; καὶ τίς ἡ αἰτία τῆς διαζεύ ξεως; ἀλλ' ἀπαίδευτον τὸ περὶ τοῦ ἑνός, εἰ ἑαυτῷ πάρεστιν, ἢ μή, πολυπραγμονεῖν. ταῦτα γὰρ ἐπ' ἄλλων, οὐχ ἑαυτοῦ λέγεται. ἀπαι δευτότερον, εὖ ἴσθι, τὸ ἀπ' ἀρχῆς γεγεννημένον, εἰ ἦν πρὸ τῆς γεννήσεως, ἢ οὐκ ἦν, διευθύνεσθαι. οὗτος γὰρ περὶ τῶν χρόνῳ διαιρετῶν ὁ λόγος.

Intertext edge

Open linked passage

Note