Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἕκτον τιθέσθω τὸ μὴ δύνασθαι τὸν υἱὸν ἀφ' ἑαυτοῦ ποιεῖν μηδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. τοῦτο δὲ τοιοῦτόν ἐστιν· οὐ τῶν καθ' ἕνα τρόπον λεγομένων τὸ δύνασθαι ἢ μὴ δύνα σθαι· πολύσημον δέ. τὸ μὲν γάρ τι λέγεται κατὰ δυνάμεως ἔλλειψιν, καί ποτε, καὶ πρός τι, ὡς τὸ μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν, ἢ τὸ σκυλάκιον βλέπειν, ἢ πρὸς τόνδε διαγωνίζεσθαι. ἀθλήσει γὰρ ἴσως ποτέ, καὶ ὄψεται, καὶ διαγωνιεῖται πρὸς τόνδε, κἂν πρὸς ἕτερον ἀδυνάτως ἔχῃ. τὸ δέ, ὡς ἐπὶ πλεῖστον, ὡς τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπ' ἄνω ὄρους κειμένη. τάχα γὰρ ἂν καὶ κρυφθείη τις, ἐπιπροσθοῦντος μείζονος. τὸ δέ, ὡς οὐκ εὔλογον· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον ἔνδημος ὁ νυμφίος· εἴτε ὁ σωματικῶς ὁρώμενος· οὐ γὰρ κακοπαθείας, ἀλλ' εὐφροσύνης καιρὸς ὁ τῆς ἐπιδημίας· εἴτε ὡς ὁ λόγος νοούμενος. τί γὰρ δεῖ νηστεύειν σωματικῶς τοὺς λόγῳ καθαιρομένους; τὸ δέ, ὡς ἀβούλητον, ὡς τὸ μὴ δύνασθαι ἐκεῖ σημεῖα ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχο μένων. ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνά μεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον τοῦ συζύγου ἐλλείποντος. οὐκ οἶδα δέ, εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον· οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. τοῦ δὲ αὐτοῦ λόγου καὶ τό· Οὐ δύναται ὁ κόσμος μὴ μισεῖν ὑμᾶς· καί, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; πῶς γὰρ ἀδύνατόν τι τούτων, ἢ ὅτι ἀβούλη τον; ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῇ φύσει μὲν ἀδύνατον, θεῷ δὲ δυνατὸν βουληθέντι, ὡς τὸ μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύτερον· καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον. τί γὰρ ἂν καὶ κωλύσειε γενέσθαι ταῦτα θεοῦ θελήσαντος;

Intertext edge

Open linked passage

Note